Παρασκευή 29 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ 

Ἀόρατοι ἐνέργειαι τοῦ Μυστηρίου τοῦ Εὐχελαίου. 

1. Ἡ ἴασις τῶν σωματικῶν ἀσθενειῶν. 
Χάριν τῶν ἀσθενούντων, τῷ σώματι προώρισται κυρίως, τὸ Μυστήριον τοῦ Εὐχελαίου, διὸ καὶ ἡ θεραπεία  τῶν σωματικῶν ἀσθενειῶν συνίστησι τὸ πρώτιστον καρπὸν τοῦτον τοῦ Μυστηρίου, ὡς λέγει καὶ ὁ Ἀπόστολος, "Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος" (Ἰάκ. ε΄ 14-15)
Ἀληθές, ὅτι οὐ συμβαίνει ἀείποτε, ἡ ἐνέργεια αὕτη ἐκ τοῦ Εὐχελαίου. Ἀλλὰ συμβαίνει ὄντως ἐνίοτε, καὶ ὁ ἀσθενής, μικρὸν κατὰ μικρόν,  ἀνωραίζεται καὶ τέλος ἐγείρεται ἐκ τῆς κλίνης αὐτοῦ. 


 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου