Κυριακή 3 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΧΡΙΣΜΑΤΟΣ ΤΟΥ ΜΥΡΟΥ 

Ὁρατὸν μέρος τοῦ Μυστηρίου (συνέχεια) 

Περὶ τῆς χρίσεως τοῦ μετώπου, τῶν ὀφθαλμῶν, τῶν ὤτων, τῶν μυκτήρων καὶ τοῦ στόματος, μαρτυροῦσιν ἡ Δευτέρα καὶ ἡ Ἕκτη, Οἰκουμενικαὶ Σύνοδοι. 
4. Οἱ ἀπαγγελόμενοι κατὰ τήν, διὰ τοῦ Ἁγίου Μύρου, χρῖσιν τῶν γνωστῶν τοῦ σώματος, λόγοι: "σφραγὶς δωρεὰς Πνεύματος Ἁγίου"
Ἐν τῷ ἑβδόμῳ, τῆς Β΄ Οἰκουμενικῆς Συνόδου, κανόνι ἀναγινώσκομεν, "Τοὺς προστιθεμένους τῇ ὀρθοδοξίᾳ, καὶ τῇ μερίδι τῶν σῳζομένων, ἀπὸ αἱρετικῶν, δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν, καὶ συνήθειαν.  ...  σφραγιζομένους, ἤτοι χριομένους, πρῶτον τῷ ἁγίῳ μύρῳ τό τε μέτωπον, καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς ῥίνας, καὶ τὸ στόμα, καὶ τὰ ὦτα· καὶ σφραγίζοντες αὐτούς, λέγομεν· Σφραγὶς δωρεὰς Πνεύματος ἁγίου"

ΑΟΡΑΤΟΣ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΧΡΙΣΜΑΤΟΣ, ΕΝΕΡΓΕΙΑΙ, ΚΑΙ ΜΥΡΟΥ. 

Ἐπειδή δε αἱ τοῦ Ἁγίου Βαπτίσματος δωρεαί, ἐν αἷς μεταδίδοται τοῦτο τοῖς πιστοῖς διὰ τοῦ Μυστηρίου τοῦ Χρίσματος τοῦ Μύρου, εἰσί, κατὰ ἀπαρίθμησιν τοῦ Προφήτου Ἠσαϊου. ἑπτά: "πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ... πνεῦμα φόβου Θεοῦ" (Ἠσ. ια΄ 2-3). Ὧν μὲν τρία κατ' ἐξοχὴν εὶ ςτὸ τοῦ νοός, φωτισμόν, τὰ δὲ τέσσαρα εἰς τὸν στηριγμὸν τῆς βουλῆς ἐν τῷ ἀγαθῷ ἀναφαίρονται.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου