ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΑΚΡΙΒΟΥΣ ΤΗΡΗΣΕΩΣ ΤΟΥ ΘΕΙΟΥ ΝΟΜΟΥ (20 ΑΥΓΟΥΣΤΟΥ 1976)
(Κατασκήνωσις Συχαινῶν Πατρῶν)
- "Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος" (Ἰακ. β΄ 10).
- "Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν" (Ματθ. ε΄ 19).
- "Ὅταν δε ἀκούῃς ἐλάχιστον ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν, μηδὲν ἄλλο ὑπόπτευε εἰ μὴ γέενναν καὶ κόλασιν ... οὐ τοίνυν τοῦτο φησίν, ἀλλ΄ ὅτι ἐν ἐκείνῳ τῷ καιρῷ, ἐλάχιστος ἔσται, τοὐτάστιν ἀπερριμένος, ἔσχατος. Ὁ δέ ἔσχατος πάντως, εἰς τὴν γέενναν τοῦ πυρὸς ἐμπεσεῖται τότε" (Ἰωάννης ὁ Χρυσόστομος).
- "γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά" (Γαλ. γ΄ 10).
- "Τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν κρινεῖ τὸν διδάσκοντα" (Ἰωάννης ὁ Χρυσόστομος).
- "Ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; Ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; Ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; Ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; Ὅς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;" (Ρωμ. β΄ 21-23).
- "Ἱατρὲ θεράπευσον σεαυτόν" (Λουκ. δ΄ 23).
- "Ὁ γὰρ ἑαυτὸν διδάξαι μη δυνηθείς και ετέρους επιχειρούν διορθούν πολλούς έξε τους κωμοδούντας αυτόν. Μάλλον δε ουδέ διδάξαι ο τοιούτος δυνήσεται των πραγμάτων αντιφθεγγομένων (Ιωάννης Χρυσόστομος).