Δευτέρα 1 Φεβρουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΙΕΡΩΣΥΝΗΣ 

Περὶ τῆς Θεόθεν συστάσεως καὶ τῆς οὐσίας 

τοῦ Μυστηρίου τῆς Ἱερωσύνης. 

Ἡ, Θεόθεν, σύστασις τοῦ Μυστηρίου τῆς Ἱερωσύνης ἐστὶ πρόδηλος. Ἐκ τῶν Πράξεων τῶν Ἁγίων Ἀποστόλων, οἵπερ, κατὰ τὴν διδασκαλίαν τοῦ Ἁγίου Πνεύματος τοῦ ὑπομιμνήσκοντος αὐτούς, πάντα ὅσα ὁ Κύριος Ἰησοῦς ἐνετείλατο αὐτοῖς. "ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν" (Ἰωάν. ιδ΄ 26). 

Οὕτω τὴν χειροθεσίαν εἰς τὸ τοῦ Ἐπισκόπου ἀξίωμα, μνημονεύει ὁ Ἅγιος Ἀπόστολος Παῦλος, ἐντελλόμενος τῷ μαθητῇ αὐτοῦ Τιμοθέῳ Ἐπισκόπῳ Ἐφέσου: "Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου" (Α΄ Τιμ. δ΄ 14), καὶ ἐν τῇ ἑτέρᾳ ἐπιστολῇ: "ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου" (Β΄ Τιμ. α΄ 6).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου