Δευτέρα 9 Απριλίου 2018

«ΔΙΠΛΗ ΑΝΑΣΤΑΣΗ» (Ἅγ. Γρηγόριος Παλαμᾶς)

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ

«ΔΙΠΛΗ ΑΝΑΣΤΑΣΗ»

Ἁγ. Γρηγορίου Παλαμᾶ
ἀποσπάσματα τῆς Ὁμιλίας, ποὺ ἐξεφωνήθη κατὰ τὸ Μ. Σάββατο,
ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΣΑΡΚΑ
ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΟΙΚΟΝΟΜΙΑΣ,

(E.Π.E. 9, Iϛ´)

.         […] Διὰ τοῦτο ὁ μόνος ἀμόλυντος ἀνεφάνη Χριστὸς καὶ προσφορὰν ἑαυτὸν καὶ ἀπαρχὴν προσήνεγκε τῷ Πατρὶ ὑπὲρ ἡμῶν, ἵνα οἱ πρὸς τοῦτον ὁρῶντες καὶ τούτῳ πιστεύοντες καὶ διὰ τῆς πρὸς αὐτὸν ὑπακοῆς αὐτῷ κολλώμενοι δι᾿ αὐτοῦ ἐμφανισθῶμεν τῷ προσώπῳ τοῦ Θεοῦ ἱλασμοῦ τυχόντες ἁγιασθῶμεν ἅπαντες… τοίνυν οὐ μόνον ὁ τοῦ Θεοῦ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, …ἀλλά καὶ τὴν καθ᾿ ἡμᾶς νῦν, εἰ καὶ καθαρὰν ἄκρως, θνητὴν ὅμως καὶ παθητήν, ἀνελάβετο σάρκα καὶ ταύτῃ τὸν μὲν ἀρχέκακον ὄφιν θεοσόφῳ δελέατι διὰ τοῦ σταυροῦ ἀγγιστρεύσας τὸ ὑπ᾿ αὐτοῦ δουλουμένον ἅπαν ἠλευθέρωσε γένος [… ]τὴν ἀνάστασιν ἡμῖν καὶ τὴν ἀθανασίαν καὶ τὴν ἐν οὐρανοῖς ἀΐδιον καὶ ἀκήρατον καὶ μακαρίαν ὄντως ζωὴν ἐχαρίσατό τε καὶ ἐπιστώσατο, ἑνὶ θανάτῳ τῷ τῆς οἰκείας σαρκὸς καὶ μιᾷ τῇ ταύτης ἀναστάσει, τὸν διπλοῦν ἡμῖν θάνατον ἰασάμενος καὶ τῆς διττῆς ἡμᾶς αἰχμαλωσίας ἐλευθερώσας, τῆς ψυχῆς δηλαδὴ καὶ τοῦ σώματος
[…] οὕτως ὁ ἀγαθὸς δι᾿ ἑνὸς τοῦ κατὰ σῶμα θανάτου, τὸν διπλοῦν ἡμῖν ἰάσατο θάνατον καὶ διὰ μιᾶς τῆς τοῦ ἰδίου σώματος ἀναστάσεως τὴν διπλῆν ἡμῖν ἀνάστασιν ἐδωρήσατο, διὰ σωματικοῦ θανάτου καθελὼν τὸν ἐν θανάτῳ τὸ κράτος ἔχοντα κατὰ τῆς ψυχῆς ἡμῶν καὶ τοῦ σώματος καὶ κατ᾿ ἄμφω τῆς ἐκείνου τυραννίδος ἡμᾶς ρυσάμενος. Ὑποδύεται μὲν γὰρ ὁ Πονηρὸς τὸν ὄφιν, ὡς δι᾿ αὐτοῦ τὸν ἄνθρωπον ἀπατήσων, ἀναλαμβάνει δὲ τὴν ἀνθρωπίνην φύσιν ὁ τοῦ Θεοῦ Λόγος, ὡς δι᾿ αὐτῆς φενακίσων τὸν φενακίσαντα˙ ἀλλ᾿ ἀνεξαπάτητον αὐτὴν λαμβάνει καὶ καθαρὰν καὶ τοιαύτην εἰς τέλος διατηρεῖ, προσάγων τῷ Πατρὶ ταύτην ὡς ἀπαρχήν, εἰς ἁγιασμὸν ἡμῶν ἀφ᾿ ἡμῶν.
.           […] Διὰ ταῦτα τοίνυν ἐκμανεὶς [ὁ Διάβολος] κατὰ Χριστοῦ… κινεῖ πρὸς φόνον τούτου τὰς γνώμας τῶν ἀπειθῶν Ἰουδαίων… Ἐθάρρει δὲ τούτου θανόντος καὶ τὴν αὐτοῦ ψυχὴν ἐν ᾅδου κατάκλειστον ἔχειν, ὡς καὶ τὰς τῶν ἐξ αἰώνων ἁπάντων ψυχάς…Οὕτως ὁ ἀπατεὼν ἐξηπάτηται, τῷ τῆς σαρκὸς τοῦ Χριστοῦ παθητῷ τε καὶ θνητῷ προσβαλών, καὶ τὸ φῶς ἤνεγκεν ἄκων ταῖς σκοτειναῖς αὐτοῦ καταδύσεσι καὶ τὸν τῆς ζωῆς δοτῆρα ταῖς διὰ τὴν νοητὴν νέκρωσιν ὑπ᾿ αὐτοῦ τυραννουμέναις ψυχαῖς ἐπέστησεν˙ οὐ μόνον δὲ ἀλλὰ καὶ τὸ τῆς ἀναστάσεως παρεκτικὸν σῶμα τοῖς τεθνηκόσιν ἀνέμιξε, θανάτῳ καὶ ταφῇ παραδοῦναι σπεύσας αὐτός. Ὁ δὲ Κύριος ἠδύνατο μὲν καὶ ταύτας αὐτοῦ τὰς ἐπιβουλὰς διακρούσασθαι, ἀλλ᾿ οὐκ ἠθέλησεν, ἠθέλησε δὲ μᾶλλον ὑπελθεῖν τὸ πάθος ὑπὲρ ἡμῶν, δι᾿ ὃ καὶ θεάνθρωπος γέγονεν. Εἰ μὴ γὰρ ἄνθρωπος ἦν, οὐκ ἦν δυνατὸν παθεῖν˙ εἰ δὲ μὴ Θεός, ἀπαθὴς κατὰ τὴν θεότητα διαμένων, οὐκ ἂν ὑπὲρ ἡμῶν ὑπέστη σαρκὶ τὸν θάνατον, δι᾿ αὐτοῦ τὴν ἀνάστασιν ἡμῖν χαριζόμενος.
.                 […] Διὰ τοῦτο γὰρ ὃν οὐκ ὤφειλεν ὑπὲρ ἡμῶν ὑπέμεινεν θάνατον, ἵνα τοὺς ἐποφειλομένους ὑφισταμένους ἡμᾶς ἔκ τε τῆς δουλείας τοῦ Διαβόλου καὶ τοῦ θανάτου λυτρώσηται˙ θανάτου καὶ τοῦ κατὰ ψυχήν λέγω, καὶ τοῦ κατὰ σῶμα, τοῦ τε προσκαίρου καὶ διαιωνίζοντος. 

ΠΗΓΗ:   ΚΛΙΚ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου