Σάββατο 16 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ 

Ἐπειδὴ ὁ ἄνθρωπος καίπερ τέλειον, ἐν τῇ τοῦ Βαπτίσματος κολυμβήθρα, ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, καθαρθείς, οὐκ ἀπαλάσσεται άπὸ τῶν ἐπακολουθημάτων τοῦ προπατορικοῦ ἁμαρτήματος καὶ τῆς κληρονομικῆς διαφθορᾶς, ἐξ ὧν, ἐν μὲν τῇ ψυχῇ αὐτοῦ ἡ ροπὴ πρὸς τὸ κακόν, ἐν δὲ τῷ σώματι αἱ νόσοι καὶ ὁ θάνατος. Ἐπειδὴ καὶ χριστιανὸς ἤδη ὢν ἁμαρτάνει αὖθις καὶ δὴ πάνυ συχνῶς. "Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν" (Α΄ Ἰωάν. α΄ 8-10)
Ἐπειδὴ δύναται ὑποκύπτειν νόσοις πάνυ βαρείας, ἀνίοτε καὶ μέχρι τοῦ χείλους τοῦ τάφου ἀγούσαις, ὁ Πανάγιος Κύριος εὐδόκησε, διατάξαι ἐν τῇ Ἐκκλησίᾳ Αὐτοῦ, δύο ἔτι Μυστήρια, ὡς δύο σωτήρια φάρμακα, ὑπὲρ ἀσθενῶν αὐτῆς μελῶν, τὸ τῆς Μετανοίας Μυστήριον τὸ τὰς πνευματικὰς ἀσθενείας ἰώμενον, καὶ τὸ τοῦ Εὐχελαίου τὸ τὰς σωτηρίους αὐτοῦ ἐνεργείας ἐπεκτεῖναι καὶ ἐπὶ τὰς σωματικὰς ἀσθενείας. 
Ἐξετάσωμεν νῦν τὸ τῆς Μετανοίας Μυστήριον. 
Ἡ Μετάνοια, ἐν τῇ ἐκδοχῇ τῆς τοῦ Μυστηρίου ἐννοίας, ἐστὶ τοιαύτη ἱεροτελεστία ἐν ᾗ, ὁ τῆς Ἐκκλησίας ποιμήν, ἀπολύει τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος, τὸν μετανοήσαντα καὶ ἐξομολογούμενον χριστιανόν, πασῶν τῶν ἁματιῶν τῶν μετὰ τὸ Βάπτισμα ὑπ' αὐτοῦ τελεσθεισῶν, οὕτως ὥστε ὁ ἀπολυθεὶς οὗτος τῶν ἰδίων ἁναρτιῶν, καθίσταται ἐκ νέου ἀθῶος καὶ ἡγιασμένος, ὡ ὅτε ἐξῆλθε τοῦ ὕδατος τοῦ Βαπτίσματος.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου