Τρίτη 19 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ 

Τίνα τά, παρὰ τῶν προσερχομενων τῷ Μυστηρίῳ τῆς Μετανοίας, προσαπαιτούμενα; 

Ἵνα ὁ, τῷ Μυστηρίῳ τῆς Μετανοίας, προσερχόμενος δυνηθῂ ὄντως λαβεῖν ἄφεσιν ἁμαρτιῶν, προσαπαιτοῦνται παρ' αὐτοῦ, κατὰ τὴν διδασκαλίαν τῆς Ὀρθοδόξου Ἐκκλησίας, οἱ ἑξῆς ὅροι: 
1. Ἡ, ἐπὶ ταῖς ἁμαρτίαις, συντριβή. Αὕτη ἐστὶν ἀναγκαία συνωδᾷ τῇ φύσει ἔνθα οὔκ ἐστιν ἀληθὴς ἐπὶ ταῖς ἁμαρτίαις, ἀλλὰ κατ' ἐπίφασιν μετάνοια. Ἐντεῦθεν, ἐν τῇ Παλαιᾷ Διαθήκῃ, Αὐτὸς ὁ Θεὸς προσκαλῶν ἀνθρώπους εἰς μετάνοιαν, ἠξίου παρ' αὐτῶν ὡς οὐσιώδη ὅρον τὴν ἐπὶ ταῖς ἁμαρτίαις συντριβήν: "ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ· καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν" (Ἰωὴλ β΄ 12-13). 
Παρομοίως, καὶ ἐν τῇ Καινῇ Διαθήκῃ, βουλόμενος ὁ Χριστὸς Σωτὴρ δεῖξαι τὸ τῆς ἀληθοῦς μετανοίας παράδειγμα, παρίστησιν ἐν ταῖς παραβολαῖς, τοῦ Ἀσώτου καὶ τοῦ Τελώνου. Ἐν ὁπόσῃ βαθεῖᾳ αὐτοκατακρίσει καὶ συντριβῇ ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις, ἐπανῆλθε πρὸς τὸν Πατέρα ὁ Ἄσωτος υἱὸς καὶ ἀνέκραξεν: "πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου" (Λουκ. ιε΄ 18-19). Καὶ ἐν ὁπόσῃ ταπεινῇ καὶ συντετριμμένῃ καρδίᾳ προσήρχετο εἰς τὸν τοῦ Θεοῦ Ναὸν ὁ Τελώνης, ὅς "μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ" (Λουκ. ιη΄ 13). 
2. Ἡ σταθερὰ βουλὴ τοῦ ἐπανορθῶσαι τὸν βίον ἐν τῷ μέλλοντι. Ἐν τῷ λόγῳ τοῦ Θεοῦ, ἀξιοῦται πάντως παρὰ τοῦ μετανοοῦντος, τοιαύτη ἐπιθυμία καὶ βουλή. Ὁ κῆρυξ τῆς μετανοίας, Ἰωάννης ὁ Πρόδρομος, "Ἰδὼν ... πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;" (Ματθ. γ΄ 7). Ὁ Ἅγιος Ἀπόστολος Πέτρος, ἐν τῷ λόγῳ πρὸς τοὺς Ἰουδαίους εἶπε: "Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας" (Πράξ. γ΄ 19). 


 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου