Σάββατο 21 Νοεμβρίου 2020

ΚΑΤΗΧΗΣΕΙΣ ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

 ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΑΠΟΤΑΞΕΩΝ ΚΑΙ ΣΥΝΤΑΞΕΩΝ (24 ΑΥΓΟΥΣΤΟΥ 1975) 
(Κατασκήνωσις Συχαινῶν Πατρῶν)
 
Ἐκ τῶν Κατηχήσεων τοῦ Ἁγίου Κυρίλλου Ἱεροσολύμων. 

Ἀποτάσσομαί σοι σατανά τῷ πάσης κακίας δημιουργῷ καὶ συνεργῷ. 
Εἶτα ἐν δευτέρᾳ λέξει μανθάνεις λέγειν, "καὶ πᾶσι τοῖς ἔργοις σου". Ἔργα δέ τοῦ σατανά, πᾶσα ἐστίν ἁμαρτία, ᾗ καὶ ἀποτάσεται ἀναγκαῖον. 
Ἀποτάσσῃ τοίνυν, τοῖς ἔργοις τοῦ σατανά, πάσαις φημί πράξεσι καὶ ἐννοίαις παρὰ λόγου γινομέναις. 
Εἶτα λέγεις, "καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ". Πομπή δὲ διαβόλου ἐστίν, θεατρομανίαι καὶ ἱπποδρομίαι καὶ κυνηγεσία καὶ πᾶσα τοιαύτη ματαιότης, ἧς εὐχόμενος ὁ εὐχόμενος ἐλευθερωθῆναι, ὁ ἅγιος τῷ Θεῷ λέγει, "ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα" (Ψαλμ. ριη΄ 37). 
Μετὰ ταῦτα λέγεις, "καὶ τῇ λατρείᾳ αὐτοῦ". Λατρεία δὲ τοῦ διαβόλου, ἡ ἐν εἰδωλείοις εὐχή, τὰ πρὸς τιμὴν γινόμενα τῶν ἀψύχων εἰδώλων, οἰωνοσκοπία, μαντεία, κληδωνισμός, αἱ ἐν πετάλοις ἐπιγραφαί ... καὶ ὅσα τοιαῦτα, λατρεία ἐστι τοῦ διαβόλου. 
Πρόσεχε τοίνυν σεαυτῷ καὶ μὴ στρέφου πάλιν, βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον. (Λουκ. θ΄ 62)


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου