Σάββατο 9 Ιανουαρίου 2021

ΚΕΙΜΕΝΟ 2.500 ΕΤΩΝ ΔΕΙΧΝΕΙ ΤΗ ΣΥΝΕΧΕΙΑ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΓΛΩΣΣΑΣ

ΚΕΙΜΕΝΟ 2.500 ΕΤΩΝ ΔΕΙΧΝΕΙ ΤΗ ΣΥΝΕΧΕΙΑ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΓΛΩΣΣΑΣ

να κείμενο 2.500 τν
δείχνει τ
 συνέχεια τς λληνικς γλώσσας 

.                   Ὁ ἐπιφανὴς γλωσσολόγος Γιῶργος Μπαμπινιώτης μὲ ἀνάρτησή του ἐξηγεῖ τὴν συνέχεια τῆς ἑλληνικῆς χρόνου μέσα ἀπὸ τὸ «ἐπίκαιρο» ἀπόσπασμα τοῦ Θουκυδίδη. Καὶ ἔρχεται νὰ ἐπιδείξει τὴν συνέχεια τῆς ἑλληνικῆς γλώσσας σὲ βάθος χρόνου 2.500 ἐτῶν, μὲ νέα ἀνάρτησή του στὸFacebook.
.                Συγκεκριμένα παραθέτει τὰ ἀποσπάσματα 2.47-54 ἀπὸ τὸ βιβλίο τῶν «Ἱστοριῶν» τοῦ Θουκυδίδη τοῦ 5ου αἰ. π.Χ., μέσα ἀπὸ τὸ ὁποῖο γίνεται ἀντιληπτὴ ἡ λεξιλογικὴ καὶ ἡ γραμματικοσυντακτικὴἐξέλιξη τῆς ἑλληνικῆς γλώσσας.
.                 Τὸ θέμα τοῦ λοιμοῦ, ποὺ ἀναπτύσσεται στὸ ἀπόσπασμα, καὶ οἱ συνθῆκες, ποὺπεριγράφει ὁ ἀρχαῖος Ἕλληνας ἱστορικός, μποροῦν εὔκολα νὰ παραλληλιστοῦν μὲ τὴ σημερινὴπανδημία τοῦ κορωνοϊοῦ. Ὁ «λοιμὸς τῶν Ἀθηνῶν» (πανώλη ἢ τύφος τοῦ 430 π.Χ.) ποὺ ξέσπασε κατὰ τὴ διάρκεια τοῦ Πελοποννησιακοῦ πολέμου, ὁδήγησε στὸν θάνατο τὸ 1/4 τοῦ ἀθηναϊκοῦ πληθυσμοῦ. Περιγράφει καὶ ὁ ἴδιος τὴν ἐμπειρία, ὁ ὁποῖος προσβλήθηκε ἀπὸ τὴ νόσο τοῦ λοιμοῦ, ἀλλὰ ἐπέζησε.
«καὶ ὄντων αὐτῶν οὐ πολλάς πω ἡμέρας ἐν τῇ Ἀττικῇ ἡ νόσος πρῶτον ἤρξατο γενέσθαι τοῖς Ἀθηναίοις, λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι καὶ περὶ Λῆμνον καὶ ἄλλοις χωρίοις, οὐ μέντοι τοσοῦτός γε λοιμὸς οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνημονεύετο γενέσθαι. Οὔτε γὰρ ἰατροὶ ἤρκουν τὸ πρῶτον θεραπεύοντες ἀγνοίᾳ, ἀλλ’ αὐτοὶ μάλιστα ἔθνῃσκον ὅσῳ καὶ μάλιστα προσῇσαν [πλησίαζαν], οὔτε ἄλλη ἀνθρωπεία τέχνη οὐδεμία. […] Ἤρξατο δὲ τὸ πρῶτον, ὡς λέγεται, ἐξ Αἰθιοπίας τῆς ὑπὲρ Αἰγύπτου, ἔπειτα δὲ καὶ ἐς Αἴγυπτον καὶ Λιιβύην κατέβη καὶ ἐς τὴν βασιλέως γῆν [=Περσία] τὴν πολλήν. Ἐς δὲ τὴν Ἀθηναίων πόλιν ἐξαπιναίως ἐσέπεσε, καὶ τὸ πρῶτον ἐν τῷ Πειραιεῖ ἥψατο [< ἅπτομαι] τῶν ἀνθρώπων, ὥστε καὶ ἐλέχθη ὑπ’ αὐτῶν ὡς οἱ Πελοποννήσιοι φάρμακα [δηλητήρια] ἐσβεβλήκοιεν ἐς τὰ φρέατα· κρῆναι γὰρ οὔπω ἦσαν αὐτόθι. Ὕστερον δὲ καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο, καὶ ἔθνῃσκον πολλῷ μᾶλλον ἤδη […] Ἐγὼ δὲ οἷόν τε [πῶς] ἐγίγνετο λέξω […], ταῦτα δηλώσω αὐτός τε νοσήσας καὶ αὐτὸς ἰδὼν ἄλλους πάσχοντας. Τὸ μὲν γὰρ ἔτος, ὡς ὡμολογεῖτο, ἐκ πάντων μάλιστα δὴ ἐκεῖνο ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν […] Τοὺς δὲ ἄλλους ἀπ’οὐδεμιᾶς προφάσεως, ἀλλ’ ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε, καὶ τὰ ἐντός, ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα, εὐθὺς αἱματώδη ἦν καὶ πνεῦμα [ἀναπνοή] ἄτοπον καὶ δυσῶδες ἠφίει [< ἀφί(ν)ω]· ἔπειτα ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπεγίγνετο, καὶ ἐν οὐ πολλῷ χρόνῳ κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος μετὰ βηχὸς ἰσχυροῦ […] καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτ’ ἄγαν θερμὸν ἦν οὔτε χλωρόν [ὠχρό] ἀλλ’ ὑπέρυθρον, πελιτνόν, φλυκταίναις μικραῖς καὶ ἕλκεσιν ἐξηνθηκὸς [ἐξάνθημα]· τὰ δὲ ἐντὸς οὕτως ἐκάετο ὥστε μήτε τῶν πάνυ [πολύ] λεπτῶν ἱματίων καὶ σινδόνων τὰς ἐπιβολὰς [νὰ ἀκουμπᾶ ἐπάνω] μηδ’ ἄλλο τι ἥ γυμνοὶ ἀνέχεσθαι, ἥδιστά τε ἄν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν […] τὰ γὰρ ὄρνεα καὶ τετράποδα ὅσα ἀνθρώπων ἅπτεται, πολλῶν ἀτάφων γιγνομένων ἢ οὐ προσῄει [δὲν πλησίαζαν] ἢ γευσάμενα διεφθείρετο. τεκμήριον δέ· τῶν μὲν τοιούτων ὀρνίθων ἐπίλειψις [ἐξαφάνιση] σαφὴς ἐγένετο, καὶ οὐχ ἑωρῶντο [δὲν τὰ ἔβλεπαν] οὔτε ἄλλως οὔτε περὶ τοιοῦτον οὐδέν· οἱ δὲ κύνες μᾶλλον αἴσθησιν παρεῖχον τοῦ ἀποβαίνοντος [τί συνέβαινε] διὰ τὸ ξυνδιαιτᾶσθαι [γιατί ζοῦν μαζί (μὲ τοὺς ἀνθρώπους)] Τὸ μὲν οὖν νόσημα, πολλὰ καὶ ἄλλα παραλιπόντι ἀτοπίας, ὡς ἑκάστῳ ἐτύγχανέ τι διαφερόντως ἑτέρῳ πρὸς ἕτερον γιγνόμενον, τοιοῦτον ἦν ἐπὶ πᾶν τὴν ἰδέαν. […] ἔθνῃσκον δὲ οἱ μὲν ἀμελείᾳ, οἱ δὲ καὶ πάνυ θεραπευόμενοι. ἕν τε οὐδὲ ἓν κατέστη ἴαμα [φάρμακο] ὡς εἰπεῖν ὅτι χρῆν [χρειάζεται] προσφέροντας ὠφελεῖν· τὸ γάρ τῳ ξυνενεγκὸν [κάποιον βοηθούσε] ἄλλον τοῦτο ἔβλαπτεν. […] δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ ἥ τε ἀθυμία ὁπότε τις αἴσθοιτο κάμνων [ὅτι προσβλήθηκε] […] καὶ ὅτι ἕτερος ἀφ’ ἑτέρου θεραπείας ἀναπιμπλάμενοι [μολυνόμενοι] ὥσπερ τὰ πρόβατα ἔθνῃσκον· καὶ τὸν πλεῖστον φθόρον τοῦτο ἐνεποίει. εἴτε γὰρ μὴ ‘θέλοιεν δεδιότες [φοβούμενοι] ἀλλήλοις προσιέναι [νὰ πλησιάζουν], ἀπώλλυντο ἐρῆμοι, καὶ οἰκίαι πολλαὶ ἐκενώθησαν ἀπορίᾳ [ἐλλείψει] τοῦ θεραπεύσοντος· […] Ἐπίεσε δ’ αὐτοὺς μᾶλλον πρὸς τῷ ὑπάρχοντι πόνῳ καὶ ἡ ξυγκομιδὴ ἐκ τῶν ἀγρῶν ἐς τὸ ἄστυ, καὶ οὐχ ἧσσον [ὄχι λιγότερο] τοὺς ἐπελθόντας. οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν, ἀλλ’ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ [λόγῳ τῆς ἐποχῆς (τοῦ θέρους]) ἔτους διαιτωμένων ὁ φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ [ἀτάκτως], ἀλλὰ καὶ νεκροὶ ἐπ’ ἀλλήλοις ἀποθνῄσκοντες ἔκειντο καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο [κυλιόντουσαν] καὶ περὶ τὰς κρήνας ἁπάσας ἡμιθνῆτες τοῦ ὕδατος ἐπιθυμίᾳ. τά τε ἱερὰ ἐν οἷς ἐσκήνηντο νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνῃσκόντων· ὑπερβιαζομένου [πιεζόμενοι ὑπερβολικά] γὰρ τοῦ κακοῦ οἱ ἄνθρωποι, οὐκ ἔχοντες ὅτι γένωνται, ἐς ὀλιγωρίαν ἐτράποντο [δὲν λογάριαζαν] καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως. νόμοι τε πάντες ξυνεταράχθησαν οἷς ἐχρῶντο [χρησιμοποιοῦσαν] πρότερον περὶ τὰς ταφάς, ἔθαπτον δὲ ὡς ἕκαστος ἐδύνατο. καὶ πολλοὶ ἐς ἀναισχύντους θήκας ἐτράποντο σπάνει τῶν ἐπιτηδείων [τῶν ἀναγκαίων] διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν [ἀπὸ αὐτούς]· ἐπὶ πυρὰς γὰρ ἀλλοτρίας φθάσαντες τοὺς νήσαντας [αὐτοὺς ποὺ στοίβαξαν ξύλα] οἱ μὲν ἐπιθέντες τὸν ἑαυτῶν νεκρὸν ὑφῆπτον [ἄναβαν], οἱ δὲ καιομένου ἄλλου ἐπιβαλόντες ἄνωθεν ὃν φέροιεν ἀπῇσαν [ἔφευγαν]»

ΠΗΓΗ:  «ΠΡΩΤΟ ΘΕΜΑ» 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου