Κυριακή 28 Φεβρουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΑΕΙΜΝΗΣΤΟΥ 

ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΧΡΙΣΤΟΣ  ΕΤΕΧΘΗ 

Περὶ τῆς Γεννήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 

(Παπαφλέσσα  19  -  24  Δεκεμβρίου  1972) 

"Σκύμνος λέοντος ᾿Ιούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;" (Γεν. μθ΄ 9). 
"Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν ᾿Ιακὼβ τῷ παιδὶ αὐτοῦ καὶ ᾿Ισραὴλ τῷ ἠγαπημένῳ ὑπ᾿ αὐτοῦ· μετὰ τοῦτο ἐπὶ γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη" (Βαρούχ γ΄ 36-38). 
"Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελός, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος" (Ἠσ. θ΄ 6).
"Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ" (Ἠσ. ζ΄ 14). 
"Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ" (Ἀββακ. γ΄ 2). 
"Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως" (Ματθ. β΄ 1). 
"Ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος" (Λουκ. β΄ 11). 
"Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν" (Ἰωάν. α΄ 14). 

Ὕμνος 

Δόξα ἐν ὑψίστοις πᾶσα πνοή, ἐν χαρᾷ βοάτω τῷ τεχθέντι ἐν Βηθλεέμ. Ἐπὶ γῆς γὰρ ὤφθη δωρούμενος εἰρήνην. Τὴν τούτου προσκυνήσομεν Θείαν Γέννησιν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου