Παρασκευή 22 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ 

Αἱ ἀόρατοι ἐνέργειαι τοῦ Μυστηρίου τῆς Μετανοίας καὶ ἡ δύναμις τῶν ἐνεργειῶν αὐτοῦ. (συνέχεια) 

Ἰστέον ὅτι αἱ ἀόρατοι τῆς  χάριτος, ἐν τῷ Μυστηρίῳ τῆς Μετανοίας, ἐνέργειαι, καθήκουσι διὰ τῆς εὑρύτητος καὶ δυνάμεως αὐτῶν, ἐφ' ἁπάσας τὰς ἀνθρωπίνους παρανομίας καὶ ὅτι οὐδὲν ἁμάρτημα δύναται μένειν τοῖς ἀνθρώποις διὰ παντὸς ἀσυγχώρητον, ὅταν οὗτοι εἰλικρινῶς μετανοῶσι καὶ ἐξομολογῶνται αύτῷ, μετὰ ζώσης πίστεως εἰς τὸν Κύριον Ἰησοῦν καὶ εἰς τὰς ἀξιομισθίας Αὐτοῦ, "οὐ γὰρ ἦλθον", ἔλεγεν ὁ Σωτήρ, "καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν" (Ματθ. θ΄ 13, ιη΄ 11)
"Οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων" (Ματθ. ιη΄ 14), συνεχώρησε δε τῷ Ἀποστόλῳ Πέτρῳ τῷ ὑπὲρ μεγάλως ἁμαρτήσαντι, διὰ τὸ ὅτι ἀληθῶς μετενόησε. "Οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι" (Β΄ Πέτ. γ΄ 9)
Γνωστὸν δὲ ἔτι ὅτι ὁ Ἅγιος Πέτρος προσεκάλει εἰς μετάνοιαν ἐκ τῶν Ἰουδαίων καὶ τοὺς ἀληθῶς ἔτι Μεσσίαν σταυρώσαντες (Πράξ. β΄ 36-38).


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου