ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ
Θεία, περὶ τοῦ Μυστηρίου τῆς Εὐχαριστίας, ἐπαγγελία καὶ διάταξις αὐτοῦ. (συνέχεια).
"Ὁ Κύριος ᾿Ιησοῦς ἐν τῇ νυκτί ᾗ παρεδίδοτο" (Α΄ Κορ. ια΄ 23), ἦλθε μετὰ τῶν δώδεκα εἰς τὸ ἡτοιμασμένον κατάλυμα. Ἐνταῦθα καταυλισθεὶς (ἀναπεσὼν) μετὰ τῶν μαθητῶν Αὐτοῦ, τελεῖ τὸ πάσχα τῆς Παλαιᾶς Διαθήκης. Ἔπειτα πλύνει τοὺς πόδας τῶν Μαθητῶν, διδάσκων αὐτοὺς τὴν ταπεινοφροσύνην (Λουκ. κβ΄ 15, Ἰωάν. ιγ΄ 8-15), σημαίνει αὐτὸν τὸν προδότην Αὐτοῦ (Ματθ. κστ΄ 21, Λουκ. κβ΄ 16-21) καὶ τέλος καθίστησιν αὐτὸ τὸ τῆς Εὐχαριστίας Μυστήριον: "Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου· καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν" (Ματθ. κστ΄ 26-28, Μάρκ. ιδ΄ 22-24).
Γράφει ὁ Ἀπόστολος Παῦλος πρὸς τοὺς Κορινθίους: "Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος ᾿Ιησοῦς ἐν τῇ νυκτί ᾗ παρεδίδοτο ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· λάβετε φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ" (Α΄ Κορ. ια΄ 23-26, Λουκ. κβ΄ 19-20).