ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΧΡΙΣΜΑΤΟΣ (30 ΑΥΓΟΥΣΤΟΥ 1975)
Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου.
Τὸ διὰ τοῦ μύρου Χρῖσμα, ἐστὶ μυστήριον, δι' οὗ κοινωνεῖ τῷ βαπτιζομένῳ, τὸ Ἅγιον Πνεῦμα ἤ, σαφέστερον εἰπεῖν, διὰ τῆς χρίσεως τῶν μελῶν τοῦ βαπτιζομένου τῷ Ἁγίῳ Μύρῳ, σὺν τοῖς λόγοις, "σφραγὶς δωρεᾶς Πνεύματος Ἁγίου", λαμβάνει ὁ βαπτιζόμενος τὰς δυνάμεις τῆς χάριτος τὰς ἀναγκαίας πρὸς ἐπίρρωσιν αὐτοῦ ἐν τῇ πνευματικῇ ζωῇ καὶ άναπτύξει.
Εἰ καὶ τὸ Χρῖσμα τοῦ Μύρου τελεῖται, ἐν τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ ἐξ ἀρχαιοτάτου, μετὰ τὸ Βάπτισμα καὶ συνάπτεται αὐτῷ, ὅμως ἐστὶν ἴδιον Θεοσύστατον μυστήριον, διακεκριμμένον καὶ κεχωρισμένον τοῦ Βαπτίσματος. Περὶ τούτου παρέχουσιν ἡμῖν ἀποδείξεις, ἡ Ἁγία Γραφὴ καὶ ἡ Ἱερὰ Παράδοσις.
"Καὶ ὑμεῖς, τὸ χρῖσμα ὃ ἐλάβατε ἀπ᾿ αὐτοῦ, ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς". (Α΄ Ἰωάν. β΄ 20-27)
"Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν". (Ἰωάν. ζ΄ 39)