Ἀπολυτίκιον
Ἁγίου Γερβασίου τοῦ νέου,
τοῦ ἐν Πάτραις.
Ἦχος Α΄ «Τοῦ λίθου σφραγισθέντος …».
Ἀρκαδίας τὸν γόνον καὶ Πατρῶν
τὸ ἀνάστημα, καὶ τῆς Ἐκκλησίας ἁπάσης
ἱερώτατον σέμνωμα. Γερβάσιον τιμήσωμεν
πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ.
Οὗτος γὰρ ἐξήστραψεν ὡς φωστήρ,
ἀρετῶν τὰς λαμπηδόνας, δι’ ὧν φωτίζει
πάντας τοὺς κραυγάζοντας.
Δόξα τῷ ἁγιάσαντι αὐτόν,
δόξα τῷ θαυμαστώσαντι,
δόξα τῷ δωρουμένῳ δι’ αὐτοῦ
ἡμῖν τὰ κρείττονα.