ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΤΕΤΑΡΤΗΣ Λ΄ ΕΒΔΟΜΑΔΟΣ
ΤΕΤΑΡΤΗΣ Λ΄ ΕΒΔΟΜΑΔΟΣ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκές, οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι· ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους; Ἀλλ' ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ' ἐνιαυτόν· ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας· τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου. Ἀνώτερον λέγων ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ τὸν νόμον προσφέρονται, τότε εἴρηκεν· ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος τοῦ ᾿Ιησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ῞Αγιον· μετὰ γὰρ τὸ προειρηκέναι, αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, ἀφοῦ ὁ νόμος ἔχει μόνον σκιὰν τῶν μελλοντικῶν ἀγαθῶν καὶ ὄχι
αὐτὴν τὴν εἰκόνα τῆς πραγματικότητος, δὲν μπορεῖ ποτὲ μὲ τὶς ἴδιες
θυσίες, ποὺ διαρκῶς προσφέρουν κάθε χρόνο, νὰ κάνῃ τελείους τοὺς
προσερχομένους. Ἀλλοιῶς, δὲν θὰ εἶχαν παύσει νὰ προσφέρωνται; Ἐὰν ὅσοι ὑποβάλλωνται εἰς
τὴν λατρείαν αὐτὴν εἶχαν μιὰ φορὰ καθαρισθῆ, δὲν θὰ εἶχαν πλέον καμμίαν
συναίσθησιν τῶν ἁμαρτιῶν των. Ἐνῷ ἀπ’ ἐναντίας, μὲ τὰς θυσίας αὐτὰς γίνεται κάθε χρόνο ὑπενθύμισις τῶν ἁμαρτιῶν, διότι εἶναι ἀδύνατον αἷμα ταύρων καὶ τράγων νὰ ἀφαιρέσῃ ἀμαρτίας. Διὰ τοῦτο ὅταν ἔρχεται ὁ Χριστὸς εἰς τὸν κόσμον, λέγει, Θυσίαν καὶ προσφορὰν δὲν ἠθέλησες, ἀλλὰ μοῦ ἑτοίμασες σῶμα. Εἰς ὁλοκαυτώματα καὶ θυσίας δι’ ἁμαρτίας δὲν ἔχεις εὐαρέσκειαν. Τότε εἶπα, Ἰδοὺ ἦλθα, ὅπως εἶναι γραμμένον δι’ ἐμὲ εἰς τὸν κύλινδρον τοῦ βιβλίου, διὰ νὰ κάνω, ὦ Θεέ, τὸ θέλημά σου. Ἀφοῦ πρῶτα εἶπε, Θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ θυσίας δι’ ἁμαρτίας δὲν ἠθέλησες οὔτε ἔδειξες εὐαρέσκειαν, αἱ ὁποῖαι προσφέρονται κατὰ τὸν νόμον, κατόπιν εἶπε, Ἰδοὺ ἦλθα διὰ νὰ κάνω, ὦ Θεέ, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον διὰ νὰ στερεώσῃ τὸ δεύτερον. Δυνάμει τοῦ θελήματος τούτου εἴμεθα ἁγιασμένοι διὰ τῆς προσφορᾶς τοῦ σώματος τοῦ Ἰησοῦ Χριστοῦ μιὰ γιὰ πάντα. Καὶ ὁ μὲν ἱερεὺς ὑπηρετεῖ καθημερινῶς καὶ προσφέρει, πολλὲς φορές, τὶς
ἴδιες θυσίες, αἱ ὁποῖαι δὲν μποροῦν ποτὲ νὰ ἐξαλείψουν ἁμαρτίας. Ὁ Χριστὸς ὅμως, προσφέρει μίαν θυσίαν διὰ τὰς ἁμαρτίας γιὰ πάντα καὶ ἐκάθησεν εἰς τὰ δεξιὰ τοῦ Θεοῦ, καὶ περιμένει εἰς τὸ ἑξῆς ἕως ὅτου γίνουν οἱ ἐχθροί του ὑποπόδιον τῶν ποδιῶν του. Διότι μὲ μία προσφορὰν ἔκανε γιὰ πάντα τελείους ἐκείνους, ποὺ ἁγιάζονται. Μᾶς μαρτυρεῖ δὲ αὐτὸ καὶ τὸ Ἅγιον Πνεῦμα, διότι ἀφοῦ εἶπε πρῶτα, Ἡ διαθήκη, τὴν ὁποίαν θὰ συνάψω μὲ αὐτοὺς ὕστερα
ἀπὸ τὰς ἡμέρας ἐκείνας, λέγει ὁ Κύριος, εἶναι αὐτή: θὰ θέσω τοὺς νόμους
μου εἰς τὶς καρδιές των καὶ μέσα εἰς τὴν διάνοιάν των θὰ τοὺς ἐγχαράξω, ὕστερα προσθέτει, καὶ δὲν θὰ θυμηθῶ πλέον τὰς ἁμαρτίας των καὶ τὰς ἀνομίας των.Ἐκεῖ δὲ ποὺ ὑπάρχει συγχώρησις, δὲν ὐπάρχει πλέον θυσία δι’ ἁμαρτίαν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΤΕΤΑΡΤΗΣ ΙΔ΄ ΕΒΔΟΜΑΔΟΣ ΜΑΤΘΑΙΟΥ
ΤΕΤΑΡΤΗΣ ΙΔ΄ ΕΒΔΟΜΑΔΟΣ ΜΑΤΘΑΙΟΥ
ΚΕΙΜΕΝΟΝ
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· διέλθωμεν εἰς τὸ πέραν. Καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοῖα ἦν μετ᾿ αὐτοῦ. Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη, τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη αὐτὸ βυθίζεσθαι. Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ εἶπε τῇ θαλάσσῃ· σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν; Καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
ΕΡΜΗΝΕΙΑ
Εἶπεν ὁ Κύριος στοὺς μαθητές του· «Ἂς περάσωμεν εἰς τὴν ἀπέναντι ὄχθην». Καὶ ἀφοῦ ἄφησαν τὸν κόσμον, τὸν ἐπῆραν μαζί τους, ὅπως ἦτο, μέσα εἰς τὸ πλοιάριον. Ἦσαν καὶ ἄλλα πλοιάρια μαζί του. Καὶ γίνεται θύελλα μεγάλη καὶ τὰ κύματα ἐκτυποῦσαν ἐπάνω εἰς τὸ πλοιάριον, ὥστε ἄρχισε νὰ γεμίζῃ ἀπὸ νερά. Αὐτὸς δὲ ἤτανε εἰς τὴν πρύμνην καὶ ἐκοιμότανε ἐπάνω εἰς τὸ προσκέφαλον.
Τότε τὸν ξυπνοῦν καὶ τοῦ λέγουν, «Διδάσκαλε, δὲν σὲ ἐνδιαφέρει ποὺ
χανόμαστε;». Καὶ ἀφοῦ σηκώθηκε, ἐπέπληξε τὸν ἄνεμον καὶ εἶπε εἰς τὴν θάλασσαν,
«Σώπα, βουβάσου». Καὶ ἐσταμάτησε ὁ ἄνεμος καὶ ἔγινε μεγάλη γαλήνη. Καὶ τοὺς εἶπε, «Γιατὶ εἶσθε τόσον δειλοί; Πῶς δὲν ἔχετε πίστιν;»
Καὶ κατελήφθησαν ἀπὸ μεγάλον φόβον καὶ ἔλεγαν μεταξύ τους, «Ποιὸς ἄραγε
εἶναι αὐτὸς, ἀφοῦ καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα τὸν ὑπακούουν;».
ΠΗΓΗ: http://www.synaxarion.gr/cms/gr/content/kaini_diathiki.aspx
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου