Σάββατο 26 Δεκεμβρίου 2020

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ 

Τὸ ἀόρατον μέρος τοῦ Μυστηρίου 
τοῦ Βαπτίσματος (συνέχεια) 

2. Καθαίρει τὸν Βαπτιζόμενον ἀπὸ πάσης ἁμαρτίας, δικαιοῖ καὶ ἁγιάζει, ἐκ τῶν λόγων τοῦ Ἁγίου Ἀποστόλου Πέτρου, "μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν" (Πράξ. β΄ 38)
Τέλος, ἐκ τῆς τοῦ Ἁγίου Ἀποστόλου Παύλου μαρτυρίας, "Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν" (Α΄ Κορ. στ΄ 11).
Οὕτω τὸ Βάπτισμα αἴρει πάσας τὰς ἁμαρτίας. 
3. Καθίστησι τὸν Βαπτιζόμενον, τέκνον Θεοῦ, μέλος τοῦ Σώματος τοῦ Χριστοῦ, ἤγουν τῆς Ἐκκλησίας. "Πάντες γὰρ", λέγει ὁ Ἀπόστολος Παῦλος, "υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. ... πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ" (Γαλ. γ΄ 26-28)
Καὶ ἀλλαχοῦ, "καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν" (Α΄ Κορ. ιβ΄ 13). 
4. Σώζει ἡμᾶς ἀπὸ τῶν αἰωνίων, ἐπὶ τῆς ἁμαρτίας, κολάσεων, καὶ καθίστησιν κληρονόμους αἰωνίου ζωῆς. "Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται" (Μάρκ. ιστ΄ 16).


 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου