ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ
Θέσις καὶ ἔννοια τοῦ Μυστηρίου καὶ
περὶ τῆς ὑπεροχῆς αὐτοῦ. (συνέχεια)
2. Διὰ τὸ ὑπερπερισσὸν τῆς, πρὸς ἡμᾶς, ἀγάπης τοῦ Κυρίου καὶ διὰ τὸ ὑπερβάλλον μεγαλεῖον τοῦ μεταδιδομένου, ἐν τῷ Μυστηρίῳ τούτῳ, δώρου. Ἐνταῦθα δὲ προτίθησιν εἰς τροφὴν τοῖ πιστοῖς, Ἑαυτόν, τὸ οἰκεῖον Σῶμα καὶ τὸ οἰκεῖον Αἷμα καὶ οἱ πιστοὶ ἑνούμενοι ἐνταῦθα ἀμέσως τῷ Κυρίῳ καὶ Σωτῆρι αὐτῶν, ἑνοῦνται οὕτω καὶ αὐτῇ τῇ πηγῇ τῆς σωτηρίου χάριτος.
3. Τέλος, διὰ τοῦτο ὅτι ἅπαντα μὲν τὰ λοιπὰ Μυστήρια ἐπενεργοῦσι σωτηρίως ἐπὶ τὸν ἄνθρωπον, ἡ δὲ Εὐχαριστία ἐστίν, οὐ μόνον τὸ ἀκαταληπτότατον καὶ σωτηριοδέστατον τῶν Μυστηρίων, ἀλλὰ καὶ θυσίᾳ τῷ Θεῷ ἐν ταὐτῷ θυσία προσφερομένη τῷ Θεῷ, ὑπὲρ ἁπάντων, ζώντων τε καὶ τεθνεώτων καὶ ἱλασμάνῃ αὐτῶν.
Θεία, περὶ τοῦ Μυστηρίου τῆς Εὐχαριστίας,
ἐπαγγελία καὶ διάταξις αὐτοῦ.
Τήν, περὶ τοῦ Μυστηρίου τῆς Εὐχαριστίας, ἐπαγγελίαν, εὐδόκησεν ὁ Κύριος ἐξενεγκεῖν ἐν τοῖς, πρὸς τοὺς Ἰουδαίους, λόγοις: "Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἥν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς" (Ἰωάν. στ΄ 48-51).