Τρίτη 16 Μαρτίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΑΕΙΜΝΗΣΤΟΥ 

ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


Περὶ τῆς, ἐν γῇ, ζωῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 
(Ἐκ τῆς Παλαιᾶς Διαθήκης)

(Παπαφλέσσα  19  -  22  Ἀπριλίου  1973) 

Διὰ τὴν γέννησιν τοῦ Κυρίου: "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ" (Ἠσ. ζ΄ 14). 
Διὰ τὸ δικαστήριον τῶν παρανόμων: "Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ" (Ψαλμ. β΄ 2). 
Διὰ τὴν προδοσίαν: "Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾿ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾿ ἐμὲ πτερνισμόν" (Ψαλμ. μ΄ 10). 
Διὰ τὸν Σταυρικὸν Θάνατον: "Ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας. ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον" (Ψαλμ. κα΄ 17-19). 
Διὰ τὴν Ἀνάστασιν: "Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν" (Ψαλμ. ιε΄ 10). 
Διὰ τὴν Ἀνάληψιν: "Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος" (Ψαλμ. μστ΄ 6). 
Διὰ τὴν ἀποκατάστασιν: "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου" (Ψαλμ. ρθ΄ 1). 
"Σταυρὸς Παράδεισον ἠνέωξε, ληστὴν εἰσήγαγε, τὸ τῶν ἀνθρώπων γένος ἀπολῦσθαι μέλλειν καὶ οὐδὲ τῆς γῆς ἄξιον, πρὸς τὴν Οὐρανῶν Βασιλείαν ἐχειραγώγησε. Σταυρὸς τὸ τεῖχος, τὸ ὅπλον τὸ ἀήττητον" (Ἰωάννης ὁ Χρυσόστομος). 

Ὕμνος 

Τὸν νυμφῶνα Σου βλέπω Σωτήρ μου κεκοσμημένον καὶ ἔνδυμα οὐκ ἔχω ἵνα εἰσέλθω ἐν αὐτῷ. Λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, φωτοδότα καὶ σῶσόν με.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου