ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ -
ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ
ΠΗΓΗ: ΚΛΙΚ
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Περὶ ἀποταγῆς
1. (632.) Τοῦ ἀγαθοῦ καὶ ὑπεραγάθου καὶ παναγάθου ἡμῶν Θεοῦ καὶ βασιλέως (καλὸν γὰρ ἐκ Θεοῦ πρὸς τοὺς Θεοῦ θεράποντας ἄρξασθαι), πάντων τῶν ὑπ᾿ αὐτοῦ κτισθέντων λογικῶν αὐτεξουσιότητος ἀξιώματι τιμηθέντων, οἱ μέν εἰσιν αὐτοῦ φίλοι, οἱ δὲ γνήσιοι δοῦλοι, οἱ δὲ ἀχρεῖοι, οἱ δὲ πάντη ἀπεξενωμένοι, οἱ δὲ, εἰ καὶ ἀσθενεῖς, ὅμως ἀντίδικοι. |