ΚΑΤΗΧΗΣΕΙΣ
ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ
ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ
ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΧΡΙΣΜΑΤΟΣ ΤΟΥ ΜΥΡΟΥ (Συνέχεια)
Τίνος ἐστίν ἴδιον τὸ τελεῖν τὸ τοῦ Χρίσματος τοῦ Μύρου Μυστήριον; καὶ ἐπὶ τίνα καὶ πότε δέον τελεῖν αὐτό;
1. Ἐξ ἀρχαιοτάτου ἀνῆκεν τοῦτο δῆλον, ἐκ τῶν τῆς ἐν Καρθαγένῃ Συνόδου (318 μ. Χ.), ἔνθα ἀναγινώσκομεν: "χρίσματος ποίησιν ... ὑπὸ πρεσβυτέρων μὴ γίνεσθαι". Ἐξ ἀρχαιοτάτου, ὡσαύτως, ἀνῆκεν εἰς τοὺς ἐπισκόπους μόνους ἡ ἐξουσία τοῦ τελεῖν αὐτὸ τό, τοῦ Χρίσματος τοῦ Μύρου, Μυστήριον (Πράξ. η΄ 14-17, ιθ΄ 5-6). Ἀπὸ τοῦ Ἐπισκόπου δέ, μετεδόθη καὶ τοῖς πρεσβυτέροις, δεξαμένοις αὐτήν, διὰ τῆς τῶν ἐπισκοπικῶν χειρῶν ἐπιθέσεως, ὁμοῦ μετὰ τῆς ἐξουσίας τοῦ τελεῖν καθόλου .ἐκτὸς μόνον τῆς Ἱερωσύνης, ἅπαντα τὰ Μυστήρια. Ἐν ταῖς Ἀποστολικαῖς, ἐπὶ παραδείγματι, διατάξεσι λέγεται: "Περὶ δέ τοῦ Βαπτίσματος, ὦ Ἐπίσκοπε ἢ πρεσβύτερε, ἤδη μὲν καὶ πρότερον διεταξάμεθα καὶ νῦν δὲ φαμέν ... χρίσεις δέ πρῶτον ἐλαίῳ, ἔπειτα βαπτίσεις ὕδατι καὶ τελευταῖον σφραγίσεις μύρῳ" (Βιβλίον ζ΄ κεφ. κβ΄).
Ἡ Ὀρθόδοξος Ἐκκλησία τελεῖ τὸ τοῦ Χρίσματος τοῦ Μύρου Μυστήριον, ἐφ' ἅπαντας καθόλου τούς, εἰς τὸ Ὄνομα τῆς Ὑπεραγίας Τριάδος, βαπτισθέντας καὶ δὴ ἀμέσως μετὰ τὸ Βάπτισμα αὐτῶν ... Οὕτως, ὁ Ἀπόστολος Παῦλος, βαπτίσας ἐν Ἐφέσῳ τινάς, παραχρῆμα μετέδωκεν αὐτοῖς, διὰ τῆς, ἐπ' αὐτούς, μυστηριώδους, τῶν χειρῶν, ἐπιθέσεως, Ἅγιον Πνεῦμα (Πράξ. ιθ΄ 5-6). Ἐντέλλεται δέ αὐτοῖς, ἐν τῇ πρὸς Ἐφεσίους ἐπιστολῇ, μὴ λυπεῖν τὸ Πνεῦμα τὸ Ἅγιον "ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως" (Ἐφεσ. δ΄ 30).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου