ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ
Τίνα τά, παρὰ τῶν προσερχομένων τῷ Μυστηρίῳ τῆς Μετανοίας, προσαπαιτούμενα; (συνέχεια)
3. Ἡ, εἰς τὸν Χριστὸν Ἰησοῦν, πίστις καὶ ἡ, ἐπὶ τὴν εὐσπλαγχνίαν Αὐτοῦ, ἐλπίς.
"Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν" (Πράξ. ι΄ 43).
"Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς" (Πράξ. δ΄ 12). Αὐτὸς μόνος διήλλαξεν ἡμᾶς πρὸς τὸν Θεόν, τῷ Σταυρικῷ Αὐτοῦ θανάτῳ. Μόνος ἐστὶν αἰώνιος ἡμῶν Ἀρχιερεύς. "ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν" (Ἑβρ. ζ΄ 25).
4. Ἡ, ἀπὸ γλώσσης, ἐξομολόγησις τῶν ἁμαρτιῶν ἐνώπιον τοῦ Ἱερέως.
Τὸ ἀναγκαῖον τῆς Ἐξομολογήσεως ταύτης, ἀφ' ἑαυτοῦ πρόδηλον. Ἐπειδὴ γὰρ μόνῳ τῷ Ἱερεῖ ἔξεστιν ἀφιέναι τὰς ἁμαρτίας ἐν τῷ τῆς Μετανοίας Μυστηρίῳ, ἀνάγκη ἵνα οὗτος λάβῃ αὐτῶν γνῶσιν, πρότερον, ὅπως κατὰ δέον ἀφῇ ἢ μὴ ἀφῇ αὐτάς, καὶ ἐπειδή, Αὐτὸς ὁ Κύριος, ἐδωρήσατο τοῖς Ποιμέσι τῆς Ἐκκλησίας τὴν Θείαν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν (Ἰωάν. κ΄ 21-23), (β΄ καν. τῆς ἐν Λαοδικ. Συνόδου, ρβ΄ καν. τῆς ἐν Τρούλλῳ Συνόδου).