ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ
Τίνι ἔξεστι τελεῖν τὸ τῆς Εὐχαριστίας Μυστήριον
καὶ τίς ὁ αὐτοῦ μεταλαμβάνειν δυνάμενος
καὶ ὁποία τις ἀναγκαία πρὸς τοῦτο προπαρασκευή; (συνέχεια)
2. Προσέρχεσθαι πρὸς τήν, τοῦ Κυρίου Τράπεζαν καὶ μεταλαμβάνειν τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Χριστοῦ, δύνανται ἅπαντες οἱ Ὀρόδοξοι Χριστιανοὶ καὶ οὗτοι, διότι εἰσελθόντες ἤδη εἰς τὴν Ἐκκλησίαν διὰ τῆς, τοῦ Βαπτίσματος, θύρας, κατέστησαν καὶ διατελοῦσιν ὄντες, τέκνα αὐτῆς, καὶ ἐντεῦθεν κληρονόμοι ἁπάντων τῶν ἐν τῇ Ἐκκλησίᾳ, ὑπὸ τοῦ Κυρίου ἀγαθῶν. "Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν", ἔγραφεν ὁ Ἅγιος Ἀπόστολος Παῦλος τοῖς Κορινθίοις, "οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν" (Α΄ Κορ. ι΄ 17, ια΄ 20-23).
Ἀναφορικῶς δε πρὸς αὐτοὺς τοὺ πιστούς, κατὰ τὸν τῆς Ἐκκλησίας, κανόνα, οὐ μόνον τοῖς ἐν ἡλικίᾳ, ἀλλὰ καὶ τοῖς παιδίοις διὰ τὴν τῶν προσαγόντων αὐτὰ πίστιν, προσήκει τῶν Ἁγίων μεταδιδόναι Μυστηρίων εἰς ἁγιασμὸν τῶν ψυχῶν καὶ τῶν σωμάτων αὐτῶν καὶ λῆψιν τῆς τοῦ Κυρίου χάριτος: "ὁ μέχρι δε τοῦ νῦν διατηρούμενος ὑπὸ τῆς Ὀρθοδόξου Ἐκκλησίας κανὼν οὗτος, ἐτηρεῖτο ἐξ ἀρχαιοτάτου ἐν ἁπάσῃ τῇ Καθολικῇ Ἐκκλησία, καθ' ἃ μαρτυροῦσι τὰ βιβλία τῶν Ἀποστολικῶν Διατάξεων" (βιβλίον η΄ 13) καὶ κατὰ τῶν διδασκάλων, Διονυσίου τοῦ Ἀρεοπαγίτου καὶ ἄλλων.