Περὶ τῆς
ἱερᾶς καὶ μητρὸς τῶν ἀρετῶν τῆς μακαρίας προσευχῆς·
καὶ περὶ τῆς ἐν αὐτῇ νοερᾶς,
καὶ αἰσθητῆς παραστάσεως.
1. (1129.) Προσευχή ἐστι κατὰ μὲν τὴν αὐτῆς ποιότητα συνουσία καὶ
ἕνωσις ἀνθρώπου καὶ Θεοῦ· κατὰ δὲ τὴν ἐνέργειαν, κόσμου σύστασις· Θεοῦ
καταλλαγὴ, δακρύων μήτηρ καὶ πάλιν θυγάτηρ, ἁμαρτημάτων
ἱλασμὸς, πειρασμῶν
γέφυρα, θλίψεων μεσότοιχον, πολέμων θραῦσις, ἀγγέλων ἔργον, ἀσωμάτων
πάντων τροφή· ἡ μέλλουσα εὐφροσύνη, ἀπέραντος ἐργασία, ἀρετῶν πηγὴ,
χαρισμάτων πρόξενος, προκοπὴ ἀόρατος, τροφὴ ψυχῆς, νοῦ φωτισμὸς, ἀπογνώσεως
πέλυξ, ἐλπίδος ἀπόδειξις, λύπης λύσις, πλοῦτος μοναχῶν, ἡσυχαστῶν θησαυρὸς,
θυμοῦ μείωσις, ἔσοπτρον προκοπῆς, μέτρων ἐμφάνεια, καταστάσεως δήλωσις,
τῶν μελλόντων μηνυτής, κλέους σημασία. Προσευχή ἐστι τῷ ὄντως εὐχομένῳ
δικαστήριον καὶ κριτήριον, καὶ βῆμα Κυρίου, πρὸ τοῦ βήματος μέλλοντος·
2. ἀναστάντες ἀκούσωμεν, τῆς ἱερᾶς ταύτης βασιλίσσης τῶν ἀρετῶν πρὸς
ἡμᾶς ὑψηλῇ τῇ φωνῇ βοώσης καὶ λεγούσης· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες
καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς,
καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, καὶ ἴασιν ταῖς πληγαῖς ὑμῶν.
Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ πταισμάτων μεγάλων ἰαματικὸς ὑπάρχει.
3. Ὅσοι βασιλεῖ, καὶ Θεῷ παραστῆναι, καὶ συλλαλῆσαι πορευόμεθα, μὴ
ἀπαρασκεύαστοι τὸν δρόμον ποιησώμεθα, μήπως θεασάμενος ἡμᾶς μακρόθεν
μὴ ἔχοντας ὅπλα καὶ στολὴν βασιλικῆς παραστάσεως, τοῖς ὑπηρέταις καὶ
λειτουργοῖς ἐπιτρέψῃπόῤῥω που τοῦ αὐτοῦ προσώπου δεθέντας ἐξορίζεσθαι,
καὶ τὰς ἡμῶν δεήσεις εἰς πρόσωπον ἡμῶν διαῤῥησσομένας [al. διαρησσομένας]ἀντιπέμπεσθαι.
4. Ἔστω ὁ σὸς χιτὼν τῆς ψυχῆς ἐνώπιον Κυρίου παρασταθῆναι [al. παραστῆναι]
πορευομένῳ ὅλος νήματι, μᾶλλον δὲ λύματι ἀμνησικακίας ἐξυφασμένος. Εἰ
δὲ μὴ, οὐδὲν τῆς προσευχῆς ὠφεληθήσῃ.
5. Ἔστω σοι ὅλον τὸ τῆς δεήσεως ἀποίκιλον· ἑνὶ γὰρ λόγῳ τελώνης,
καὶ ἄσωτος τὸν Θεὸν διήλλαξαν· μία μὲν ἡ τῶν παρισταμένων παράστασις·
6. πολὺ δὲ ἐν αὐτῇ τὸ ποικίλον, καὶ τὸ διάφορον κέκτηται· οἱ μὲν
ὡς φίλῳ καὶ Δεσπότῃ ἐντυγχάνουσι, τῆς ἑτέρων λοιπὸν, καὶ οὐ τῆς αὐτῶν
ἀντιλήψεως ἕνεκα, τὸν ὕμνον, καὶ τὴν ἱκεσίαν προσάγοντες· ἄλλοι πλοῦτον
καὶ δόξαν, καὶ παῤῥησίαν πλείονα ἐπιζητοῦντες· ἕτεροι τοῦ ἀντιδίκου
τοῦ ἑαυτῶν εἰς τέλεον ἀπαλλαγῆναι αἰτοῦντες· τινὲς μὲν ἀξίαν τινὰ λήψεσθαι
δυσωποῦντες· ἄλλοι τελείαν τὴν τοῦ χρέους ἀμεριμνίαν· τινὲς μὲν φυλακῆς
ἐλευθερίαν· ἄλλοι δὲ ἐγκλημάτων (1132.) λύσιν.
6. Πρὸ πάντων ἐν τῷ τῆς ἡμετέρας δεήσεως χάρτῃ εὐχαριστίαν εἰλικρινῆ
κατατάξωμεν. Δεύτερον δὲ στίχον, ἐξομολόγησιν, καὶ συντριμμὸν ψυχῆς
ἐν ἀναισθήσει·
7. εἶθ᾿ οὕτως τὴν αἴτησιν ἡμῶν τῷ Παμβασιλεῖ γνωρίσωμεν. Ἄριστος
γὰρ ὁ εἰρημένος προσευχῆς τρόπος, ὥς τινι τῶν ἀδελφῶν ὑπὸ ἀγγέλου Κυρίου
δεδήλωται.
8. Εἰ μὲν ὑπεύθυνος γέγονάς ποτε ὁρατῷ δικαστῇ, οὐ δεηθήσῃ ἑτέρου
τύπου ἐν τῇ παραστάσει τῆς προσευχῆς σου. Εἰ δὲ οὐδέπω, οὐδὲ παρέστηκας,
οὐδὲ ἐξεταζομένους ἐθεάσω, κἂν ἐκ τῆς πρὸς ἰατροὺς τῶν νοσούντων ἱκεσίας,
τὸτοιοῦτον παιδεύθητι, ἡνίκα ὑπ᾿ αὐτῶν μέλλουσι τέμνεσθαι, ἢ καίεσθαι.
9. Μὴ σοφίζου ἐν εὐχῆς σου ῥήμασι· παίδων γὰρ πολλάκις ἁπλᾶ ψελλίσματα
καὶ ἀποίκιλα τὸν Πατέρα αὐτῶν, τὸν ἐν τοῖς οὐρανοῖς ἐθεράπευσαν.
10. Μὴ πολυλογεῖν ἐπιχείρει, ἵνα μὴ πρὸς ζήτησιν λόγων διασκεδασθῇ
ὁ νοῦς. Εἶς λόγος τελωνικὸς τὸν Θεὸν ἐξιλεώσατο· καὶ ἓν ῥῆμα πιστὸν
τὸν λῃστὴν διέσωσε. Πολυλογία μὲν πολλάκις ἐν προσευχῇ τὸν νοῦν, καὶ
ἐφάντασε καὶ διέχυσε.
11. Μονολογία δὲ πολλάκις τὸν νοῦν συνάγειν πέφυκε καθηδυνόμενος,
ἢ κατανυσσόμενος ἐν λόγῳ προσευχῆς, μένε ἐν αὐτῷ· ὁ γὰρ φύλαξ ἡμῶν τό
τε ὑπάρχει ὁ συμπροσευχόμενος ἡμῖν·
12. μὴ παῤῥησιάζου, κἂν καθαρότητα κέκτησαι· ταπεινοφροσύνῃ δὲ μᾶλλον
πολλῇ πρόσελθε, καὶ πλεῖον παῤῥησιασθήσῃ·
13. κἂν πᾶσαν τὴν κλίμακα τῶν ἀρετῶν ἀναβέβηκας, ὑπὲρ ἀφέσεως ἁμαρτιῶν
προσεύχου· ἀκούων Παύλου περὶ ἁμαρτωλῶν βοῶντος· Ὧν πρῶτος εἰμὶ ἐγώ.
14. Ἐξαρτύειν ὄψα ἔλαιον καὶ ἄλες πεφύκασι· πτεροῦν δὲ προσευχὴν
σωφροσύνη καὶ δάκρυα.
15. Ἐὰν πᾶσαν πραΰτητα καὶ ἀοργησίαν ἀμφιάσῃ· οὐ πολλὰ κοπωθήσῃ ἐλευθεροῦν
αἰχμαλωσίας τὸν νοῦν σου.
16. Ἕως οὗ προσευχὴν ἐναργῆ οὐ κεκτήμεθα τοῖς γυμνάζουσι τὰ νήπια
βαδίζειν ἐν προοιμίοις ἐοίκαμεν.
17. Πύκτευε ἀναφέρειν, μᾶλλον δὲ ἀποκλείειν τὴν ἔννοιαν ἐν τοῖς τῆς
προσευχῆς ῥήμασι, κἂν ἐξατονήσασα διὰ τὸ νηπιῶδες πέσῃ, πάλιν αὐτὴν
εἰσάγαγε· ἴδιον γὰρ τοῦ νοὸς τὸ ἄστατον. Δυνατὸν δὲ τοῦτον στῆσαι τῷ
πάντα δυναμένῳ ἱστᾷν. [Ναὶ μὴν] ἐὰν ἀνελλιπῶς τὸν ἀγῶνα κέκτησαι, ἐπιδημήσῃ
[ἐπιδημήσει] καὶ ἐν σοὶ ὁ τὴν θάλατταν τοῦ νοὸς περιορίζων· καὶ ἐρεῖ
πρὸς αὐτὴν ἐν τῇ προσευχῇ σου· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ.
Ἀδύνατον πνεῦμα δεσμεῖν· ὅπου δὲ ὁ τοῦ πνεύματος κτίστης, πάντα ὑποτέτακται.
18. Εἰ μὲν ἥλιόν ποτε τεθέασαι, δυνήσῃ αὐτῷ καὶ συλλαλῆσαι πρεπόντως·
ὃ γὰρ οὐχ ἑώρακας, πῶς ἐντυγχάνειν ἀψευδῶς δύνασαι;
19. Ἀρχὴ μὲν προσευχῆς προσβολαὶ μονολογίστως διωκόμεναι ἐκ προοιμίων
αὐτῶν. Μεσότης τὸ ἐν τοῖς λεγομένοις ἢ νοουμένοις μόνοις εἶναι τὴν διάνοιαν.
Τὸ δὲ ταύτης τέλειον ἁρπαγὴ πρὸς Κύριον
20. Ἄλλη ἡ ἀγαλλίασις ἡ ἐν προσευχῇ τοῖς ἐν συνοδίᾳ διάγουσιν ἐπισυμβαίνουσα,
καὶ ἑτέρα ἡ τοῖς καθ᾿ (1133.) ἡσυχίαν προσευχομένοις προσγινομένη. Ἡ
μὲν γὰρ ἴσως πεφάντασται μικρόν· ἡ δὲ ὅλη ταπεινοφροσύνης πεπλήρωται.
21. Ἐὰν ἀεὶ γυμνάζῃς τὸν νοῦν μὴ μακρύνειν, καὶ ἐν τῇ τῆς τραπέζης
παραθήκῃ πλησίον σου γενήσεται· εἰ δὲ ἀκωλύτως πλάζεται, οὐδέποτέ σοι
παραμένειν πέφυκεν·
22. ὁ μὲν μέγας τῆς μεγάλης καὶ τελείας προσευχῆς ἐργάτης φησί· Θέλω
εἰπεῖν πέντε λόγους τῷ νωΐ μου, καὶ τὰ ἑξῆς. Νηπιωδεστέρων δὲ τὸ τοιοῦτον
ἀλλότριον· διόπερ ἡμεῖς μετὰ τῆς ποιότητος, καὶ τοῦ πλήθους τῆς ποσότητος
ὡς ἀτελεῖς δεόμεθα· τὸ γὰρ δεύτερον τοῦ προτέρου πρόξενον·
24. διδοὺς γὰρ, φησὶν, εὐχὴν καθαρὰν τῷ ἀόκνως εὐχομένῳ ῥυπαρῶς καὶ
πεπονημένως· ἄλλο ῥύπος προσευχῆς, καὶ ἄλλο ἀφανισμὸς, καὶ ἄλλο κλοπὴ,
καὶ ἕτερον μῶμος. Ῥύπος ἐστὶ Θεῷ παρίστασθαι, καὶ ἀτόπους ἐννοίας φαντάζεσθαι·
23. ἀφανισμός ἐστι, τὸ εἰς φροντίδας ἀνωφελεῖς αἰχμαλωτίζεσθαι· κλοπή
ἐστι τὸ ἀνεπαισθήτως τὴν ἔννοιαν ῥέμβεσθαι· μῶμός ἐστι προσβολὴ ἡ οἱαοῦν
τότε πρὸς ἡμᾶς ἐγγίζουσα. Εἰ μὲν οὐ κατὰ μόνας [al. καταμόνας] τυγχάνωμεν
τῷ καιρῷ τῆς παραστάσεως, ἔνδοθεν τὸ σχῆμα τῆς ἱκεσίας ἀνατυπώσωμεν.
Εἰ δὲ οὐ πάρεισι τῶν ἐπαίνων οἱ ὑπηρέται, καὶ τὸ ἔξωθεν εἶδος εἰς πρεσβείαν
τυπώσωμεν. Ἐν τοῖς γὰρ ἀτελέσι πολλάκις ὁ νοῦς τῷ σώματι συσχηματίζεται·
25. πάντες μὲν, ἐπὶ πλείω δὲ οἱ τὴν ἄφεσιν τοῦ χρέους λαβεῖν πρὸς
βασιλέα πορευόμενοι, ἀμυθήτου συντριμμοῦ δέονται. Ἐὰν ἐν εἰρκτῇ ἔτι
τυγχάνωμεν, ἀκούσωμεν τοῦ λέγοντος Πέτρῳ·
26. Ζῶσαι λέντιον ὑπακοῆς, καὶ ἀπόδυσαι τὰ θελήματά σου, καὶ γυμνὸς
τούτων πρόσελθε Κυρίῳ ἐν προσευχῇ σου· τὸ αὐτοῦ μόνου ἐπικαλούμενος
θέλημα, καὶ τότε λήψῃ Θεὸν τὸν τῆς σῆς ψυχῆς κατέχοντα οἴακα, καὶ ἀκινδύνως
κυβερνῶντά σε·
27. ἀναστὰς ἐκ φιλοκοσμίας καὶ φιληδονίας, ἀπόῤῥιψε φροντίδας· ἀπόδυσαι
ἐννοίας· ἀπάρνησαι σῶμα· οὐδὲν γὰρ ἕτερόν ἐστι προσευχὴ, εἰ μὴ κόσμου
ὁρατοῦ καὶ ἀοράτου ἀλλοτρίωσις. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; Οὐδέν.
Καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Οὐδὲν, ἀλλ᾿ ἢ ἀπερισπάστως διὰ
παντὸς ἐν προσευχῇ προσκολλᾶσθαί σοι. Τισὶ μὲν πλοῦτος, ἑτέροις δόξα,
ἄλλοις δὲ κτῆσις ἐραστὴ καθέστηκεν· Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ
ἐπιθύμητόν ἐστι, καὶ τίθεσθαι ἐν αὐτῷ τὴν ἐλπίδα τῆς ἀπαθείας μου.
28. Πίστις προσευχὴν ἐπτέρωσε· χωρὶς γὰρ ταύτης εἰς οὐρανὸν πετασθῆναι
οὐ δύναται.
29. Αἰτήσωμεν οἱ ἐμπαθεῖς ἐπιμόνως τὸν Κύριον· πάντες γὰρ οἱ ἐμπαθεῖς
ἐξ ἐμπαθείας εἰς ἀπάθειαν προέκοψαν.
30. Εἰ καὶ μὴ τὸν Θεὸν φοβεῖται ὁ κριτής, ἀλλά γε διὰ τὸ κόπους αὐτῷ
παρέχειν δι᾿ ἁμαρτίας, καὶ πταίσματος χηρεύσασαν ἐξ αὐτοῦ ψυχὴν, ποιήσει
τὴν ἐκδίκησιν αὐτῆς ἐκ τοῦ ἀντιδίκου αὐτῆς σώματος, καὶ τῶν πολεμίων
αὐτοῦ πνευμάτων.
31. Τοὺς μὲν εὐγνώμονας ὁ ἀγαθὸς ἡμῶν πραγματευτὴς διὰ τῆς συντόμου
τοῦ αἰτήματος παροχῆς, πρὸς τὴν ἑαυτοῦ ἀγάπην ἐφέλκεται· τὰς δὲ ἀγνώμονας
τῶν κυνῶν ψυχὰς διὰ τῆς πείνης καὶ (1136.) τῆς τοῦ αἰτήματος δίψης πρὸς
αὐτὸν παρακαθέζεσθαι διὰ προσευχῆς παρασκευάζει. Ὁ γὰρ ἀγνώμων κύων
κομισάμενος ἄρτον εὐθέως ἀναχωρεῖ τοῦ δεδωκότος.
32. Μὴ λέγε χρονίζων ἐν τῇ δεήσει μηδὲν κατωρθωκέναι· ἤδη γὰρ καὶ
κατώρθωκας. Τί γὰρ καὶ ὑψηλότερον ἀγαθὸν τοῦ τῷ Κυρίῳ πρωσκολλᾶσθαι,
καὶ ἐν τῇ πρὸς αὐτὸν ἑνώσει ἀδιαλείπτως προσκαρτερεῖν.
33. Οὐχ οὕτως κατάκριτος δέδοικε τῆς ἑαυτοῦ τιμωρίας τὴν ἀπόφασιν,
ὡς ὁ προσευχῆς ἐπιμελούμενος τὴν ταύτης παράστασιν. Ὅθεν εἰ σοφός τις
καὶ ἀγχίνους ὑπάρχει ἐκ τῆς ἐκείνης μνήμης, πᾶσαν λοιδορίαν, καὶ ὀργὴν,
καὶ μέριμναν, καὶ ἀσχολίαν, καὶ θλίψιν, καὶ κόρον, καὶ πειρασμὸν, καὶ
λογισμὸν ὑποστρέφεσθαι δύναται. Προπαρασκευάζου διὰ ἐννάου ἐν ψυχῇ προσευχῆς
πρὸς τὴν παράστασιν τῆς σῆς ἱκεσίας, καὶ συντόμως προκόψεις.
34. Ἑώρακα ἐν ὑπακοῇ ἐξαστράπτοντας, καὶ τῆς κατὰ νοῦν ὅση δύναμις
μνήμης Θεοῦ μὴ ἀμελοῦντας ἀθρόον ἐπὶ προσευχὴν παρασταθέντας, καὶ συντόμως
τοῦ ἑαυτῶν νοὸς περιγενομένους καὶ κρουνηδὸν δάκρυα προχεομένους. Προπαρεσκευασμένοι
γὰρ ὑπὸτῆς ὁσίας ὑπακοῆς ἐτύγχανον·
35. τῇ μὲν μετὰ πλήθους ψαλμῳδίᾳ, αἰχμαλωσίαι καὶ ῥεμβασμοὶ παρέπονται·
τῇ δὲ ἰδιαζούσῃ οὐχ οὕτως· ἀλλὰ τῇ μὲν ἀκηδίᾳ πολεμεῖ, τῇ δὲ προθυμίᾳ
συνεργεῖ.
36. Ἀγάπην μὲν στρατευομένου πρὸς βασιλέα ἀνέδειξε πόλεμος· ἀγάπην
δὲ μοναχοῦ πρὸς Θεὸν ἤλεγξε προσευχῆς καιρὸς καὶ παράστασις·
37. τὴν σεαυτοῦ κατάστασιν, ἡ σὴ προσευχὴ ἐμφανίσει σοι· ἔσοπτρον
γὰρ αὐτὴν τοῦ μοναχοῦ οἱ θεολόγοι ἐκεῖνοι ἐκδεδώκασιν·
38. ὁ τὸν τυχὸν μετερχόμενος ἔργον καὶ προσευχῆς ὥρας καταλαμβανομένης
ἐν αὐτῷ προσασχολούμενος, ὑπὸ δαιμόνων ἐμπαίζεται. Σκοπὸς γὰρ τοῖς κλέπταις
ὥραν δι᾿ ὥρας ἐξ ἡμῶν ἀποσυλῆσαι.
39. Μὴ παραιτούμενος, καὶ ὑπὲρ ψυχῆς προσεύχεσθαι, κἂν προσευχὴν
μὴ κέκτησαι· ἡ γὰρ πίστις πολλάκις τοῦ αἰτοῦντος καὶ τὸν εὐχόμενον μετὰ
συντριμμοῦ ἔσωσε.
40. Μὴ ἐπαίρου ὑπὲρ ἄλλων δεόμενος καὶ εἰσακουόμενος· ἡ γὰρ ἐκείνων
πίστις ἐνήργησε καὶ ἴσχυσε.
41. Παῖς μὲν πᾶς πᾶσαν, ἥνπερ ἐκ τοῦ παιδοτρίβου μεμάθηκε σοφίαν,
καθ᾿ ἡμέραν ἀπαραλείπτως ὑπ᾿ αὐτοῦ ἐκζητηθήσεται· νοῦς δὲ πᾶς, ἥνπερ
δύναμιν ἐκ Θεοῦ εἴληφεν, ἐν πάσῃ προσευχῇ ἀπαιτηθήσεται· διὸ προσεκτέον,
ὅταν νηφόντως προσεύξῃ, θᾶττον εἰς ὀργὰς πολεμηθήσῃ. Σκοπὸς γὰρ οὗτος
τῶν ἐχθρῶν ἡμῶν· πᾶσαν μὲν ἀρετὴν, ἐπὶ πλείω δὲ τὴν προσευχὴν αἰσθήσει
πολλῇ ποιησώμεθα πάντοτε· τότε ψυχὴ ἐν αἰσθήσει προσεύχεται, ὅταν θυμοῦ
κρείττων γένηται· τὰ πολλαῖς ἱκεσίαις καὶ χρόνοις περιποιούμενα μόνιμα.
44. Ὁ κύριον κτησάμενος, οὐκ ἔτι ἑαυτοῦ ἐν προσευχῇ τὸν μῦθον ὑφηγήσεται·
τὸ γὰρ πνεῦμα τότε ἐντυγχάνει ὑπὲρ αὐτοῦ ἐν ἑαυτῷ στεναγμοῖς ἀλαλήτοις.
45. Πᾶσαν αἰσθητὴν φαντασίαν ἐν τῇ προσευχῇ μὴ προσδέξῃ, ἵνα μὴ (1137.)
ἔκστασιν ὑποστῇς·
46. ἀπαλλαγὴ ἀμφιβολίας, ἀδήλου δήλωσις ἄσειστος.
47. Ἐλεήμων γίνου σφόδρα προσευχῆς ἐπιμελούμενος· ἐν αὐτῇ γὰρ μοναχοὶ
τὰ ἑκατονταπλασίονα λήψονται· τὸ δὲ ἑξῆς ἐν τῷ ἑξῆς.
48. Πῦρ μὲν ἐπιδημῆσαν ἐν καρδίᾳ προσευχὴν ἀνέστησε· ταύτης διεγερθείσης,
καὶ εἰς οὐρανὸν ἀναληφθείσης πυρὸς ἐν ἀνωγέῳ ψυχῆς κατάβασις γέγονε.
49. Φασὶ μέν τινες κρεῖττον εἶναι προσευχὴν μνήμης ἐξόδου· ἐγὼ δὲ
μιᾶς ὑποστάσεως δύο οὐσίας ὑμνῶ.
50. Ἵππος μὲν δόκιμος κατὰ πρόσβασιν [πρόβασιν] διαθερμαίνεσθαι,
καὶ τῷ δρόμῳ προστιθέναι πέφυκε· δρόμον δὲ νοῶ, ὑμνῳδίαν· ἵππον δὲ τὸν
ἀνδρεῖον νοῦν· πόῤῥωθεν ὁ τοιοῦτος ὀσφραίνεται πολέμου, καὶ προπαρασκευασθεὶς
μένει λοιπὸν εἰς ἅπαν ἀνίκητος.
51. Χαλεπὸν ἐκ στόματος διψῶντος ὕδωρ ἀφαρπάσαι· χαλεπώτερον δὲ ψυχὴν
μετὰ κατανύξεως προσευχομένην, πρὶν τῆς ταύτης περαιώσεως ἑαυτὴν τῆς
παραστάσεως, τῆς πολυποθήτου ἀποκόψαι·
52. μὴ ἀποπηδήσῃς ἄχρις οὗ τὸ πῦρ καὶ τὸ ὕδωρ οἰκονομικῶς ὑπολήξαντα
ἴδῃς· οὐ γὰρ λήψῃ καιρὸν τοιοῦτον πρὸς ἄφεσιν πταισμάτων ἴσως ἐν πάσῃ
τῇ ζωῇ σου·
53. ὁ προσευχῆς γευσάμενος, ὑπὸ λόγου ἑνὸς πολλάκις προερχομένου,
τὸν νοῦν ἐμόλυνε, καὶ ἐν προσευχῇ παραστὰς, τὸ ποθούμενον οὐχ εὗρε συνήθως·
54. ἄλλο ἐπισκοπεῖν συχνοτέρως τῇ καρδίᾳ· καὶ ἄλλο ἐπισκοπεῦσαι καρδίας
διὰ νοὸς ἄρχοντος, καὶ ἀρχιερέως λογικὰς θυσίας Χριστῷ προσάγοντος·
τοὺς μὲν, ὥς φησί τις τῶν θεολογίαςπροσηγορίαν λαχόντων, τὸ ἅγιον καὶ
ὑπερουράνιον πῦρ ἐπιδημοῦν καταφλέγει, διὰ τὸ ἔτι ἐλλιπὲς τῆς καθάρσεως·
τοὺς δὲ πάλιν φωτίζει διὰ τὸ μέτρον τῆς τελειότητος· τὸ αὐτὸ γὰρ πῦρ
καταναλίσκον καὶ φωτίζον φῶς ὀνομάζεται· ὅθεν καί τινες ἐκ προσευχῆς
ἐξιόντες ὡς ἀπὸ πυρὸς καμίνου ποιοῦνται τὴν ἔξοδον· κουφισμὸν ῥύπου
τινὸς καὶ ὕλης αἰσθόμενοι· ἕτεροι δὲ ὡς ἐκ φωτὸς πεφωτισμένοι, καὶ διπλοΐδα
ταπεινώσεως, καὶ ἀγαλλιάσεως ἠμφιεσμένοι. Οἱ γὰρ ἐκτὸς τῶν δύο τούτων
ἐνεργειῶν ἐκ προσευχῆς ἐξεληλυθότες σωματικῶς, ἵνα μὴ εἴπω, Ἰουδαϊκῶς
προσηύξαντο, καὶ οὐ πνευματικῶς.
Εἰ σῶμα σώματος προσψαῦον ἀλλοιοῦται τῇ ἐνεργείᾳ, πῶς δ᾿ ἂν καὶ οὐκ
ἀλλοιωθήσεται ὁ Θεοῦ σώματος ἀθώοις χερσὶ προσψαύων;
56. Ἔστι κατὰ τὸν ἐπὶ γῆς βασιλέα, καὶ τὸν ἡμέτερον πανάγαθον βασιλέα
θεάσασθαι, ποτὲ μὲν δι᾿ ἑαυτοῦ, ποτὲ δὲ διὰ φίλου· ἄλλο τε δὲ διὰ δούλου·
ἔστι δὲ ὅτε καὶ ἀγνώστως τὰς αὐτοῦ δωρεὰς τοῖς στρατιώταις αὐτοῦ χαριζόμενον·
λοιπὸν δὲ καὶ κατὰ τὸν χιτῶνα τῆς προσούσης ἡμῖν ταπεινώσεως·
57. ὥσπερ τῷ ἐπὶ γῆς βασιλεῖ ὁ αὐτῷ παριστάμενος, καὶ τὸ πρόσωπον
τὸ οἰκεῖον ἀποστρέφων, καὶ τοῖς ἐχθροῖς τοῦ δεσπότου διαλεγόμενος βδελυκτός·
58. οὕτως ὑπὸ Κυρίου (1140.) βδελύσσεται ὁ ἐν προσευχῇ παριστάμενος,
καὶ ἀκαθάρτους λογισμοὺς προσλαμβανόμενος ἐρχομένου τοῦ κυνὸς [ἐρχόμενον
τὸν κύνα] τῷ ὅπλῳ δίωκε·
59. καὶ ὁσάκις ἀναιδεύεται, μὴ ἐνδώσεις αὐτῷ· αἴτει διὰ πένθους,
ζήτει δι᾿ ὑπακοῆς· κροῦε διὰ μακροθυμίας· οὐ γὰρ οὕτως αἰτῶν λαμβάνει,
καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷκρούοντι ἀνοιγήσεται.
60. Φυλάττου μὴ, ὡς ἔτυχεν, ὑπὲρ εὔξασθαι θήλεως ἐν προσευχῇ σου,
μήπως ἐκ δεξιῶν συληθήσῃ.
61. Μὴ θέλε τὰς σωματικὰς πράξεις ἐξαγορεύειν, ὥς εἰσιν, ἵνα μὴ ἑαυτῷ
ἀντεπίβουλος γίνῃ.
62. Μὴ γένηταί σοι ὁ τῆς προσευχῆς καιρὸς, σκέψεως ἀναγκαίων καὶ
πνευματικῶν πραγμάτων ὥρα.
63. Εἰ δὲ μὴ τὸ κρεῖττον ἐκλάπης, ὁ κρατῶν ἀπαύστως τὴν τῆς προσευχῆς
βακτηρίαν, οὐ προσκόψει. Εἰ δὲ καὶ συμβῇ, ὅμως οὐ πεσεῖται εἰς τέλος·
προσευχὴ γάρ ἐστι Θεοῦ τυραννὶς εὐσεβής, τὴν ταύτης ὠφέλειαν ἐκ τῶν
δαιμονικῶν ἐμποδίων ἐν καιρῷ συνάξεως τεκμαιρόμεθα. Τ
64. ὸν δὲ ταύτης καρπὸν ἐκ τῆς τοῦ ἐχθροῦ ἥττης· Ἐν τούτῳ γὰρ ἔγνων,
ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχάρῃ ἐν καιρῷ πολέμου ὁ ἐχθρός μου ἐπ᾿
ἐμέ. Ἐκέκραξα, φησὶν ὁ Ψάλλων, ἐν ὅλῃ καρδίᾳ μου· τοῦτ᾿ ἔστι, σώματι,
καὶ ψυχῇ, καὶ πνεύματι. Ὅπου γάρ εἰσι δύο οἱ ἔσχατοι συνειλεγμένοι,
ἐκεῖ ἐστιν ὁ Θεὸς ἐν μέσῳ αὐτῶν.
65. Οὐδὲ τὰ κατὰ σῶμα, οὐδὲ τὰ κατὰ πνεῦμα πάντα ὅμοια. Τισὶ μὲν
γὰρ τὸ σύντομον· τισὶ δὲ τὸ σχολαιότερον ἐν τῇ ψαλμῳδίᾳ συνέρχεται·
οἱ μὲν γὰρ τῇ αἰχμαλωσίᾳ, οἱ δὲ τῇ ἀμαθίᾳ λέγουσι πολεμεῖν.
66. Ἐὰν ἀδιαλείπτως κατὰ τῶν σῶν ἐχθρῶν ἐντυγχάνῃς τῷ βασιλεῖ, ἡνίκα
πρὸς σὲ παραγίνωνται, θάρσει, οὐ κοπιάσεις· αὐτοὶ γὰρ ἐφ᾿ ἑαυτοῖς συντόμως
σου ἀποστήσονται· οὐ γὰρ θέλουσιν οἱ ἀνόσιοι καθορᾷν σε στέφανον λαμβάνειν
διὰ προσευχῆς ἐκ τῆς πρὸς αὐτοὺς μάχης· πρὸς δὲ τούτοις, καὶ ὡς ἀπὸ
πυρὸς μαστιζόμενοι ὑπὸ τῆς προσευχῆς φεύξονται.
67. Ἀνδρείαν κτῆσαι πᾶσαν, καὶ ἕξεις Θεὸν διδάσκαλον προσευχῆς σου.
Οὐκ ἔστιτὸ βλέπειν, διὰ λόγου μανθάνειν, τῇ φύσει γὰρ ἕπεται· οὐδὲ προσευχῆς
κάλλος δι᾿ ἑτέρας διδαχῆς· αὐτὴ γὰρ ἐφ᾿ ἑαυτῆς διδάσκαλον τὸν Θεὸν ἔχει
τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν, καὶ διδόντα εὐχὴν τῷ εὐχομένῳ, καὶ εὐλογοῦντα
ἔτη δικαίων.
|
(Διὰ τὴν ἱερὰν προσευχήν,
τὴν μητέρα τῶν ἀρετῶν,
καὶ διὰ τὸ πῶς πρέπει νὰ παρίσταταί τις
εἰς αὐτὴν νοερῶς καὶ σωματικῶς)
Η ΠΡΟΣΕΥΧΗ, ὡς πρὸς τὴν ποιότητά της, εἶναι συνουσία καὶ ἕνωσις τοῦ
ἀνθρώπου μὲ τὸν Θεόν (1), καὶ ὡς πρὸς τὴν ἐνέργειά
της, σύστασις καὶ διατήρησις τοῦ κόσμου, συμφιλίωσις μὲ τὸν Θεόν, μητέρα
τῶν δακρύων, καθὼς ἐπίσης καὶ θυγατέρα, συγχώρησις τῶν ἁμαρτημάτων,
γέφυρα ποὺ σῴζει ἀπὸ τοὺς πειρασμούς, τοῖχος ποὺ μᾶς προστατεύει ἀπὸ
τὶς θλίψεις, συντριβὴ τῶν πολέμων, ἔργο τῶν Ἀγγέλων, τροφὴ ὅλων τῶν
ἀσωμάτων, ἡ μελλοντικὴ εὐφροσύνη, ἐργασία ποὺ δὲν τελειώνει, πηγὴ τῶν
ἀρετῶν, πρόξενος τῶν χαρισμάτων, ἀφανὴς πρόοδος, τροφὴ τῆς ψυχῆς, φωτισμὸς
τοῦ νοῦ, πέλεκυς ποὺ κτυπᾶ τὴν ἀπόγνωσι, ἀπόδειξις τῆς ἐλπίδος, διάλυσις
τῆς λύπης, πλοῦτος τῶν μοναχῶν, θησαυρὸς τῶν ἡσυχαστῶν, μείωσις τοῦ
θυμοῦ, καθρέπτης τῆς πνευματικῆς προόδου, φανέρωσις τῶν μέτρων, δήλωσις
τῆς πνευματικῆς καταστάσεως, ἀποκάλυψις τῶν μελλοντικῶν πραγμάτων, σημάδι
τῆς πνευματικῆς δόξης ποὺ ἔχει κανείς. Ἡ προσευχὴ εἶναι γι᾿ αὐτὸν ποὺ
προσεύχεται πραγματικὰ δικαστήριο καὶ κριτήριο καὶ βῆμα τοῦ Κυρίου,
πρὶν ἀπὸ τὸ μελλοντικὸ βῆμα.
2. Ἂς ἐγερθοῦμε καὶ ἂς ἀκούσωμε τὴν ἱερὴ αὐτὴ βασίλισσα τῶν ἀρετῶν
νὰ φωνάζη μὲ ὑψωμένη τὴν φωνὴ καὶ νὰ μᾶς λέγη: «Δεῦτε πρός με πάντες
οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν
μου ἐφ᾿ ὑμᾶς, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν -καὶ ἴασιν ταῖς
πληγαῖς ὑμῶν- ὁ γὰρ ζυγός μου χρηστὸς – καὶ πταισμάτων μεγάλων ἰαματικὸς
– ὑπάρχει» (πρβλ. Ματθ. ια´ 28-30).
3. Ὅσοι πηγαίνομε νὰ παρασταθοῦμε ἐνώπιον τοῦ Βασιλέως καὶ Θεοῦ καὶ
νὰ συνομιλήσωμε μαζί Του, ἂς μὴ προχωροῦμε χωρὶς τὴν κατάλληλη προετοιμασία.
Διότι ὑπάρχει φόβος, ἐὰν μᾶς ἰδῆ ἀπὸ μακρυὰ νὰ μὴν ἔχωμε τὰ ὅπλα καὶ
τὴν στολὴ ποὺ ἁρμόζουν γιὰ τὴν παρουσίαση ἐνώπιον τοῦ Βασιλέως, νὰ διατάξη
τοὺς ὑπηρέτας καὶ λειτουργούς Του νὰ μᾶς δέσουν καὶ νὰ μᾶς ἐξορίσουν
μακρυὰ ἀπὸ τὸ πρόσωπό Του, καὶ τὶς δεήσεις μας νὰ τὶς σχίσουν καὶ νὰ
τὶς πετοῦν στὸ πρόσωπό μας.
4. Ὅταν ξεκινᾶς νὰ σταθῆς ἐνώπιον τοῦ Κυρίου, ἂς εἶναι ὁ χιτὼν τῆς
ψυχῆς σου ὑφασμένος ἐξ ὁλοκλήρου μὲ τὸ νῆμα ἢ μᾶλλον μὲ τὸ λῆμμα τῆς
ἀμνησικακίας. Εἰδεμὴ τίποτε δὲν πρόκειται νὰ ὠφεληθῆς ἀπὸ τὴν προσευχή.
Ὅλο τὸ ὕφος καὶ τὸ λεκτικὸ τῆς προσευχῆς σου ἂς εἶναι ἀνεπιτήδευτο,
διότι ὁ τελώνης καὶ ὁ ἄσωτος μὲ ἕναν μόνο λόγο συμφιλιώθηκαν μὲ τὸν
Θεόν.
5. Μία εἶναι ἐξωτερικῶς ἡ στάσις στὴν προσευχή, ἀλλὰ παρουσιάζει
ἐσωτερικῶς πολλὲς ποικιλίες καὶ διαφορές. Ἄλλοι συνομιλοῦν μαζί Του
σὰν μὲ φίλο καὶ κύριό τους, καὶ Τοῦ προσφέρουν τὸν ὕμνο καὶ τὴν ἱκεσία
χάριν τῶν ἄλλων καὶ ὄχι τοῦ ἑαυτοῦ τους. Ἄλλοι ζητοῦν πλοῦτο καὶ δόξα
καὶ περισσοτέρα παρρησία. Ἄλλοι παρακαλοῦν νὰ ἀπαλλαγοῦν τελείως ἀπὸ
τὸν ἐχθρό τους. Μερικοὶ ἱκετεύουν νὰ τοὺς δοθῆ κάποια τιμή, καὶ μερικοὶ
γιὰ τὴν τελεία ἐξάλειψι τοῦ χρέους τους. Ἄλλοι ζητοῦν ἀπελευθέρωσι ἀπὸ
τὰ δεσμὰ τῶν παθῶν, καὶ ἄλλοι συγχώρησι τῶν ἀνομημάτων τους.
6. Πρὶν ἀπ᾿ ὅλα ἂς βάλωμε στὸν κατάλογο τῆς δεήσεώς μας τὴν εἰλικρινῆ
εὐχαριστία. Στὴν δεύτερη σειρά, τὴν ἐξομολόγησι τῶν ἁμαρτιῶν μας καὶ
τὴν συντριβὴ τῆς ψυχῆς μας μὲ συναίσθησι. Καὶ ἐν συνεχείᾳ ἂς ἀναφέρωμε
τὰ αἰτήματά μας πρὸς τὸν Παμβασιλέα. Ὁ τρόπος αὐτὸς τῆς προσευχῆς εἶναι
ἄριστος, ὅπως ἀπεκαλύφθη σὲ κάποιον ἀπὸ τοὺς ἀδελφοὺς ἀπὸ Ἄγγελον τοῦ
Κυρίου.
7. Ἐὰν κάποτε ἐστάθηκες ὡς ὑπόδικος ἐμπρὸς σὲ ἐπίγειο δικαστή, δὲν
χρειάζεσαι ἄλλο ὑπόδειγμα γιὰ τὴν παράστασι στὴν προσευχή σου. Ἐὰν δὲ
δὲν ἐστάθηκες ἀκόμη, ἀλλὰ οὔτε καὶ ἄλλους εἶδες νὰ δικάζωνται, τουλάχιστον
ἂς τὸ διδαχθῆς αὐτὸ ἀπὸ τὶς ἱκεσίες τῶν ἀσθενῶν πρὸς τοὺς ἰατρούς, ὅταν
πρόκειται νὰ χειρουργηθοῦν ἢ νὰ καυτηριασθοῦν.
8. Μὴν ἐπιτηδεύεσαι τὰ λόγια τῆς προσευχῆς σου. Διότι πολλὲς φορὲς
τὰ ἁπλὰ καὶ ἀνεπιτήδευτα ψελλίσματα τῶν μικρῶν παιδιῶν εὐχαρίστησαν
καὶ ἱκανοποίησαν τὸν οὐράνιο Πατέρα τους.
9. Μὴ ζητῆς νὰ λέγης πολλὰ στὴν προσευχή σου, γιὰ νὰ μὴ διασκορπισθῆ
ὁ νοῦς σου, ἀναζητώντας λόγια. Ἕνας λόγος πίστεως ἔσωσε τὸν λῃστή. Ἡ
πολυλογία στὴν προσευχὴ πολλὲς φορὲς ἐδημιούργησε στὸ νοῦ φαντασίες
καὶ διάχυσι, ἐνῷ ἀντιθέτως ἡ μονολογία συγκεντρώνει τὸν νοῦ.
10. Ὅταν αἰσθάνεσαι γλυκύτητα ἢ κατάνυξι σὲ κάποιο λόγο τῆς προσευχῆς
σου, σταμάτησε σ᾿ αὐτόν, διότι τότε συμπροσεύχεται μαζί μας ὁ φύλαξ
Ἄγγελός μας.
11. Μὴ προσεύχεσαι μὲ παρρησία, ἔστω καὶ ἐὰν διαθέτης καθαρότητα.
Ἀντιθέτως πλησίασε μὲ πολλὴ ταπεινοφροσύνη, καὶ ἔτσι θὰ ἀποκτήσης περισσοτέρα
παρρησία.
12. Καὶ ἂν ἀκόμη ἔχης ἀνεβῆ ὅλη τὴν κλίμακα τῶν ἀρετῶν, καὶ τότε
πάλι νὰ προσεύχεσαι ὑπὲρ ἀφέσεως τῶν ἁμαρτιῶν σου, ἀκούοντας τὸν Παῦλο
νὰ βοᾷ: «Ἁμαρτωλῶν πρῶτος εἰμὶ ἐγώ» (Α´ Τιμ. α´ 15).
13. Τὰ φαγητὰ τὰ ἀρτύουν μὲ τὸ λάδι καὶ τὸ ἁλάτι. Καὶ στὴν προσευχὴ
δίνουν φτερὰ ἡ ζωὴ τῆς σωφροσύνης καὶ ἁγνότητος, καὶ τὰ δάκρυα.
14. Ἂν ἐνδυθῆς καλὰ τὴν πραότητα καὶ τὴν ἀοργησία, τότε δὲν θὰ κοπιάσης
πολὺ νὰ ἐλευθερώσης τὸν νοῦ σου ἀπὸ τὴν αἰχμαλωσία.
15. Ἕως ὅτου ἀποκτήσωμε προσευχὴ ἐναργῆ, θὰ ὁμοιάζωμε μὲ ἐκείνους
ποὺ γυμνάζουν στὶς ἀρχὲς τὰ νήπια πῶς νὰ βαδίζουν.
16. Νὰ πυκτεύης, ὥστε νὰ ἀνυψώνης ἢ μᾶλλον νὰ περικλείης τὴν σκέψι
σου μέσα στὰ λόγια τῆς προσευχῆς. Καὶ ἐάν, λόγῳ τῆς νηπιακῆς σου πνευματικῆς
καταστάσεως, ἀτονήση καὶ ξεφύγη, συμμάζεψέ την πάλι. Διότι ἴδιον τοῦ
νοῦ εἶναι τὸ ἄστατον, καὶ ἴδιον τοῦ Θεοῦ τὸ νὰ μπορῆ ὅλα νὰ τὰ σταθεροποιῆ.
17. Ἂν ἀγωνίζεσαι συνεχῶς καὶ ἀποφασιστικῶς, τότε θὰ σὲ ἐπισκεφθῆ
καὶ ἐσένα Ἐκεῖνος ποὺ θέτει ὅρια στὴν θάλασσα τοῦ νοῦ καὶ κατὰ τὴν ὥρα
τῆς προσευχῆς σου θὰ τῆς εἰπῆ: «Μέχρι τούτου ἐλεύση, καὶ οὐχ ὑπερβήση»
(Ἰὼβ λη´ 11).
18. Εἶναι ἀδύνατο νὰ δεσμεύση κάποιος ἕνα πνεῦμα, (ὅπως τὸν νοῦ).
Ὅπου ὅμως παρουσιασθῇ ὁ Κτίστης τοῦ πνεύματος, τὰ πάντα ὑποτάσσονται.
19. Ἐὰν κάποτε ἀντίκρυσες καθαρὰ τὸν Ἥλιο, (δηλαδὴ τὸν Χριστόν),
τότε θὰ κατορθώσης καὶ νὰ συνομιλήσης μαζί Του ὅπως πρέπει. Εἰδεμή,
πῶς μπορεῖς νὰ συνομιλῆς πραγματικὰ μὲ κάποιον ποὺ δὲν τὸν ἔχεις ἰδεῖ;
20. Ἀρχὴ τῆς προσευχῆς εἶναι τὸ νὰ διώκωνται οἱ ἐχθρικὲς προσβολὲς
στὴν ἀρχή τους, μὲ ἕνα ἀποφασιστικὸ λόγο. Μέσον, τὸ νὰ παραμένη ὁ νοῦς
στὰ λόγια καὶ στὰ νοήματα τῆς προσευχῆς. Καὶ τέλος, τὸ νὰ ἁρπαγῆ ὁ νοῦς
πρὸς τὸν Κύριον.
21. Ἄλλη εἶναι ἡ ἀγαλλίασις ποὺ δοκιμάζουν στὴν προσευχή τους οἱ
κοινοβιάτες, καὶ ἄλλη οἱ ἡσυχασταί. Διότι ἡ πρώτη ἴσως νὰ ἐπηρεάζεται
κάπως ἀπὸ τὴν κενοδοξία, ἐνῷ ἡ δευτέρα εἶναι γεμάτη ἀπὸ ταπεινοφροσύνη.
22. Ἐὰν γυμνάζης πάντοτε τὸν νοῦ σου νὰ μὴ φεύγη μακρυά, τότε καὶ
κατὰ τὴν ὥρα τῆς τραπέζης θὰ εὑρίσκεται κοντά σου. Ἐὰν ὅμως συνηθίζη
νὰ περιπλανᾶται ἐλεύθερα, ποτὲ δὲν θὰ κατορθωθῆ νὰ παραμένη πλησίον
σου.
23. Ὁ μεγάλος ἐργάτης τῆς μεγάλης καὶ τελείας προσευχῆς (δηλαδὴ ὁ
Ἀπόστολος Παῦλος), λέγει: «Θέλω εἰπεῖν πέντε λόγους τῷ νοΐ μου» κ. τ.
λ. (Α´ Κορ. ιδ´ 19), πράγμα ποὺ εἶναι ξένο γιὰ τοὺς νηπίους καὶ ἀρχαρίους.
Γι᾿ αὐτὸ ἐμεῖς σὰν ἀτελεῖς, ἐκτὸς ἀπὸ τὴν ποιότητα, ἔχομε ἀνάγκη καὶ
ἀπὸ τὴν ποσότητα τῆς προσευχῆς. Τὸ δεύτερο ἄλλωστε εἶναι πρόξενο τοῦ
πρώτου. «Ὁ Θεὸς -λέγει ἡ Γραφή- δίνει προσευχὴ καθαρὴ σ᾿ ἐκεῖνον ποὺ
προσεύχεται, ἔστω καὶ ρυπαρά, ἀλλὰ χωρὶς νὰ ὑπολογίζη κόπο καὶ πόνο»
(πρβλ. Α´ Βάσ. β´ 9).
24. Ἄλλο πράγμα εἶναι ὁ ρύπος τῆς προσευχῆς καὶ ἄλλο ὁ ἀφανισμὸς
καὶ ἄλλο ἡ κλοπὴ καὶ ἄλλο ὁ μῶμος. Ὁ ρύπος εἶναι τὸ νὰ ἵστασαι ἐνώπιον
τοῦ Θεοῦ καὶ νὰ ἔχης αἰσχρὲς σκέψεις. Ὁ ἀφανισμὸς εἶναι τὸ νὰ αἰχμαλωτίζεται
ὁ νοῦς σου ἀπὸ μάταιες φροντίδες καὶ μέριμνες. Ἡ κλοπὴ εἶναι τὸ νὰ πέφτη
ἡ σκέψις ἀνεπαίσθητα σὲ ρεμβασμούς. Καὶ μῶμος εἶναι ὁ οἱοσδήποτε πειρασμὸς
ποὺ ἔρχεται νὰ μᾶς θίξη τὴν ὥρα τῆς προσευχῆς.
25. Ὅταν δὲν εἴμαστε μόνοι μας κατὰ τὴν ὥρα τῆς προσευχῆς τότε ἂς
λαμβάνωμε μόνο ἐσωτερικὰ τὴν ἁρμόζουσα ἱκετευτικὴ στάσι. Ὅταν ὅμως ἀπουσιάζουν
ἐκεῖνοι ποὺ θὰ μᾶς ἐπαινοῦσαν, τότε ἂς συμμορφώσουμε ἀναλόγως καὶ τὴν
ἐξωτερική μας στάσι. Διότι στοὺς ἀτελεῖς πολλὲς φορὲς ὁ νοῦς συμμορφώνεται
πρὸς τὴν στάσι τοῦ σώματος.
26. Ὅλοι βέβαια, ἀλλὰ περισσότερο ἐκεῖνοι ποὺ πηγαίνουν στὸν βασιλέα
γιὰ νὰ ζητήσουν ἄφεσι τοῦ χρέους των, ἔχουν ἀνάγκη ἀπὸ ἀπερίγραπτη συντριβή.
27. Ἐὰν ἀκόμη εὑρισκώμαστε στὸ δεσμωτήριο, ἂς ἀκούσωμε τὰ λόγια τοῦ
Ἀγγέλου πρὸς τὸν Πέτρο: «Ζώσου τὴν ποδιὰ τῆς ὑπακοῆς, βγάλε ἀπὸ πάνω
σου τὰ θελήματά σου, καὶ ἔτσι γυμνὸς πλησίασε καὶ προσευχήσου στὸν Κύριον,
ζητώντας τὸ ἰδικό Του μόνο θέλημα» (πρβλ. Πράξ. ιβ´ 8), καὶ θὰ ἀποκτήσης
τότε τὸν Θεόν, ὁ ὁποῖος θὰ κρατᾶ τὸ τιμόνι τῆς ψυχῆς σου καὶ θὰ σὲ κυβερνᾶ
ἀκίνδυνα.
28. Ἀφοῦ ἐγερθῆς ἀπὸ τὴν φιλοκοσμία καὶ τὴν φιληδονία, πέταξε ἀπὸ
πάνω σου τὶς μέριμνες, βγάλε ἀπὸ πάνω σου τὶς σκέψεις, ἀπαρνήσου τὸ
σῶμα, (καὶ τότε προσευχήσου). Διότι ἡ προσευχὴ δὲν εἶναι τίποτε ἄλλο,
παρὰ ἀποξένωσις ἀπὸ ὅλον τὸν ὁρατὸ καὶ ἀόρατο κόσμο.
Θεέ μου, «τί γὰρ μοὶ ὑπάρχει ἐν τῷ οὐρανῷ»; Τίποτε! «Καὶ παρὰ σοῦ
τί ἠθέλησα ἐπὶ τῆς γῆς»; (πρβλ. Ψαλμ. οβ´ 25). Τίποτε! Παρὰ μόνο τὸ
νὰ προσκολλῶμαι πάντοτε σ᾿ Ἐσένα ἀπερίσπαστα μέσῳ τῆς προσευχῆς. Μερικοὶ
ζοῦν μὲ τὴν ἐπιθυμία τοῦ πλούτου, ἄλλοι μὲ τῆς δόξης καὶ ἄλλοι μὲ κάποιου
ἄλλου κτίσματος. «Ἐμοὶ δὲ τὸ προσκολλάσθαι τῷ Θεῷ ἐπιθυμητόν ἐστι, τίθεσθαι
ἐν αὐτῷ τὴν ἐλπίδα τῆς ἀπαθείας μου» (πρβλ. Ψαλμ. οβ´ 28).
29. Ἡ πίστις ἔδωσε φτερὰ στὴν προσευχή. Χωρὶς αὐτὴν ἡ προσευχὴ δὲν
μπορεῖ νὰ πετάξη στὸν οὐρανό.
30. Ὅσοι εἴμαστε ἐμπαθεῖς ἂς παρακαλέσωμε γι᾿ αὐτὸ μὲ ἐπιμονὴ τὸν
Κύριον, διότι ὅλοι οἱ ἀπαθεῖς ἀπὸ τὴν ἐμπάθεια προχώρησαν καὶ ἔφθασαν
στὴν ἀπάθεια.
31. Παρ᾿ ὅλον ὅτι σὰν Θεὸς ποὺ εἶναι δὲν φοβεῖται τὸν Θεὸ ὁ «Κριτής»
(πρβλ. Λουκ. ιη´ 2), ἐν τούτοις ὅμως, ἐπειδὴ τὸν ἐνοχλεῖ ἡ χήρα, ἡ ψυχὴ
δηλαδὴ ποὺ ἐχήρευσε ἀπὸ Αὐτὸν μὲ τὶς ἁμαρτίες καὶ τὶς πτώσεις της, θὰ
ἐκδικηθῆ καὶ θὰ τὴν σώσῃ ἀπὸ τὸν ἀντίδικό της, ἀπὸ τὸ σῶμα δηλαδὴ καὶ
ἀπὸ τοὺς ἐχθρούς της δαίμονας.
32. Ὁ Θεός, ὁ καλός μας οἰκονόμος, τοὺς εὐγνώμονες τοὺς ἐφελκύει
στὴν ἀγάπη Του μὲ τὴν σύντομη ἐκπλήρωσι τοῦ αἰτήματός των. Ἐνῷ τὶς ἀχάριστες
καὶ ὅμοιες μὲ τοὺς σκύλους ψυχὲς τὶς ἀναγκάζει νὰ κάθωνται πλησίον Του
προσευχόμενες, πεινασμένες καὶ διψασμένες γιὰ τὸ αἴτημά τους. Διότι
ὁ ἀγνώμων σκύλος, μόλις πάρη τὸ ψωμί, ἀπομακρύνεται ἀμέσως ἀπὸ ἐκεῖνον
ποὺ τοῦ τὸ ἔδωσε.
33. Νὰ μὴ λέγης ὅτι, ἂν καὶ προσευχήθηκες πολὺν καιρό, δὲν κατώρθωσες
τίποτε, διότι ἤδη κάτι σπουδαῖο κατώρθωσες. Τί, ἀλήθεια, ὑπάρχει ἀνώτερο
ἀπὸ τὴν προσκόλλησι στὸν Κύριον καὶ ἀπὸ τὴν συνεχῆ παραμονὴ σ᾿ αὐτὴν
τὴν ἕνωσι;
34. Δὲν φοβεῖται τόσο ὁ κατάδικος τὴν ἀπόφασι τῆς τιμωρίας του, ὅσο
φοβεῖται ὁ ἐργάτης τῆς προσευχῆς τὴν στάσι του στὴν ὥρα τῆς προσευχῆς.
Γι᾿ αὐτό, ἂν εἶναι σοφὸς καὶ ἔξυπνος, μὲ τὴν ἀνάμνησι αὐτῆς τῆς ὥρας
θὰ μπορῆ νὰ ἀποστρέφεται κάθε λοιδορία καὶ ὀργὴ καὶ μέριμνα καὶ ἀσχολία
καὶ θλίψι καὶ χορτασμὸ καὶ λογισμὸ καὶ πειρασμό.
35. Νὰ προετοιμάζεσαι μὲ τὴν ἀδιάλειπτο ἐσωτερικὴ προσευχὴ προκειμένου
νὰ σταθῆς νὰ προσευχηθῆς, καὶ ἔτσι σύντομα θὰ προοδεύσης (στὴν προσευχή).
36. Εἶδα μερικοὺς νὰ λάμπουν στὴν ὑπακοή τους καὶ νὰ μὴν ἀμελοῦν,
ὅσο τοὺς ἦταν δυνατό, τὴν νοερὰ μνήμη τοῦ Θεοῦ. Καὶ μόλις ἐστάθηκαν
στὴν προσευχή, ἐκυριάρχησαν σύντομα στὸν νοῦ τους, αὐτοσυγκεντρώθηκαν
καὶ ἔχυναν κρουνηδὸν τὰ δάκρυα. Καὶ τοῦτο, διότι ἦταν προετοιμασμένοι
ἀπὸ τὴν ὁσία ὑπακοή.
37. Στὴν ψαλμῳδία ποὺ γίνεται μὲ πολλοὺς ἀκολουθοῦν αἰχμαλωσίες καὶ
ρεμβασμοί. Στὴν κατὰ μόνας ὅμως προσευχὴ δὲν παρατηροῦνται αὐτά. Ἀλλὰ
αὐτὴν τὴν πολεμεῖ ἡ ἀκηδία, ἐνῷ τὴν πρώτη τὴν βοηθεῖ ἡ προθυμία.
38. Τὴν ἀγάπη τοῦ στρατιώτου πρὸς τὸν βασιλέα τὴν ἔδειξε ἡ ὥρα τοῦ
πολέμου. Καὶ τὴν ἀγάπη τοῦ μοναχοῦ πρὸς τὸν Θεὸν τὴν ἐδοκίμασε ὁ καιρὸς
καὶ ὁ τρόπος τῆς προσευχῆς. Τὴν πνευματική σου κατάστασι θὰ σοῦ τὴν
φανερώση ἡ προσευχή σου. Οἱ θεολόγοι ἄλλωστε ἐχαρακτήρισαν τὴν προσευχὴ
καθρέπτη τοῦ μοναχοῦ.
39. Ἐκεῖνος ποὺ ἀσχολεῖται μὲ κάτι καὶ τὸ συνεχίζει, ἐνῷ ἐσήμανε
ἡ ὥρα τῆς προσευχῆς, αὐτὸς ἐμπαίζεται ἀπὸ τοὺς δαίμονας. Διότι αὐτὸ
ἐπιδιώκουν οἱ κλέπτες, ὥρα μὲ τὴν ὥρα νὰ κλέβουν τὸν χρόνο τῆς προσευχῆς
μας.
40. Μὴν ἀρνῆσαι νὰ προσεύχεσαι γιὰ κάποια ψυχὴ (ποὺ σοῦ τὸ ἐζήτησε),
ἔστω καὶ ἂν δὲν διαθέτης καρποφόρο προσευχή. Διότι ἡ πίστις ἐκείνου
ποὺ ἐζήτησε τὴν προσευχή, ἔσωσε πολλὲς φορὲς κι ἐκεῖνον ποὺ προσευχήθηκε
καὶ μάλιστα μὲ συντριβὴ καρδίας. Μὴν ὑπερηφανεύεσαι, ἐὰν προσεύχεσαι
γιὰ ἄλλους καὶ εἰσακούεσαι, διότι ἡ πίστις αὐτῶν ἐνήργησε, ὥστε νὰ εἰσακουσθῆ
ἡ προσευχή σου.
41. Κάθε μαθητὴς θὰ ἐξετάζεται ἀπὸ τὸν διδάσκαλό του καθημερινὰ στὰ
μαθήματα ποὺ ἐδιδάχθη. Καὶ ἀπὸ κάθε νοῦ θὰ ζητηθῆ, καὶ δικαίως, νὰ παρουσιάση
σὲ κάθε προσευχή του τὴν δύναμι ἐκείνη ποὺ ἔλαβε ἀπὸ τὸν Θεόν. Γι᾿ αὐτὸ
ἂς προσέχωμε.
42. Ὅταν προσευχηθῆς μὲ προσοχὴ καὶ ἐπιμέλεια, τότε σύντομα θὰ πολεμηθῆς
ἀπὸ τὸ πάθος τῆς ὀργῆς, διότι ἔτσι εἶναι τὸ σχέδιο τῶν δαιμόνων. Κάθε
ἀρετή, πρὸ πάντων ὅμως τὴν προσευχή, ἂς τὴν ἐργαζώμεθα πάντοτε μὲ πολλὴ
συναίσθησι. Καὶ ἡ ψυχὴ τότε προσεύχεται μὲ συναίσθησι, ὅταν ὑπερνικήση
τὸν θυμό.
43. Ὅσα ἀποκτοῦμε μὲ πολλὲς ἱκεσίες καὶ σὲ πολὺ χρόνο, αὐτὰ εἶναι
μόνιμα. Ὅποιος ἀπέκτησε μέσα του τὸν Κύριον, δὲν ρυθμίζει πλέον ὁ ἴδιος
τὰ λόγια καὶ τὸ σχέδιο τῆς προσευχῆς, διότι τότε «τὸ πνεῦμα ἐντυγχάνει
ὑπὲρ αὐτοῦ στεναγμοῖς ἀλαλήτοις» (Ρωμ. η´ 26).
44. Νὰ μὴ δεχθῆς στὴν προσευχή σου καμμία αἰσθητὴ εἰκόνα καὶ φαντασία
γιὰ νὰ μὴ (πλανηθῆς καί) παραφρονήσης.
45. Γιὰ κάθε αἴτημα ἡ πληροφορία ἐμφανίζεται στὴν προσευχή. Πληροφορία
εἶναι ἡ ἀπαλλαγὴ ἀπὸ τὴν ἀμφιβολία. Πληροφορία εἶναι ἡ βεβαία καὶ ἀσφαλὴς
φανέρωσις ἑνὸς ἀγνώστου πράγματος.
46. Νὰ γίνεσαι ὑπερβολικὰ ἐλεήμων καὶ συμπονετικός, σὺ ποὺ καλλιεργεῖς
τὴν προσευχή. Διότι μὲ τὴν ἐλεημοσύνη οἱ μοναχοὶ «ἑκατονταπλασίονα λήψονται»
στὴν παροῦσα ζωή. Καὶ τὸ ἑπόμενο τοῦ εὐαγγελικοῦ λόγου, (δηλαδὴ τὸ «ζωὴν
αἰώνιον κληρονομήσουσι), (Ματθ. ιθ´ 29), θὰ τὸ ἀπολαύσουν στὸν μέλλοντα
αἰώνα.
47. Ἦλθε τὸ πῦρ (τοῦ θείου πόθου) μέσα στὴν καρδιὰ καὶ ἀνέστησε τὴν
προσευχή. Ἀφοῦ δὲ ἡ προσευχὴ ἀνεστήθη καὶ ἀνελήφθη στοὺς οὐρανούς, ἔγινε
στὸ ἀνώγειο τῆς ψυχῆς ἡ κάθοδος τοῦ πυρὸς (τοῦ Ἁγίου Πνεύματος).
48. Μερικοὶ ἰσχυρίζονται ὅτι ἡ προσευχὴ εἶναι ἀνωτέρα ἀπὸ τὴν μνήμη
τοῦ θανάτου. Ἐγὼ ὅμως γνωρίζω νὰ ἀνυμνῶ ἐξ ἴσου τὶς δυὸ οὐσίες τῆς μιᾶς
ὑποστάσεως.
49. Ὁ ἱκανὸς ἵππος συνήθως, καθὼς ἀρχίζει νὰ τρέχη, θερμαίνεται καὶ
προχωρώντας αὐξάνει τὴν ταχύτητα τοῦ δρόμου του. Ὡς δρόμο ἐννοῶ τὴν
ὑμνῳδία καὶ ὡς ἵππο τὸν ἀνδρεῖο νοῦ, ὁ ὁποῖος «πόρρωθεν ὀσφραίνεται
πολέμου» (Ἰὼβ λθ´ 25) καὶ προετοιμάζεται γιὰ τὴν μάχη καὶ πάντοτε δείχνεται
ἀνίκητος.
50. Εἶναι βαρὺ νὰ ἁρπάξης τὸ νερὸ ἀπὸ τὸ στόμα τοῦ διψασμένου. Βαρύτερο
ὅμως εἶναι νὰ διακόψης μία ψυχὴ ποὺ προσεύχεται μὲ κατάνυξι ἀπὸ τὴν
πολυπόθητη αὐτὴ προσευχή της πρὶν τὴν τελειώση.
51. Μὴν ἀναχωρήσης ἀπὸ τὴν προσευχή σου, πρὶν ἰδῆς νὰ σταματοῦν,
σύμφωνα μὲ τὴν οἰκονομία τοῦ Θεοῦ, τὸ πῦρ (τῆς χάριτος) καὶ τὸ ὕδωρ
(τῶν δακρύων). Διότι ἴσως νὰ μὴ σοῦ δοθῆ πάλι σὲ ὁλόκληρη τὴν ζωή σου
τέτοια εὐκαιρία γιὰ τὴν συγχώρησι τῶν ἁμαρτιῶν σου. Ἐκεῖνος ποὺ ἐγεύθηκε
τὴν χάρι τῆς προσευχῆς, συνέβη ὥστε πολλὲς φορὲς ἀπὸ ἕναν (ἀπρόσεκτο)
λόγο ποὺ εἶπε νὰ μολύνη τὸν νοῦ του, καὶ ἔτσι μόλις στάθηκε στὴν προσευχὴ
δὲν εὑρῆκε τὸ ποθούμενο ὅπως συνήθως.
52. Ἄλλο εἶναι νὰ
ἐπισκοπῆς (νὰ ἐποπτεύης
δηλαδή) συχνὰ τὴν καρδιά σου καὶ ἄλλο τὸ νὰ
ἐπισκοπεύσης
(νὰ κάνης δηλαδὴ χρέος ἐπισκόπου) σ᾿ αὐτήν. Στὴν πρώτη περίπτωσι ὁ νοῦς
ὁμοιάζει μὲ ἄρχοντα, ἐνῷ στὴν δευτέρα μὲ ἀρχιερέα, ὁ ὁποῖος προσφέρει
στὸν Χριστὸν λογικὲς θυσίες (2). Καὶ ὅπως λέγει
κάποιος ποὺ ἔλαβε τὴν προσωνυμία τοῦ θεολόγου (3),
τὸ Ἅγιον καὶ Ὑπερουράνιον πῦρ (δηλαδὴ τὸ Ἅγιον Πνεῦμα), τοὺς πρώτους
τοὺς ἐπισκέπτεται ὡς φλόγα καὶ τοὺς καταφλέγει, διότι ἔχουν ἀκόμη ἀνάγκη
καθάρσεως, ἐνῷ τοὺς δευτέρους ὡς φῶς καὶ τοὺς φωτίζει, διότι ἔφθασαν
στὰ μέτρα τῆς τελειότητος.
Τὸ ἴδιο δηλαδὴ Ἅγιον Πνεῦμα ὀνομάζεται καὶ «πῦρ καταναλίσκον» (Ἑβρ.
ιβ´ 29) καὶ «φῶς φωτίζον» (πρβλ. Β´ Κορ. δ´ 6). Γι᾿ αὐτὸ καὶ μερικοὶ
ὅταν ἐξέρχωνται ἀπὸ τὴν προσευχή, εἶναι σὰν νὰ ἐξέρχωνται ἀπὸ φλογισμένο
καμίνι, αἰσθανόμενοι συγχρόνως μία ἐλάφρωσι καὶ ἕνα καθαρισμὸ ἀπὸ τὸν
ρύπο καὶ τὸ βάρος τῆς ἁμαρτίας. Καὶ ἄλλοι πάλι αἰσθάνονται σὰν νὰ ἐφωτίσθηκαν
μὲ φῶς καὶ σὰν νὰ ἐφόρεσαν τὴν διπλοΐδα τῆς ταπεινώσεως καὶ τῆς ἀγαλλιάσεως.
Ὅσοι ἐξέρχονται ἀπὸ τὴν προσευχή τους χωρὶς νὰ αἰσθάνονται καμμία ἀπὸ
τὶς δυὸ αὐτὲς ἐνέργειες, αὐτοὶ προσεύχονται ὄχι πνευματικά, ἀλλὰ σωματικά,
γιὰ νὰ μὴν εἰπῶ ἰουδαϊκά. Διότι, ἐὰν ἕνα ἀνθρώπινο σῶμα ποὺ ἐγγίζει
σὲ ἄλλο ὑφίσταται κάποια ἐπίδρασι καὶ ἀλλοίωσι, πῶς δὲν θὰ δοκιμάση
ἐπίδρασι καὶ ἀλλοίωσι ἐκεῖνος ποὺ μὲ καθαρὰ χέρια ἐγγίζει (διὰ τῆς προσευχῆς
καὶ τῆς θεωρίας) τὸ «σῶμα» τοῦ Θεοῦ;
53. Ὁ πανάγαθος Βασιλεύς μας, ὅπως ἀκριβῶς καὶ ὁ ἐπίγειος βασιλεύς,
προσφέρει τὰ δῶρα του στοὺς στρατιῶτες του ἄλλοτε ὁ ἴδιος, ἄλλοτε μὲ
ἕναν φίλο του, ἄλλοτε μὲ ἕνα ὑπηρέτη του καὶ ἄλλοτε μὲ ἄγνωστο τρόπο.
Ἀλλὰ καὶ ἀνάλογα μὲ τὸν χιτώνα τῆς ταπεινώσεως ποὺ ὁ καθένας φορεῖ.
54. Στὸν ἐπίγειο βασιλέα εἶναι ἀποκρουστικὸς ἐκεῖνος ποὺ παρίσταται
ἐνώπιόν του καὶ ἐν συνεχείᾳ γυρίζει τὸ πρόσωπό του καὶ συζητεῖ μὲ τοὺς
ἐχθροὺς τοῦ βασιλέως. Παρόμοια εἶναι ἀποκρουστικὸς στὸν Κύριον αὐτὸς
πού, ἐνῷ προσεύχεται, δέχεται ἀκάθαρτους λογισμούς.
55. Ὅταν βλέπης τὸν κύνα νὰ ἔρχεται (γιὰ νὰ σὲ ἀποσπάση μὲ κάποια
πρόφασι ἀπὸ τὴν προσευχή), κυνήγα τον μὲ τὸ ὅπλο. Καὶ κάθε φορὰ ποὺ
γαυγίζει μὲ ἀναίδεια, μὴν ὑποχωρῆς.
56. Νὰ αἰτῆς μὲ δάκρυα καὶ πένθος. Νὰ ζητῆς μὲ ὑπακοή. Νὰ κρούης
μὲ μακροθυμία. Διότι «ὁ οὕτως αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει,
καὶ τῷ κρούοντι ἀνοιγήσεται» (Λουκ. ια´ 10). Πρόσεξε μήπως προσευχηθῆς
χωρὶς τὴν ἀπαιτούμενη προσοχὴ γιὰ κάποια γυναίκα, καὶ σὲ κλέψῃ ἐκ δεξιῶν
ὁ διάβολος.
57. (Ὅταν προσεύχεσαι), μὴ θέλης νὰ ἐξομολογῆσαι τὶς σαρκικὲς ἁμαρτίες
σου λεπτομερῶς καὶ ὅπως ἀκριβῶς ἔγιναν, γιὰ νὰ μὴ γίνης σὺ ὁ ἴδιος ἐπίβουλος
καὶ ἐπικίνδυνος στὸν ἑαυτό σου.
58. Ὁ καιρὸς τῆς προσευχῆς ἂς μὴ γίνη γιὰ σένα ὥρα ποὺ θὰ σκεφθῆς
σπουδαῖα καὶ ἀναγκαῖα θέματα, ἔστω καὶ πνευματικά. Διαφορετικὰ ἄφησες
καὶ σοῦ ἔκλεψαν τὸ πολυτιμότερο.
59. Ὅποιος κρατᾶ στὰ χέρια του τὸ ραβδὶ τῆς προσευχῆς, δὲ πρόκειται
νὰ σκοντάψη. Ἀλλὰ καὶ ἂν ἀκόμη σκοντάψῃ, δὲ θὰ πέση ἐντελῶς. Διότι ἡ
προσευχὴ εἶναι ἕνας εὐσεβῆς τύραννος τοῦ Θεοῦ. Τὴν ὠφέλεια ἐκ τῆς προσευχῆς
μποροῦμε νὰ τὴν καταλάβουμε ἀπὸ τὰ ἐμπόδια ποὺ μᾶς φέρνουν οἱ δαίμονες
κατὰ τὶς ὦρες τῶν Ἀκολουθιῶν. Τὸν δὲ καρπὸ τῆς προσευχῆς, ἀπὸ τὴν ἥττα
τοῦ ἐχθροῦ, καθὼς τὸ λέγει καὶ ὁ Ψαλμῳδός: «Ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς
με, ὅτι οὐ μὴ ἐπιχαρῆ ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ» (Ψαλμ. μ´ 12) τὸν καιρὸ
τοῦ πολέμου. Λέγει δὲ ἐπίσης: «Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου» (πρβλ. Ψαλμ.
ριη´ 145), δηλαδὴ καὶ μὲ τὸ στόμα μου καὶ μὲ τὴν ψυχή μου καὶ μὲ τὸ
πνεῦμα μου, διότι ὅπου εὑρίσκονται συγκεντρωμένοι οἱ δυὸ τελευταῖοι,
(ἡ ψυχὴ καὶ τὸ πνεῦμα), ἐκεῖ ἀνάμεσά τους εὑρίσκεται καὶ ὁ Θεὸς (πρβλ.
Ματθ. ιη´ 20).
60. Οὔτε τὰ σωματικὰ ἰδιώματα, ἀλλὰ οὔτε καὶ τὰ πνευματικὰ εἶναι
σὲ ὅλους ὅμοια. Καὶ γι᾿ αὐτὸ σὲ ἄλλους φαίνεται πιὸ κατάλληλος ἡ σύντομος
ψαλμῳδία καὶ σὲ ἄλλους ἡ μακροτέρα. Καὶ οἱ πρῶτοι ἰσχυρίζονται ὅτι πολεμοῦν
ἔτσι τὴν αἰχμαλωσία τοῦ νοῦ τους, ἐνῷ οἱ δεύτεροι τὴν ἀμάθειά τους.
61. Ἐὰν ἀδιάκοπα προσεύχεσαι στὸν Βασιλέα κατὰ τῶν ἐχθρῶν σου, ὁσάκις
ἔρχωνται νὰ σὲ πειράξουν, ἔχε θάρρος καὶ δὲν πρόκειται νὰ κοπιάσης πολύ.
Διότι αὐτοὶ οἱ ἴδιοι θὰ ἀπομακρυνθοῦν ἀπὸ κοντά σου σύντομα, ἐπειδὴ
δὲν θέλουν οἱ ἀνόσιοι νὰ σὲ βλέπουν νὰ στεφανώνεσαι πολεμώντας ἐναντίον
τους μὲ τὴν προσευχή. Ἐπὶ πλέον, θὰ φύγουν καὶ ἐπειδὴ τοὺς μαστιγώνει
ἡ προσευχὴ σὰν φωτιά.
62. Δεῖξε ὅλη τὴν ἀνδρεία σου καὶ τὴν προθυμία σου (ὅταν προσεύχεσαι),
καὶ θὰ ἔχης τὸν ἴδιον τὸν Θεὸν διδάσκαλο στὴν προσευχή σου.
63. Δὲν μποροῦμε νὰ διδαχθοῦμε τὸ πῶς νὰ βλέπωμε, διότι ἐκ φύσεως
τὸ γνωρίζομε μόνοι μας. Παρόμοια δὲν μποροῦμε νὰ γνωρίσωμε μὲ τὴν διδασκαλία
τοῦ ἄλλου τὸ κάλλος τῆς προσευχῆς. Διότι ἡ προσευχὴ ἔχει ὡς διδάσκαλό
της τὸν Θεόν, «τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν, καὶ διδόντα εὐχὴν τῷ
εὐχομένῳ καὶ εὐλογοῦντα ἔτη δικαίων» (Ψαλμ. Ϟγ´ 10 - Α´ Βασ. β´ 9).
Ἀμήν.
----------
1. Ἡ ἔκφρασις
«συνουσία καὶ ἕνωσις τοῦ ἀνθρώπου μὲ τὸν Θεόν», δηλώνει ὅτι διὰ τῆς
προσευχῆς ἐπιτυγχάνεται πραγματικὴ θεοκοινωνία, μέθεξις τοῦ θείου. Ὁ
Θεὸς βέβαια εἶναι ἀμέθεκτος, ἀκοινώνητος, ἀναφὴς ὡς πρὸς τὴν ἄκτιστη
φύσι Του, πλὴν ὅμως εἶναι μεθεκτός, κοινωνητός, ἀπτὸς ὡς πρὸς τὶς ἄκτιστες
ἐνέργειές Του, ὡς πρὸς τὴν ἄκτιστη χάρι καὶ δόξα Του.
2. Ὁ νοῦς,
ὅταν κυβερνᾶ καλῶς τὴν καρδία καὶ τὴν προστατεύη ἀπὸ τοὺς ἐχθρούς, ἐπιτελεῖ
χρέη ἄρχοντος (βασιλικὸν ἦθος). Καὶ ὅταν διὰ τῆς προσευχῆς προσφέρη
στὸν Χριστὸν καθαρὰ καὶ ἅγια καρδιακὰ κινήματα καὶ νοήματα, ἐπιτελεῖ
χρέη ἀρχιερέως, ὁ δὲ ἄνθρωπος μεταβάλλεται σὲ ἔμψυχο θυσιαστήριο (ἱερατικὸν
ἦθος). Ἐδῶ πίσω ἀπὸ τὴν βραχυλογία τῆς Κλίμακος κρύπτεται μέγα βάθος
καὶ πλάτος θείων ἐννοιῶν καὶ μυστικῶν καταστάσεων -«φρέαρ βαθύ!».
3. Πρόκειται,
ὅπως σημειώνουν καὶ οἱ σχολιασταί, γιὰ τὸν ἅγιο Γρηγόριο τὸν Θεολόγο.
|
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου