ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΟΥ ΟΣΙΟΥ ΓΕΡΑΣΙΜΟΥ
ΤΟΥ ΕΝ ΚΕΦΑΛΛΗΝΙΑ
ΤΟΥ ΕΝ ΚΕΦΑΛΛΗΝΙΑ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματος εἶναι ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστοήθεια, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια. Ἐναντίον αὐτῶν δὲν ὑπάρχει νόμος. Ἀλλ’ ὅσοι ἀνήκουν εἰς τὸν Ἰησοῦν Χριστόν, ἐσταύρωσαν τὴν σάρκα μαζὶ μὲ τὰ πάθη καὶ τὰς ἐπιθυμίας. Ἐὰν ζῶμεν διὰ τοῦ Πνεύματος, πρέπει νὰ βαδίζωμεν καὶ κατὰ τὸ Πνεῦμα. Ἂς μὴ γινώμεθα κενόδοξοι, προκαλοῦντες ὁ ἕνας τὸν ἄλλον καὶ φθονοῦντες ὁ ἕνας τὸν ἄλλον. Ἀδελφοί, ἐὰν παρασυρθῇ κανεὶς σὲ κάποιο ἁμάρτημα, σεῖς οἱ πνευματικοὶ
πρέπει νὰ τὸν διορθώνετε μὲ πνεῦμα πραότητος καὶ νὰ προσέχῃς τὸν ἑαυτόν
σου μήπως πέσῃς καὶ σὺ σὲ πειρασμόν Ὁ καθένας νὰ βαστάζῃ τὰ βάρη τοῦ ἄλλου, καὶ κατ’ αὐτὸν τὸν τρόπον θὰ ἐκπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΗΣ ΗΜΕΡΑΣ
ΚΥΡΙΑΚΗΣ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΚΥΡΙΑΚΗΣ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. Ἐπηρώτησε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; Ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. Ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
ΕΡΜΗΝΕΙΑ
Κατ΄ ἐκεῖνο τὸν καιρό, ὅταν ἦλθε ὁ Ἰησοῦς εἰς τὴν πόλη τῶν Γαδαρηνῶν, τὸν συνήντησε κάποιος ἀπὸ τὴν πόλιν, ὁ
ὁποῖος εἶχε δαιμόνια ἀπὸ πολλὰ χρόνια· δὲν ἤτανε ντυμένος καὶ δὲν ἔμενε
σὲ σπίτι ἀλλὰ εἰς τὰ μνήματα. Ὅταν εἶδε τὸν Ἰησοῦν, ἔκραξε καὶ ἔπεσε εἰς τὰ πόδια του καὶ μὲ δυνατὴν
φωνὴν εἶπε, «Τί ἐπεμβαίνεις σ’ ἐμέ, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Σὲ
παρακαλῶ μὴ μὲ βασανίσῃς». Διότι ὁ Ἰησοῦς εἶχε διατάξει τὸ πνεῦμα τὸ ἀκάθαρτον νὰ βγῇ ἀπὸ τὸν
ἄνθρωπον. Πολλὲς φορὲς τὸν ἔπιανε καὶ τότε τὸν ἔδεναν μὲ ἁλυσίδες καὶ
χειροπέδες καὶ τὸν ἐφύλαγαν. Αὐτὸς ὅμως ἔσπαζε τὰ δεσμὰ καὶ ἐφέρετο ἀπὸ
τὸ δαιμόνιον εἰς τὰς ἐρήμους. Τὸν ἐρώτησε δὲ ὁ Ἰησοῦς, «Ποιὸ εἶναι τὸ ὄνομά σου;» Ἐκεῖνος δὲ εἶπε, «Λεγεών», διότι εἶχαν μπῆ πολλὰ δαιμόνια μέσα του, καὶ τὸν παρακαλοῦσαν νὰ μὴ τὰ διατάξῃ νὰ πᾶνε εἰς τὴν ἄβυσσον. Ὑπῆρχε δὲ ἐκεῖ μία ἀγέλη ἀπὸ χοίρους ποὺ ἔβοσκε εἰς τὸ βουνό. Καὶ τὸν
παρεκάλεσαν νὰ τοὺς ἐπιτρέψῃ νὰ μποῦν εἰς ἐκείνους. Καὶ τοὺς τὸ
ἐπέτρεψε. Ἐβγῆκαν τὰ δαιμόνια ἀπὸ τὸν ἄνθρωπον, ἐμπῆκαν εἰς τοὺς χοίρους καὶ
ὥρμησε ἡ ἀγέλη πρὸς τὸν κρημνὸν καὶ ἔπεσε εἰς τὴν λίμνην καὶ ἐπνίγηκε. Ὅταν οἱ βοσκοὶ εἶδαν τί συνέβη, ἔφυγαν καὶ τὸ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τὴν ὕπαιθρον Ἐβγῆκαν δὲ μερικοί νὰ ἰδοῦν τὸ γεγονὸς καὶ ἦλθαν εἰς τὸν Ἰησοῦν καὶ
εὑρῆκαν τὸν ἄνθρωπον, ἀπὸ τὸν ὁποῖον εἶχαν βγῆ τὰ δαιμόνια, νὰ κάθεται
κοντὰ στὰ πόδια τοῦ Ἰησοῦ, ντυμένος καὶ σωφρονισμένος, καὶ ἐφοβήθηκαν. Αὐτόπται μάρτυρες ἐπίσης τοὺς εἶπαν πῶς ἐθεραπεύθηκε ὁ δαιμονισμένος. Τότε ὅλος ὁ πληθυσμὸς τῆς περιοχῆς τῶν Γαδαρηνῶν τὸν παρεκάλεσε νὰ φύγῃ
ἀπ’ αὐτούς, διότι κατείχοντο ἀπὸ φόβον μεγάλον. Αὐτὸς τότε ἐμπῆκε εἰς
τὸ πλοιάριον καὶ ἐπέστρεψε. Ὁ ἄνθρωπος ἀπὸ τὸν ὁποῖον εἶχαν βγῆ τὰ δαιμόνια, παρεκάλεσε νὰ μείνῃ
μαζί του, ἀλλ’ ὁ Ἰησοῦς τοῦ εἶπε νὰ φύγῃ μὲ τὰ ἑξῆς λόγια, «Γύρισε εἰς τὸ σπίτι σου καὶ διηγοῦ ὅσα σοῦ ἔκαμε ὁ Θεός». Καὶ ἔφυγε καὶ ἔλεγε εἰς ὅλην τὴν πόλιν ὅσα τοῦ ἔκαμε ὁ Ἰησοῦς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου