Τετάρτη 13 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ 

Τίνι ἔξεστι τελεῖν τὸ τῆς Εὐχαριστίας Μυστήριον καὶ 
τίς ὁ αὐτοῦ μεταλαμβάνειν δυνάμενος; 

Ἡ ἐξουσία τοῦ τελεῖν τὸ τῆς Εὐχαριστίας Μυστήριον, ἀνήκει, κατὰ τὴν διδασκαλίαν τῆς Ὀρθοδόξου Ἐκκλησίας, εἰς μόνους τοὺς Ἐπισκόπους ὡς διαδόχους τῶν Ἀποστόλων. Μεταδίδοται δὲ δι' αὐτῶν, καὶ τοῦς πρεσβυτέροις. 
α) Ὅτι, μόνοις τοῖς Ἀποστόλοις καὶ ἐν τῷ προσώπῳ αὐτῶν εἰκότως, μόνοις τοῖς διαδόχοις μετέδωκεν ὁ Κύριος τὴν ἐξουσίαν ταύτην, ἐντειλάμενος αὐτοῖς, ἐν τῇ τοῦ ἁγιωτάτου Μυστηρίου συστάσει, "τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν" (Λουκ. κβ΄ 19, Α΄ Κορ. ια΄ 25), ὅτι ἀπὸ αὐτῶν τῶν ἡμερῶν τῶν Ἀποστόλων, μόνον οἱ Ἐπίσκοποι καὶ οἱ πρεσβύτεροι, ἐχρῶντο ἀείποτε ἐν τῇ Ἐκκλησίᾳ τῇ ἐξουσίᾳ ταύτῃ. Τοῦτο μαρτυρεῖται, οὐ μόνον ὑπὸ πολλῶν διδασκάλων, ἀλλὰ καὶ ὑπὸ Συνόδων ὅλων, ἤτοι τῆς ἐν Νικαίᾳ Α΄ κανὼν ιη΄, τῆς ἐν Ἀγκύρᾳ κανὼν δ΄, καὶ τῆς ἐν Λαοδικείᾳ κανὼν νη΄.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου