Δευτέρα 13 Απριλίου 2015

«ΗΜΕΡΑ ΠΑΣΩΝ ΦΑΙΔΡΟΤΕΡΑ»

Ἁγ. Ἰωάννου τοῦ Χρυσοστόμου «ΗΜΕΡΑ ΠΑΣΩΝ ΦΑΙΔΡΟΤΕΡΑ»   (Ἀποσπάσματα Λόγου εἰς τὸ Ἅγιον Πάσχα)

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ

.                 Πᾶσα μὲν ἡμέρα φαιδρὰ καὶ περίβλεπτος, ἡ δὲ τῆς ἀναστάσεως πασῶν φαιδροτέρα καθέστηκεν. Ἐν ᾗ τὸ μὲν ἄπληστον τοῦ θανάτου κεχαλίνωται στόμα, οἱ θνητοὶ δὲ ὡς ἀδρανῆ λοιπὸν καὶ πρόσκαιρον γελῶσι τὸν θάνατον, μᾶλλον δὲ καὶ εὐεργέτην οἱ καλῶς βιοῦντες εὑρίσκουσιν. Ἀποτεμὼν γὰρ ἡμᾶς τῆς ὀδυνηρᾶς ταύτης καὶ προσκαίρου ζωῆς εἰς ἀταλαιπώρητον διαγωγὴν καὶ μακαρίαν παραπέμπει κατάστασιν, ἔνθα “ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός”, εἰς ἀπόλαυσιν ἀνεκλάλητον καὶ τρυφὴν ἀκατάληπτον, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». Ἄκων οὖν εὐεργέτης τῶν ἀνθρώπων ὁ θάνατος καὶ ἐχθρὸς ἐπιτήδειος, ἀλλ’ εὔχρηστος μὲν ἡμῖν, ἑαυτῷ δὲ πολέμιος· ἐν ᾧ γὰρ αὔξει τὰ ἡμέτερα, καταλύσει τὰ ἴδια. Λύσις γὰρ θανάτου τὸ τοὺς τελευτῶντας εἰς ἀτελεύτητον ἀθανασίαν χωρεῖν.[…] Ἥλιος γὰρ διασκεδάζει γνόφον, διώκει δὲ νύκτα φωτοφόρος ἡμέρα· τὴν δὲ νύκτα τῆς ἀγνωσίας ἡ λευκοχίτων τῆς ἀναστάσεως ἐκάλυψεν ἡμέρα. Πάντα χαρᾶς καὶ φαιδρότητος γέμει. Πάσης δὲ φαιδρυνομένης τῆς κτίσεως πενθήρη μόνον τὸν διάβολον βλέπω. Ἡ γὰρ ἡμετέρα χαρὰ τῶν δαιμόνων ἐστὶν συμφορά. Πενθεῖ δὲ ἄρα ὁ διάβολος· ∆ιὰ τί; Ὅτι καὶ τὸν Ἀδὰμ ἀπώλεσεν καὶ τὸν λῃστὴν οὐκ ἐκράτησεν, ὅτι καὶ τὸ καθ’ ἡμῶν χειρόγραφον ἡρπάγη καὶ τὸ ὑπὲρ ἡμῶν τρόπαιον ἐφυτεύθη σταυρὸς κατὰ δαιμόνων τρόπαιον νικηφόρον. Σταυρὸς δένδρον ἀειθαλὲς καθ’ ἑκάστην ἡμέραν μαραίνων τὸν διάβολον. Ὁσάκις γὰρ ὁρᾷ, ποῦ τὴν ζωὴν περιέπειρεν, τοσαυτάκις μαραίνεται βαλλόμενος σφοδρῶς τῇ τῆς θλίψεως λόγχῃ, ὅτι καὶ τὴν ζωὴν οὐκ ἐφόνευσεν καὶ τὸν θάνατον διὰ τῆς ζωῆς ἐθανάτωσεν. Κρατήσας γὰρ ὁ θάνατος τὴν ζωὴν ἐνεκρώθη καὶ οἱ νεκροὶ τὴν ζωὴν ἰδόντες ἀνέστησαν. «Τὰ ἀρχαῖα παρῆλθεν, γέγονε τὰ πάντα καινά».

Ἔπεσεν ὁ πρῶτος Ἀδάμ, ὁ δεύτερος ῥήγνυσιν.
Κάτω γὰρ ῥήγνυσιν, ὃν ἄνωθεν ἔρριψεν.
Τὴν Εὔαν ἐσκέλισεν, παρὰ Μαρίας σκελίζεται.
Εὐχαριστεῖ τῷ ξύλῳ τῆς παραβάσεως, θρηνήσει τῷ σταυρῷ κολαζόμενος.
Ἐν τῷ παραδείσῳ κεκράτηκεν, ἐν τῷ ᾍδῃ κεκράτηται.
Ἐν τῷ παραδείσῳ μὴ κρατῶν ἐτυράννησεν, ἀλλ᾽ ἐν τῷ ᾍδῃ κρατῶν ἀπεστέρηται.
Ὃν οὐκ εἶχεν πρότερον ἔλαβεν, ἀλλ᾽ ὕστερον, ὃν κατεῖχεν ἀπώλεσεν.
Χαίρων ἔδραμεν καὶ θρηνῶν ἀνεχώρει.
«Τὰ ἀρχαῖα παρῆλθεν, γέγονεν τὰ πάντα καινά».
Τὸν Ἀδὰμ οὐκέτι κλείει παράδεισος, τοῦ λῃστοῦ τὰς θύρας ἀνοίξαντος.
Ἐκδικεῖ τὴν Εὔαν ἡ Μαρία. Οὗ γὰρ ἐκείνη τὰς ἐντολὰς οὐκ ἐφύλαξεν, τοῦτον αὕτη γαστρὶ περιέλαβεν·
καὶ ὃν οὐρανὸς οὐκ ἐχώρησεν, οὐκ ἐστενοχώρησεν ἡ γαστὴρ τῆς παρθένου.
Καὶ ὁ τὸν οὐρανὸν ἐπικρεμάσας τῷ κόσμῳ, εὐτελοῦς ἀπεκρεμᾶτο ξύλου, ἵνα ξύλῳ πλανήσῃ τὸν διὰ ξύλου τὸν Ἀδὰμ ἀπατήσαντα.

ΠΗΓΗ:   ΚΛΙΚ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου