ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΕΥΧΑΡΙΣΤΙΑΣ
Ὁρατὸν μέρος τοῦ Μυστηρίου τῆς Εὐχαριστίας.
Προσέχοντες εἰς τὸ ὁρατόν, ἢ εἰς τὸ ὑποκείμενον ταῖς ἀθλήσεσι, μέρος τοῦ Μυστηρίου τῆς Εὐχαριστίας, διακρίνομεν: 1. Τὴν ἐν χρήσει πρὸς τὸ Μυστήριον ὕλην, τὸν ἄρτον καὶ τὸν οἶνον. 2. Τὴν ἱερουργίαν καθ' ἧν τελεῖται αὐτὸ τὸ Μυστήριον, καὶ 3. Τὸ σπουδαιότατον ἐκεῖνο τῆς ἱερουργίας μέρος, καθ' ὃ ἐκφωνοῦνται οἱ λόγοι ἐκεῖνοι, δι' ὧν ὁ ἄρτος καὶ ὁ οἶνος, μεταβάλλονται εἰς Σῶμα καὶ Αἷμα Χριστοῦ.
1. Ἀνάγκη ἵνα ὁ ἄρτος ἢ οὕτινος οἵων συνήθως ἐχρῶντο οἱ Ἰουδαῖοι ἐν ταῖς ἡμέραις, τοῦ καταστήσαντος τὸ Μυστήριον, Ἰησοῦ Χριστοῦ, καὶ οἵων ἐχρῇτο ἡ Ἐκκλησία, πρὸς τὸ Μυστήριον τοῦτο. Ἀνάγκη ἵνα ᾖ καθαρὸς πρὸς τήντε τὴν ὕλην, ἐξ ἧς προπαρασκευάζεται καὶ τὸν τρόπον τῆς παρασκευῆς τοῦτο ἐπιτάσσει, αὐτὸ τὸ μεγαλεῖον καὶ ἡ ἁγιότης τοῦ Μυστηρίου. Ἀνάγκη ἵνα ᾖ ἔνζυμος, ἀλλὰ μὴ ἄζυμος οἵῳ συνήθως χρῶνται οἱ Λατῖνοι, πρὸς τὸ τῆς Εὐχαριστίας Μυστήριον.
Τοῦτο, διότι, ἐν ἐνζύμῳ ἄρτον, τὸ πρῶτον, καὶ οὐκ ἐν ἀζύμῳ, ἐτέλεσεν Αὐτὸς ὁ Χριστὸς Σωτήρ, τὸ τῆς Μεταλήψεως Μυστήριον. Ἐν ἐνζύμῳ ἄρτῳ, πείθουσιν ἡμᾶς οἱ Εὐαγγελισταὶ μαρτυροῦντες, ὅτι, "λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου" (Ματθ. κστ΄ 26).