ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ (1 ΣΕΠΤΕΜΒΡΙΟΥ 1975)
(Κατασκήνωσις Συχαινῶν Πατρῶν)
Ἐκ τοῦ Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου.
Τὸ τῆς μετανοίας μυστήριον, ὡς φάρμακον τῆς χάριτος, προώρισται μὲν ὑπὲρ ἁπάντων τῶν χριστιανῶν, ἔστι δὲ πρὸς ἴασιν μόνον τῶν πνευματικῶν ἀσθενειῶν.
Τὸ δὲ μυστήριον τοῦ Εὐχελαίου ἐστὶν ἕτερον σωτήριον φάρμακον, προορισμένον, ὑπὲρ τῶν, κατ' αὐτὸ τὸ σῶμα ἀσθενούντων χριστιανῶν καὶ σκοπὸν ἔχον τὸ ἰᾶσθαι, οὐ μόνον τὰς πνευματικάς, ἀλλὰ καὶ τὰς σωματικὰς αὐτῶν ἀσθενείας. Τὴν τοιαύτην περὶ τοῦ Εὐχελαίου ἔννοιαν, δίδωσιν ἡμῖν ἡ Ὀρθόδοξος Ἐκκλησία, λέγουσα ὅτι: Τὸ Εὐχέλαιον ἐστὶ μυστήριον, ἐν ᾧ, χριομένου τοῦ σώματος ἐλαίῳ, κατέρχεται ἐπὶ τὸν ἀσθενῆ ἡ τοῦ Θεοῦ Χάρις, τὰς νόσους τῆς τε ψυχῆς καὶ τοῦ σώματος θεραπεύουσα.
"Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου". (Ἰακ. ε΄ 14)
(Ματθ. ι΄ 8)