ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΙΕΡΩΣΥΝΗΣ
Αἱ ἀόρατοι, τοῦ Μυστηρίου τῆς Ἱερωσύνης,
ἐνέργειαι. (συνέχεια)
Ἐντεῦθεν, οὔτε ὁ Ἐπίσκοπος, οὔτε ὁ Πρεσβύτερος, οὔτε ὁ Διάκονος, λαμβάνει ἐκ δευτέρου τὸ αὐτὸ ἀξίωμα διὸ καὶ λογίζεται ὡς οὐκ ἐπανάληπτον τὸ τῆς Ἱερωσύνης Μυστήριον.
Τὴν πρώτην τῶν δύο τούτων ἐννοιῶν ἐκφέρει ὁ Ἅγιος Ἀπόστολος Παῦλος, ὑπομιμνήσκων τῷ Ἐπισκόπῳ τῆς Ἐφέσου Τιμοθέῳ τὸ ἐν αὐτῷ χάρισμα, "Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου" (Α΄ Τιμ. δ΄ 14), καὶ τὸ χάρισμα τοῦ Θεοῦ ἐστὶν ἐν αὐτῷ (Β΄ Τιμ. α΄ 6).
Ἡ δευτέρα, ἀναπτύσσεται ἐν τῷ ξη΄ (68) κανόνι τῶν Ἁγίων Ἀποστόλων, "εἴ τις Ἐπίσκοπος ἢ Πρεσβύτερος ἢ Διάκονος, δευτέρῳ χειροτονίαν δέξηται παρά τινος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας".
Τίνι ἔξεστι τελεῖν τὸ τῆς Ἱερωσύνης Μυστήριον;
Κατὰ τὴν τῆς Ὀρθοδόξου Ἐκκλησίας διδασκαλίαν, αἱ χειροτονίαι πάντων τῶν ἐν τῇ Ἐκκλησίᾳ ἀξιωμάτων, ὑπάγονται εἰς τὴν ἐξουσίαν τῶν ἀμέσως διαδόχων τῶν Ἀποστόλων ἤτοι τῶν Ἐπισκόπων.