Τρίτη 2 Φεβρουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΙΕΡΩΣΥΝΗΣ 

Περὶ τῆς Θεόθεν συστάσεως τοῦ Μυστηρίου 
τῆς Ἱερωσύνης. (συνέχεια) 

Περὶ τῆς χειροθεσίας εἰς τὸν τοῦ πρεσβυτάρου βαθμόν, ἀναγινώσκομεν ἐν τῇ βίβλῳ τῶν Πράξεων τῶν Ἀποστόλων, ὅτι οἱ Ἀπόστολοι Παῦλος καὶ Βαρνάβας, κηρύξαντες τὸ Εὐαγγέλιον ἐν ταῖς πόλεσι τῆς Μικρᾶς Ἀσίας, Λύστρα καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, ἐχειροτόνησαν πρεσβυτέρους κατ' Ἐκκλησίαν (Πράξ. ιδ΄ 23). 
Περὶ τῆς χειροτονίας τῶν Διακόνων, ἀναγινώσκομεν ἐν αὐτῇ τῇ ἱερᾷ βίβλῳ, ἐν ᾗ λόγος περὶ τῶν πάντων ἑπτὰ διακόνων "οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας" (Πράξ. στ΄ 6). 
Ἐντεῦθεν μαρτυρεῖ ὁ Ἀπόστολος Παῦλος ὅτι Αὐτὸς ὁ Κύριος, ἔδωκεν τῇ Ἐκκλησίᾳ Αὐτοῦ, οὐ μόνον Άποστόλους, Προφήτας, Εὐαγγελιστάς, ἀλλὰ καὶ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν Ἁγίων εἰς ἔργον διακονίας (Ἐφεσ. δ΄ 11-12).


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου