Παρασκευή 5 Φεβρουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ .. ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΙΕΡΩΣΥΝΗΣ 

Αἱ ἀόρατοι, τοῦ Μυστηρίου τῆς Ἱερωσύνης, ἐνέργειαι. 

Ἡ ἀόρατος τοῦ Μυστηρίου τῆς Ἱερωσύνης ἐνέργεια, συνίσταται ἐν τούτῳ` ὅτι δι' αὐτοῦ μετὰ τὴν εὐχήν, μεταδίδονται ὄντως τῷ χειροτονουμένῳ ἡ Θεία Χάρις, κατὰ τὸν λόγον τῆς μελλούσης διακονίας. 
Ἡ χάρις τῆς Ἱερωσύνης. 
Περὶ αὐτῆς ὡς ἤδη, α) σαφῶς ὁ Ἅγιος Ἀπόστολος Παῦλος, λέγει τῷ ἐπισκόπῳ τῆς Ἐφέσου Τιμοθέῳ: "Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου" (Α΄ Τιμ. δ΄ 14, Β΄ Τιμ. α΄ 6)
β) Οἱ Πατέρες τῆς ἐν Χαλκηδόνι Συνόδου (β΄ κανών), ποιοῦνται λόγον περὶ αὐτῆς ὡς περὶ χάριτος ἀοράτου. Σημειωτέον, ὅτι ἡ χάρις τῆς Ἱερωσύνης, εἰ καὶ μία, ὅμως μεταδίδοται διὰ τοῦ Μυστηρίου, ἐν διαφόροις βαθμοῖς, τοὐτέστι, τῷ μὲν Διακόνῳ ἐν τῷ ἐλαχίστῳ βαθμῷ, τῷ δὲ Πρεσβυτέρῳ ἐν μείζονι, τῷ δὲ Ἐπισκόπῳ ἐν πολλῷ ἔτι μείζονι, κατὰ τὸν λόγον, δηλαδή, τῆς ἐν Ἐκκλησίᾳ διακονίας αὐτῶν. 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου