Τετάρτη 23 Δεκεμβρίου 2020

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ 

Περὶ τῆς θείας τοῦ μυστηρίου τοῦ Βαπτίσματος, διατάξεως. 

Διάταξις: Τὸ τοιοῦτον μυστήριον, διέταξεν ὁ Κύριος μετὰ τὴν Ἀνάστασιν ὅτε ἐξηγόρασεν ἡμᾶς τῷ ὑπερτιμίῳ Αὐτοῦ αἵματι καὶ κτησάμενος δι' αὐτοῦ τὰ δικαιώματα τοῦ διανέμειν τοῖς πιστοῖς, τὰς δωρεὰς τοῦ Ἁγίου Πνεύματος. (Ἰωάν. ζ΄ 39), (Β΄ Πέτ. α΄ 3-4), (Α΄ Κορ. στ΄ 3-4). Πανηγυρικῶς εἶπεν τοῖς μαθηταῖς Αὐτοῦ, "ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος" (Ματθ. κη΄ 18-20). "Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται" (Μάρκ. ιστ΄ 16)
"Μετανοήσατε", εἶπεν ὁ Ἅγιος Ἀπόστολος Πέτρος, "καὶ βαπτισθήτω ἕκαστος ..." καὶ τῷ ὄντι, ἐν τῇ ἡμέρα ἐκείνη, ἐβαπτίσθησαν ὡσεὶ τρισχίλιαι ψυχαὶ (Πράξ. β΄ 41)
Οὐ πολὺ δὲ ὕστερον, ὁ Ἅγιος Ἀπόστολος Φίλιππος, ἐβάπτισεν τὸν εὐνοῦχον (Πράξ. η΄ 27-39), ὁ Ἀπόστολος Πέτρος, τὸν ἑκατόνταρχον Κορνήλιον μετὰ τοῦ οἴκου αὐτοῦ (Πράξ. ι΄), ὁ Ἅγιος Ἀπόστολος Παῦλος τὴν Λυδίαν, "ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς" (Πράξ. ιστ΄ 15), τὸν δεσμοφύλακα καὶ τοὺς οἰκείους αὐτοῦ, "καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα" (Πράξ. ιστ΄ 33), τὸν Κρῖσπον σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ καὶ πολλοὺς τῶν Κορινθίων (Πράξ. ιη΄ 8), μαθητάς τινας ἐν Ἐφέσῳ βαπτισθέντας πρότερον, ἐν τῷ τοῦ Ἰωάννου βαπτίσματι (Πράξ ιθ΄ 1-5). 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου