ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΑΕΙΜΝΗΣΤΟΥ
ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΧΡΙΣΤΟΣ ΕΤΕΧΘΗ
Περὶ τῆς Γεννήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
(Παπαφλέσσα 19 - 24 Δεκεμβρίου 1972)
"Σκύμνος λέοντος ᾿Ιούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;" (Γεν. μθ΄ 9).
"Οὗτος
ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν
ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν ᾿Ιακὼβ τῷ παιδὶ αὐτοῦ καὶ ᾿Ισραὴλ τῷ
ἠγαπημένῳ ὑπ᾿ αὐτοῦ· μετὰ τοῦτο ἐπὶ γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις
συνανεστράφη" (Βαρούχ γ΄ 36-38).
"Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ
τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελός,
θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ
μέλλοντος αἰῶνος" (Ἠσ. θ΄ 6).
"Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ" (Ἠσ. ζ΄ 14).
"Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ" (Ἀββακ. γ΄ 2).
"Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως" (Ματθ. β΄ 1).
"Ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος" (Λουκ. β΄ 11).
"Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν" (Ἰωάν. α΄ 14).
Ὕμνος
Δόξα ἐν ὑψίστοις πᾶσα πνοή, ἐν χαρᾷ βοάτω τῷ τεχθέντι ἐν Βηθλεέμ. Ἐπὶ γῆς γὰρ ὤφθη δωρούμενος εἰρήνην. Τὴν τούτου προσκυνήσομεν Θείαν Γέννησιν.