ΑΥΤΗ Η ΗΜΕΡΑ ἣν ἐποίησεν ὁ Kύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ
ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ
Ἁγ. Ἰωάννου τοῦ Χρυσοστόμου
«ΑΥΤΗ Η ΗΜΕΡΑ»
(Ἀποσπάσματα Λόγου εἰς τὴν ἀνάστασιν τοῦ Kυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ)
Αὕτη
ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Kύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ”.
∆ιὰ τί; ὅτι οὐκέτι ὁ ἥλιος σκοτίζεται ἀλλὰ πάντα φωτίζεται, οὐκέτι τὸ
καταπέτασμα ῥήγνυται ἀλλ᾽ ἡ ἐκκλησία γνωρίζεται, οὐκέτι βαΐα τῶν
φοινίκων βαστάζομεν ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν. “Αὕτη ἡ ἡμέρα ἣν
ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. “Αὕτη
ἡ ἡμέρα, αὕτη καὶ οὐκ ἄλλη· μία γὰρ βασιλεία καὶ οὐ πολλαὶ τυραννίδες.
Αὕτη ἡ ἡμέρα ἡ κυριώνυμος, ἡ τροπαιοῦχος, ἡ τῆς ἀναστάσεως ἔθιμος καὶ
τῆς χάριτος καλλωπίστρια καὶ τοῦ λογικοῦ ἀμνοῦ διαμερίστρια, ἡ τῶν
ἀναγεννηθέντων γαλακτοδότρια καὶ τῶν πενήτων οἰκονομήτρια.
“Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ”, μὴ εἰς καπηλεῖα τρέχοντες ἀλλ᾽
εἰς μαρτύρια σπεύδοντες, μὴ μέθην τιμῶντες ἀλλὰ συμμετρίαν ἀγαπῶντες, μὴ
ἰουδαϊκῶς σκιρτῶντες ἀλλ᾽ ἀποστολικῶς τρυφῶντες, μὴ ἐν ταῖς ἀγοραῖς
παίζοντες ἀλλ᾽ ἐν τοῖς οἴκοις ψάλλοντες. […] Μηδεὶς τοίνυν ἡμῶν ταύτην
τὴν ἡμέραν ἀτιμάσῃ, τὴν διὰ τοῦ νόμου πάλαι
τυπωθεῖσαν, τὴν μετὰ ἀπειλῆς ἐπαγγελθεῖσαν, τὴν διὰ τῆς προφητικῆς
φωνῆς κηρυχθεῖσαν, τὴν διὰ τῆς τῶν πατέρων ἐπαγγελίας προσδοκηθεῖσαν,
τὴν διὰ τῆς τῶν ἀποστόλων αὐτοψίας πληρωθεῖσαν, τὴν διὰ τῆς
ἐκκλησιαστικῆς πίστεως προσδεχθεῖσαν. Αὕτη ἡ ἡμέρα ἐν ᾗ ὁ Ἀδὰμ
ἠλευθερώθη, ἐν ᾗ ἡ Εὔα ἀπηλλάγη τῆς λύπης, ἐν ᾗ ὁ ἀνήμερος θάνατος
ἔφριξεν, ἐν ᾗ τῶν κραταιῶν λίθων ἡ δύναμις παρελύθη ῥαγεῖσα καὶ τὰ τῶν
μνημείων κλεῖθρα διασπασθέντα ἀνέθη, ἐν ᾗ τὰ τῶν τελευτησάντων πάλαι
σώματα τῇ προτέρᾳ ζωῇ παρεδόθη, ἐν ᾗ οἱ διὰ παντὸς ἰσχυροὶ καὶ βέβαιοι
τῶν καταχθονίων νόμοι ἥττηνται, ἐν ᾗ ἐξανισταμένου τοῦ δεσπότου Χριστοῦ
οἱ οὐρανοὶ ἀνεῴχθησαν, ἐν ᾗ τὸ τῆς ἀναστάσεως εὐθαλὲς καὶ εὔκαρπον ὡς ἐν
κήπῳ τῇ οἰκουμένῃ τῷ γένει τῶν ἀνθρώπων ἐβλάστησεν, ἐν ᾗ τὰ τῶν
νεοφωτίστων ἀνεφύησαν κρίνα, ἐν ᾗ τὰ τῶν ἁμαρτωλῶν ἐξηράνθησαν ῥεῖθρα,
ἐν ᾗ τὰ τοῦ διαβόλου παρελύθησαν νεῦρα, ἐν ᾗ τὰ τῶν δαιμόνων
ἐσκορπίσθησαν τάγματα, ἐν ᾗ τὰ τῶν Ἰουδαίων κατῃσχύνθησαν πλήθη, ἐν ᾗ τὰ
τῶν πιστῶν εὐφραίνονται τάγματα, ἐν ᾗ τὰ τῶν μαρτύρων ἀναθάλλουσι
διαδήματα. “Ταύτην τοίνυν τὴν ἡμέραν ἐποίησεν ὁ κύριος,
ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ”, χάριτι τοῦ Χριστοῦ τοῦ διὰ τῆς
αὐτοῦ ἀναστάσεως τὴν σύμπασαν οἰκουμένην”ἐν σκότει καὶ σκιᾷ θανάτου
καθημένην”φωτίσαντος, μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ
προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου