Κυριακή 27 Δεκεμβρίου 2020

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ 

Ἡ ἀπαγόρευσις τῆς ἐπαναλήψεως τοῦ μυστηρίου τοῦ Βαπτίσματος. 

Ἐκ τῶν ἀποτελεσμάτων τῶν, ὑπὸ τοῦ μυστηρίου τοῦ Βαπτίσματος, προερχομένων εἰς τὰς τῶν πιστῶν ψυχάς, ἡ Ὀρθόδοξος Ἐκκλησία, ἑπομένη τῷ λόγῳ τοῦ Θεοῦ, "εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα" (Ἐφεσ. δ΄ 5), διδάσκει ἡμᾶς καὶ ὁμολογεῖ, ὅτι ἕν Βάπτισμα, ἅπαξ μόνον ἑκάστῳ ἀνθρώπῳ δίδοται, καὶ ὅτι ἡ ἐπανάληψις αὐτοῦ, γενομένου ἅπαξ ὀρθῶς, οὐδενὶ ἐπιτρέπεται. Ὡς δὲ ἐν τῇ πνευματικῇ γεννήσει, τὸ τοῦ Βαπτίσματος μυστήριον, τίθησι σφραγίδα ἐφ' ἕκαστον διὰ παντὸς ἐπὶ τὸν Βαπτισθέντα μένουσαν, κι' ἂν μυρίαις συμβέβηκεν αὐτὸν περιπεσεῖν ἁμαρτίαις ἢ καὶ αὐτῇ τῇ ἐξομώσει τῆς πίστεως. 

ΑΝΑΓΚΗ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ ΑΠΑΣΙ - 
ΒΑΠΤΙΣΜΑ ΤΩΝ ΝΗΠΙΩΝ. 

Τὴν ἀνάγκην τοῦ Μυστηρίου τοῦ Βαπτίσματος ἅπασι, ἐμαρτύρει αὐτὸς ὁ Σωτήρ, (Ἰωάν. γ΄ 5), (Μάρκ. ιστ΄16) καὶ οἱ Ἅγιοι Ἀπόστολοι, (Πράξ. β΄ 37-38), (Πράξ. ι΄ 45-48)
1. Καὶ τὰ νήπια ἐστὶν ἱκανὰ πρὸς τὴν τοῦ Θεοῦ Βασιλείαν, πρὸς τόν, παρὰ τοῦ Ἁγίου Πνεύματος, ἁγιασμόν. "Ἄφετε τὰ παιδία", εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς Αὐτοῦ, "καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν" (Ματθ. ιθ΄ 14)
2. Καὶ τὰ νήπια, οὐκ εἰσὶ ἀπηλλαγμένα τοῦ προπατορικοῦ ἁμαρτήματος καὶ οὐκ ἄλλως δύνανται καθαρθῆναι ἀπ' αὐτοῦ, εἰ μὴ διὰ μόνου τοῦ Βαπτίσματος. Γνωστὴ ἡ ρῆσις τοῦ Κυρίου, "ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ" (Ἰωάν. γ΄ 5). Ὅσον ἀφορᾷ εἰς τὰ νήπια, λέγει ὁ Ἅγιος Διονύσιος ὁ Ἀρεοπαγείτης εἰς αὐτοὺς τοὺς Ἀποστόλους: "Τοῦτο, τοῖς ἁγίοις ἡμῶν καθηγεμόσιν εἰς νοῦν ἐληλυθός, ἔδοξεν εἰσδέχεσθαι τὰ βρέφη κατὰ τόνδε τὸν ἱερὸν τρόπον, ὥστε τοὺς φυσικούς, τοῦ προσαγομένου παιδός, γονέας, παραδιδόναι τὸν παῖδα τῷ μεμυημένῳ ἀγαθῷ τὰ Θεῖα παιδαγωγῷ, καὶ τὸ λοιπόν, ὑπ' αὐτοῦ τὸν παῖδα ὡς ὑπὸ θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν, ὁ ἱεράρχης, ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγκην τὴν ζωὴν, ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς ἱερὰς ὁμολογίας" (Ἅγιος Διονύσιος ὁ Ἀρεοπαγείτης, Πράξ. ιζ΄ 34).




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου