ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΧΡΙΣΜΑΤΟΣ ΤΟΥ ΜΥΡΟΥ
Ἀόρατος τοῦ Μυστηρίου ἐνέργεια. (συνέχεια)
1. Μεταδίδωσιν ἡμῖν τὴν τοῦ Πνεύματος χάριν, τὴν φωτίζουσαν καὶ σαφηνίζουσαν ἡμῖν τὰς τῆς πίστεως ἀληθείας. "Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου, καὶ οἴδατε πάντα", ἔγραφεν τοῖς χριστιανοῖς, ὁ Ἅγιος Ἀπόστολος Ἰωάννης. "Καὶ ὑμεῖς, τὸ χρῖσμα ὃ ἐλάβατε ἀπ᾿ αὐτοῦ, ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ... καὶ καθὼς ἐδίδαξεν ὑμᾶς μενεῖτε ἐν αὐτῷ" (Α΄ Ἰωάν. β΄ 21-27).
2. Μεταδίδωσιν ἡμῖν τὴν τοῦ Πνεύματος Χάριν, στηρίζουσαν καὶ ἀνατρέφουσαν ἡμᾶς ἐν τῇ εὐσεβείᾳ. Τοῦτο ὑποφαίνει ἡμῖν ὁ Ἀπόστολος Παῦλος, λέγων: "Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν" (Α΄ Κορ. α΄ 21-22).
3. Ἐπειδὴ τὸ τοῦ Χρίσματος τοῦ Μύρου Μυστήριον, σφραγίζει ἡμᾶς, τῇ σφραγίδι τῆς δωρεᾶς τοῦ Ἁγίου Πνεύματος (Ἐφεσ. α΄ 13, δ΄ 30, Β΄Κορ. α΄ 22), καὶ ἐπειδή, "πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται" (Β΄ Τιμ. β΄13). Διαφορὰ ἐν τούτῳ μόνον ὅτι, τὸ Βάπτισμα, τελεσθὲν ἅπαξ ὀρθῶς, οὐδενὶ ἐπαναλαμβάνεται, οὐδ' αὐτῷ τῷ ἀρνησαμένῳ τυχὸν τὸ τοῦ Χριστοῦ ὄνομα καὶ εἶτα εἰς τὴν Ὀρθόδοξον πίστιν ἐπιστραφέντι. Τὸ δὲ Χρῖσμα τοῦ Μύρου, ἐπαναλαμβάνεται τοῖς ἀρνησαμένοις τὸ τοῦ Χριστοῦ ὄνομα κατὰ τὴν Ὀρθόδοξοι ἐπάνοδον αὐτοῦ.
"Καὶ
ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν
αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ
ἐπάνω" (Α΄ Βασιλ. ιστ΄ 13).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου