Α´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
ΤΗΣ Α´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι Χριστέ, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών,
καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ
σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ,
τὰς ψυχὰς ἡμῶν.
Ὁ Ἀναγνώστης· Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
(ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς
ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα. Καὶ νῦν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία
σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον
ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ
ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν. Κύριε, ἐλέησον
(ιβ´).
Δόξα. Καὶ νῦν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ
ἡμῶν. Μετανοίας (γ´) καὶ εὐθὺς τοὺς Ψαλμούς.
Ψαλμὸς ν´.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς
ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου
ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ
ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς
λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην,
καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας·
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ,
καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον
ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά
σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου
σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου,
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς
τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε,
τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ
Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών,
καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ψαλμὸς ξθ´.
Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι
σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου·
ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου
κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε, εὖγε!
Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός,
καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν
σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι· βοηθός μου
καὶ ῥύστης μου εἶ σύ, Κύριε· μὴ χρονίσῃς.
Ψαλμὸς ρμβ´.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ
ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς
κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν
μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ
τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν
σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν
ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι,
Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με
ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ
θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ
σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις
τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι
ἐγὼ δοῦλός σού εἰμι.
Δοξολογία.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν
σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι,
διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ·
Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε, ὁ Θεός,
ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν
ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος
Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός· Ἀμήν.
Καθ᾿ ἑκάστην ἑσπέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα,
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ
καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν
σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου,
ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα
φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε,
ἐν τῇ νυκτὶ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε,
ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς
τοὺς αἰῶνας· Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν
ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς
εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν
με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν
χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα
πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸ Σύμβολον τῆς Πίστεως.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς,
ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν
Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων
τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα
οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς
τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν
καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα, καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς
οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ
δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ
εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν
διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Θεοτοκίον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
|
Α´
ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ
ΤΗΣ 1ης ΕΒΔΟΜΑΔΑΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Ὁ Ἱερέας·
Ἂς εἶναι εὐλογημένος ὁ Θεός μας κάθε στιγμή, τώρα καὶ πάντοτε καὶ
στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.
Δόξα σ᾿ Ἐσένα Χριστέ, ὁ Θεός, ἡ ἐλπίδα μας, δόξα σ᾿ Ἐσένα.
Βασιλιὰ οὐράνιε, Παράκλητε, Πνεῦμα Ἅγιο, ποὺ ἀπὸ Σένα πηγάζει ἡ ἀλήθεια·
ποὺ βρίσκεσαι παντοῦ καὶ μὲ τὴν παρουσία Σου γεμίζεις τὰ πάντα· Ἐσὺ
ποὺ εἶσαι ὁ θησαυρὸς καὶ ἡ πηγὴ κάθε ἀγαθοῦ καὶ δωρίζεις τὴ ζωή, ἔλα
καὶ κατοίκησε μέσα μας, καὶ καθάρισέ μας ἀπὸ τὰ στίγματα τῆς ἁμαρτίας
καὶ σῶσε τὶς ψυχές μας.
Ὁ Ἀναγνώστης· Ἀμήν.
Ἅγιος εἶσαι Θεὲ (Πατέρα μας), Ἅγιος εἶσαι (Υἱὲ) Δυνατέ, Ἅγιο εἶσαι
Ἀθάνατο (Πνεῦμα), ἐλέησέ μας (3 φορές).
Δόξα στὸν Πατέρα, στὸν Υἱὸ καὶ στὸ Ἅγιο Πνεῦμα. Καὶ τώρα καὶ πάντοτε
καὶ στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.
Παναγία Τριάδα, ἐλέησέ μας, Κύριε (Θεὲ Πατέρα) δεῖξε εὐσπλαγχνία γιὰ
τὶς ἁμαρτίες μας. Δέσποτα (Υἱὲ) συγχώρεσε τὶς ἀνομίες μας. Ἅγιο (Πνεῦμα)
ἐπίσκεψε καὶ θεράπευσε τὶς ἀδυναμίες μας, χάρη τοῦ ὀνόματός Σου.
Κύριε ἐλέησε, Κύριε ἐλέησε, Κύριε ἐλέησε.
Δόξα... Καὶ τώρα...
Ἐπουράνιε Πατέρα μας, ἂς εἶναι δοξασμένο καὶ ἁγιασμένο τὸ ὄνομά Σου.
Ἂς ἔλθει ἡ βασιλεία Σου, ἂς γίνει τὸ θέλημά Σου, ὅπως στὸν οὐρανὸ ἔτσι
καὶ στὴ γῆ. Δῶσε μας καὶ σήμερα τὴν ἀπαραίτητη γιὰ τὴ συντήρησή μας
τροφή, καὶ συγχώρεσε τὶς ἁμαρτίες μας, ὅπως κι ἐμεῖς συγχωροῦμε ὅσους
μᾶς ἀδικοῦν. Καὶ μὴν ἐπιτρέψεις νὰ πέσουμε σὲ πειρασμὸ (ποὺ προέρχεται
ἀπὸ τὴ δική μας διάθεση), ἀλλὰ φύλαξέ μας κι ἀπὸ τοὺς πειρασμοὺς ποὺ
προέρχονται ἀπὸ τὸν πονηρὸ (τὸ διάβολο).
Ὁ Ἱερέας· Γιατὶ σ᾿ Ἐσένα ἀνήκει ἡ βασιλεία
καὶ ἡ δύναμη καὶ ἡ δόξα, στὸν Πατέρα καὶ στὸν Υἱὸ καὶ στὸ Ἅγιο Πνεῦμα,
τώρα καὶ σὲ κάθε στιγμὴ καὶ στοὺς ἀπέραντους αἰῶνες.
Ὁ Ἀναγνώστης· Ἀμήν. Κύριε ἐλέησέ μας
(12 φορές).
Δόξα... Καὶ τώρα...
Ἐλᾶτε νὰ προσκυνήσουμε καὶ νὰ πέσουμε εὐλαβικὰ στὰ πόδια τοῦ Βασιλιᾶ
μας Θεοῦ.
Ἐλᾶτε νὰ προσκυνήσουμε καὶ νὰ πέσουμε εὐλαβικὰ στὰ πόδια τοῦ Χριστοῦ,
τοῦ Βασιλιᾶ μας Θεοῦ.
Ἐλᾶτε νὰ προσκυνήσουμε καὶ νὰ πέσουμε εὐλαβικὰ στὰ πόδια τοῦ Χριστοῦ,
τοῦ Βασιλιᾶ καὶ Θεοῦ μας. (3 μετάνοιες κι ἀμέσως
τοὺς Ψαλμοὺς)·
Ψαλμὸς 50ός.
Ἐλέησέ με, Θεέ μου, σύμφωνα μὲ τὸ ἄπειρο ἔλεός Σου, καὶ μὲ τὴν ἀπέραντη
εὐσπλαγχνία Σου ἐξάλειψε τὴ μεγάλη ἁμαρτία μου. Ἀκόμη περισσότερο, πλύνε
με ἀπὸ τὸ ρύπο τῆς ἀνομίας μου κι ἀπὸ τὴν ἁμαρτία μου καθάρισέ με. Γιατὶ
ἔχω συναίσθηση τῆς ἀνομίας μου καὶ ἡ ἁμαρτία μου βρίσκεται πάντοτε μπροστά
μου. Σ᾿ Ἐσένα μόνο ἁμάρτησα καὶ τὶς ἁμαρτωλές μου πράξεις ἐνώπιόν Σου
διέπραξα, γιὰ νὰ δικαιωθεῖς ἔτσι γιὰ τὶς ἀποφάσεις Σου γιὰ μένα καὶ
ἐξέλθεις νικητὴς ὅταν Σὲ κατακρίνουν (χωρὶς νὰ γνωρίζουν). (Ἐλέησέ με)
γιατὶ νά, ἀπὸ τὴ στιγμὴ τῆς συλλήψεώς μου ὡς ἔμβρυο, φέρω κληρονομικὴ
τὴ ροπὴ πρὸς τὴν ἁμαρτία. Μὲ τὸ προπατορικὸ ἁμάρτημα καὶ μὲ τὴν κλίση
στὴν ἁμαρτία μὲ κυοφόρησε καὶ μὲ γέννησε ἡ μητέρα μου. Ὅμως Ἐσὺ ἀγάπησες
μονάχα τὴν ἀλήθεια καὶ μοῦ φανέρωσες τὰ ἄγνωστα καὶ ἀπόκρυφα μυστήρια
τῆς σοφίας Σου. Θὰ μὲ ραντίσεις μὲ τὸ ἔλεός σου σὰν μὲ φύλλα τοῦ ἀρωματικοῦ
φυτοῦ ὑσσώπου καὶ θὰ καθαριστῶ. Θὰ μὲ πλύνεις μὲ τὴ χάρη Σου καὶ θὰ
γίνω πιὸ λευκὸς καὶ ἀπὸ τὸ χιόνι. Θὰ μὲ κάνεις νὰ αἰσθανθῶ ἀγαλλίαση
καὶ εὐφροσύνη, θὰ ἀγαλλιάσουν καὶ τὰ κόκαλά μου, ποὺ ταπεινώθηκαν (ἀπὸ
τὶς ἁμαρτίες μου). Στρέψε μακριὰ τὸ πρόσωπό Σου ἀπὸ τὶς ἁμαρτίες μου,
καὶ ἐξαφάνισε ὅλες τὶς ἀνομίες μου. Κτίσε μέσα μου καρδιὰ καθαρή, Θεέ
μου, καὶ μὲ πνεῦμα εὐθύτητας καὶ εἰλικρίνειας ἀνακαίνισέ με ἐσωτερικά.
Μὴ μὲ ἀποδιώξεις ἀπὸ τὸ πρόσωπό Σου καὶ μὲ περιφρονήσεις, καὶ μὴ μοῦ
ἀφαιρέσεις τὸ Πνεῦμα Σου τὸ Ἅγιο. Δώρησέ μου ξανὰ τὴν ἀγαλλίαση ποὺ
δίνει ἡ σωτηρία Σου καὶ μὲ διάθεση καὶ θέληση ἰσχυρὴ στήριξέ με. Θὰ
διδάξω σ᾿ ὅλους ὅσοι παραβαίνουν τὸ νόμο Σου τὴν ὁδὸ τῶν ἐντολῶν Σου
καὶ θὰ ἐπιστρέψουν οἱ ἁμαρτωλοὶ σ᾿ Ἐσένα. Ἐλευθέρωσέ με ἀπὸ τὴν ἐνοχὴ
τῶν αἱμάτων ποὺ ἔχυσα, Θεέ μου, Θεὲ τῆς σωτηρίας μου. Τότε ἡ γλώσσα
μου θὰ ἀγαλλιάσει καὶ θὰ ὑμνήσει τὴ δικαιοσύνη Σου. Κύριε, τὰ κλεισμένα
ἀπὸ τὴ ντροπὴ χείλη μου θ᾿ ἀνοίξεις καὶ τὸ στόμα μου θὰ σὲ αἰνέσει.
Γιατὶ ἂν ἐπιθυμοῦσες θυσία ὑλικὴ θὰ στὴν εἶχα προσφέρει. Ὅμως Ἐσένα
δὲ Σὲ ἱκανοποιοῦν οἱ θυσίες τῶν ζώων ποὺ καίγονται στὸ θυσιαστήριο.
Θυσία ἀρεστὴ σ᾿ Ἐσένα εἶναι τὸ συντετριμμένο γιὰ τὶς ἁμαρτίες της πνεῦμα·
Ὁ Θεὸς ποτὲ δὲν θὰ ἀπορρίψει τὴ συντετριμμένη καὶ ταπεινωμένη καρδιά.
Δεῖξε τὴν καλή Σου θέληση, Κύριε, καὶ τὴν ἀγάπη Σου καὶ πρὸς τὴ Σιών,
κι ἂς χτιστοῦν τὰ τείχη τῆς Ἱερουσαλήμ. Τότε θὰ εὐαρεστηθεῖς νὰ δεχτεῖς
μαζὶ μὲ τὴν πνευματική μας θυσία καὶ τὶς ὑλικὲς θυσίες, ὅπως εἶναι οἱ
προσφορὲς τῶν καρπῶν καὶ οἱ θυσίες ζώων στὸ θυσιαστήριο. Τότε θὰ ἀνεβάσουν
στὸ θυσιαστήριό Σου μοσχάρια γιὰ νὰ προσφερθοῦν θυσία σ᾿ Ἐσένα.
Ψαλμὸς 69ος.
Θεέ μου, πρόσεξέ με γιὰ νὰ Σὲ ἔχω βοηθό μου. Κύριε ἔλα γρήγορα νὰ
μὲ βοηθήσεις. Ἂς ντροπιαστοῦν κι ἂς ἐξευτελιστοῦν αὐτοὶ ποὺ ζητοῦν τὴν
ψυχή μου. Ἂς ὀπισθοχωρήσουν κι ἂς καταντροπιαστοῦν αὐτοὶ ποὺ θέλουν
νὰ μοῦ κάνουν κακό. Ἂς ὀπισθοχωρήσουν γεμάτοι ντροπὴ ὅσοι λέγουν· θαυμάσια,
ὡραῖα (δηλ. χαίρονται μὲ τὴ δυστυχία μου). Ἀντίθετα μ᾿ αὐτούς, ἂς ἀγαλλιάσουν
καὶ ἂς εὐφρανθοῦν χάρη σ᾿ Ἐσένα Θεέ μας, ὅσοι σὲ ἐπιζητοῦν στὴ ζωή τους·
καὶ ὅσοι ποθοῦν κι ἐπιθυμοῦν τὴ σωτηρία τους ἂς λέγουν διαρκῶς· Ἂς μεγαλύνεται
καὶ δοξάζεται ὁ Κύριος. Ἐγὼ ὅμως εἶμαι φτωχὸς καὶ ταλαίπωρος· βοήθησέ
με Θεέ μου. Βοηθός μου καὶ λυτρωτής μου εἶσαι Κύριε, μὴν ἀργήσεις νὰ
σπεύσεις.
Ψαλμὸς 142ος.
Κύριε εἰσάκουσε τὴν προσευχή μου. Πρόσεξε τὴ δέησή μου, Ἐσὺ ποὺ τηρεῖς
τὴν ὑπόσχεσή Σου· εἰσάκουσέ με ὡς δίκαιος ποὺ εἶσαι. Καὶ μὴ θελήσεις
νὰ κρίνεις ἐμένα τὸ δοῦλο σου, γιατὶ κανένας ἀπ᾿ ὅσους ζοῦν δὲ θὰ βρεθεῖ
δίκαιος μπροστά Σου. (Εἰσάκουσέ με Κύριε) γιατὶ ὁ ἐχθρὸς κατεδίωξε καὶ
πολέμησε τὴν ψυχὴ μου. Ταπείνωσε κι ἔριξε στὴ γῆ τὴν ὕπαρξή μου, μ᾿
ἔκανε νὰ νιώθω ὅτι ζῶ στὸ σκοτάδι, ὅπως εἶναι ὅλοι οἱ νεκροί· κυριεύθηκε
ἀπὸ ὀλιγοψυχία τὸ πνεῦμα μου καὶ ταράχθηκε ἡ καρδιά μου μέσα μου. Τότε
θυμήθηκα τὶς παλιὲς εὐτυχισμένες μέρες, προσήλωσα τὴ σκέψη μου σ᾿ ὅλα
ὅσα ἔκανες γιὰ μένα, μελέτησα τὰ ἔργα τῶν χεριῶν Σου. Ὕψωσα τὰ χέρια
μου ἱκετευτικὰ σ᾿ Ἐσένα· ἡ ψυχή μου Σὲ δίψησε ὅπως ἡ ξεραμένη γῆ ζητᾶ
νερὸ νὰ ποτιστεῖ. Εἰσάκουσέ με ὅσο πιὸ γρήγορα γίνεται Κύριε, τὸ πνεῦμα
μου μ᾿ ἐγκαταλείπει. Μὴν ἀποστρέψεις ἀπὸ ἐμένα τὸ πρόσωπό Σου, γιατὶ
θὰ μοιάσω στοὺς νεκροὺς ποὺ θάβονται στὸ λάκκο τοῦ τάφου. Κάνε νὰ νιώσω
τὸ πρωὶ τὸ ἔλεός Σου, γιατὶ σ᾿ Ἐσένα στήριξα ὅλη τὴν ἐλπίδα μου. Γνώρισέ
μου Κύριε τὸ δρόμο ποὺ πρέπει νὰ ἀκολουθήσω, γιατὶ σ᾿ Ἐσένα ἐμπιστεύτηκα
τὴν ὕπαρξή μου. Ἐλευθέρωσέ με Κύριε ἀπὸ τοὺς ἐχθρούς μου, γιατὶ σ᾿ Ἐσένα
κατέφυγα. Δίδαξέ με νὰ πράττω τὸ θέλημά Σου, γιατὶ Ἐσὺ εἶσαι ὁ Θεός
μου. Τὸ Πνεῦμα Σου τὸ Ἀγαθὸ ἂς μὲ ὁδηγήσει σὲ τόπο ἴσιο (χωρὶς ἐμπόδια
γιὰ τὴν ἄσκηση τῆς ἀρετῆς). Χάρη στὸ ὄνομά Σου Κύριε θὰ μὲ ἀναζωογονήσεις.
Μὲ τὴ δικαιοσύνη Σου θὰ βγάλεις ἀπ᾿ τὴν θλίψη τὴν ψυχή μου, καὶ μὲ τὸ
ἔλεος ποὺ θὰ μοῦ δείξεις, θὰ ἐξοντώσεις τοὺς ἐχθρούς μου καὶ θὰ ἀφανίσεις
ὅλους ὅσοι θλίβουν τὴν ψυχή μου, γιατὶ ἐγὼ εἶμαι πιστός Σου δοῦλος (ἀφοσιωμένος).
Δοξολογία.
Δόξα στὸ Θεὸ ποὺ βρίσκεται ψηλὰ στὸν οὐρανό, καὶ στὴ γῆ ἂς ἔλθει
ἡ εἰρήνη Του, στοὺς ἀνθρώπους ἡ εὔνοιά Του. Σὲ ὑμνοῦμε, Σὲ εὐλογοῦμε,
Σὲ προσκυνοῦμε, Σὲ δοξολογοῦμε καὶ Σὲ εὐχαριστοῦμε γιὰ τὴ μεγάλη Σου
δόξα. Κύριε Βασιλιά μας, ἐπουράνιε Θεέ μας, Πατέρα παντοκράτορα· Κύριε
Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ μονογενή, καὶ Πανάγιο Πνεῦμα, Κύριε Ἰησοῦ
Χριστέ, Θεέ μας, Ἐσὺ ποὺ εἶσαι ὁ Ἀμνὸς τοῦ Θεοῦ (ποὺ θυσιάστηκε γιὰ
τὴ σωτηρία τοῦ κόσμου), ὁ Υἱὸς τοῦ Πατρός, ποὺ σηκώνεις γιὰ νὰ ἐξαλείψεις
τὶς ἁμαρτίες τοῦ κόσμου, ἐλέησέ μας, Ἐσὺ ποὺ σηκώνεις τὶς ἁμαρτίες τοῦ
κόσμου. Δέξου εὐσπλαγχνικὰ τὴν ἱκεσία μας, Ἐσὺ ποὺ κάθεσαι (μετὰ τὴν
Ἀνάληψή Σου) δοξασμένος στὰ δεξιὰ τοῦ Πατέρα Σου καὶ ἐλέησέ μας. Γιατὶ
Ἐσύ, Ἰησοῦ Χριστέ μας, εἶσαι ὁ μόνος (ἀπόλυτα) Ἅγιος, Ἐσὺ εἶσαι ὁ μόνος
Κύριός μας, ποὺ δοξάζεις τὸν Θεὸ Πατέρα. Ἀμήν. Κάθε βράδυ θὰ σὲ δοξολογῶ
καὶ θὰ ὑμνῶ τὸ ὄνομά Σου καὶ τώρα, ἐνόσω ζῶ, καὶ στοὺς ἀπέραντους αἰῶνες.
Κύριε, καταφυγὴ ἔγινες γιὰ μᾶς σ᾿ ὅλες τὶς γενιές. Γι᾿ αὐτὸ καὶ εἶπα·
Κύριε, ἐλέησέ με, θεράπευσε τὴν ψυχή μου, γιατὶ ἁμάρτησα ἐνώπιόν Σου.
Κύριε, κατέφυγα σ᾿ Ἐσένα· δίδαξέ με νὰ πράττω (στὴ ζωή μου) τὸ θέλημά
Σου, γιατὶ Ἐσὺ εἶσαι ὁ Θεός μου. Σὲ Σένα ὑπάρχει ἡ πηγὴ τῆς ζωῆς· μέσα
ἀπ᾿ τὸ δικό Σου φῶς θὰ δοῦμε κι ἐμεῖς τὸ φῶς. Συνέχισε νὰ παρέχεις τὸ
ἔλεός Σου σὲ κείνους ποὺ Σὲ παραδέχονται (ὡς Θεὸ ἀληθινό). Καταξίωσέ
μας, Κύριε, κατὰ τὴ διάρκεια καὶ αὐτῆς τῆς νύχτας νὰ φυλαχθοῦμε ἀπὸ
τὴν ἁμαρτία. Ἂς εἶσαι εὐλογημένος Κύριε, Θεὲ τῶν πατέρων μας, καὶ ἂς
ὑμνεῖται καὶ δοξάζεται τὸ ὄνομά Σου αἰώνια. Ἀμήν. Μακάρι, Κύριε, νὰ
μᾶς παράσχεις τὴν εὐσπλαγχνία Σου, ἀφοῦ κι ἐμεῖς σ᾿ Ἐσένα στηρίξαμε τὶς
ἐλπίδες μας. Ἂς εἶσαι εὐλογημένος Κύριε, δίδαξέ με τὸ θέλημά Σου. Ἂς
εἶσαι εὐλογημένος Δέσποτα, δῶσ᾿ μου σύνεση νὰ ἐκτελῶ τὸ θέλημά Σου.
Ἂς εἶσαι εὐλογημένος Ἅγιε, φώτισέ με μὲ τὶς ἐντολές Σου. Κύριε, τὸ ἔλεός
Σου εἶναι αἰώνιο. Μὴν παραβλέψεις ἐμᾶς ποὺ εἴμαστε ἔργα τῶν χεριῶν Σου.
Σ᾿ Ἐσένα (Τριαδικὲ Θεέ μας) ἁρμόζει αἴνεση, σ᾿ Ἐσένα ἁρμόζει ὕμνος,
σ᾿ Ἐσένα ἁρμόζει δόξα, στὸν Πατέρα, στὸν Υἱὸ καὶ στὸ Ἅγιο Πνεῦμα, τώρα
καὶ πάντοτε καὶ στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.
Τὸ Σύμβολο τῆς Πίστεως.
Πιστεύω σὲ ἕνα Θεὸ ποὺ εἶναι ὁ Πατέρας μας, ποὺ κυβερνᾶ ὅλο τὸν κόσμο
καὶ δημιούργησε τὸν οὐρανὸ καὶ τὴ γῆ, ὅλα ὅσα βλέπουμε ἀλλὰ καὶ ὅσα
δὲ βλέπουμε. (Πιστεύω) καὶ σὲ ἕναν καὶ μόνον Κύριο, τὸν Ἰησοῦ Χριστό,
ποὺ εἶναι Υἱὸς τοῦ Θεοῦ μονογενής, ποὺ γεννήθηκε ἀπὸ τὸν Πατέρα Του
πρὶν ἀπὸ ὅλους τοὺς αἰῶνες. Εἶναι ὁ Ἴδιος (ὁ Χριστὸς) φῶς καὶ γεννήθηκε
ἀπὸ τὸ φῶς (τὸν Θεὸ Πατέρα), εἶναι Θεὸς ἀληθινὸς ἀπὸ ἀληθινὸ Θεό· γεννήθηκε,
δὲν δημιουργήθηκε· εἶναι ἀπὸ τὴν ἴδια οὐσία (φύση) μὲ τὸν Πατέρα Του,
καὶ δι᾿ Αὐτοῦ (τοῦ Υἱοῦ) δημιουργήθηκαν τὰ πάντα. Γιὰ μᾶς τοὺς ἀνθρώπους
καὶ γιὰ τὴ δική μας σωτηρία κατέβηκε ἀπὸ τοὺς οὐρανούς, ἔλαβε ἀνθρώπινη
σάρκα (κυοφορήθηκε) ἀπὸ τὴν Παρθένο Μαρία διὰ τῆς ἐπελεύσεως τοῦ Ἁγίου
Πνεύματος καὶ ἔγινε πραγματικὸς ἄνθρωπος. Σταυρώθηκε γιὰ μᾶς ἐπὶ ἡγεμονίας
τοῦ Ποντίου Πιλάτου καὶ ἀφοῦ ἔπαθε ὡς ἄνθρωπος (καὶ πέθανε), τάφηκε.
Τὴν τρίτη ἡμέρα Ἀναστήθηκε, ὅπως τὸ βεβαιώνουν οἱ Γραφές, καὶ Ἀνελήφθη
μὲ δόξα στοὺς οὐρανοὺς καὶ κάθισε στὰ δεξιὰ τοῦ Θεοῦ Πατέρα Του. Θὰ
ἔρθει καὶ πάλι (κατὰ τὴ Δευτέρα Παρουσία) μὲ δόξα πολλὴ γιὰ νὰ κρίνει
ζῶντες καὶ νεκρούς, καὶ ἡ βασιλεία Του δὲν θὰ ἔχει τέλος. (Πιστεύω)
καὶ στὸ Πνεῦμα, (ποὺ ὅπως ὁ Πατέρας καὶ ὁ Υἱὸς εἶναι) Ἅγιο, Κύριο, ζωοποιὸ
καὶ ἐκπορεύεται ἀπὸ τὸν Πατέρα, συμπροσκυνεῖται καὶ συνδοξάζεται μὲ
τὸν Πατέρα καὶ τὸν Υἱό, καὶ λάλησε μὲ τὸ στόμα τῶν Προφητῶν. (Πιστεύω)
καὶ στὴν Ἐκκλησία, ποὺ εἶναι μία, ἁγία, καθολικὴ (ἀπευθύνεται καὶ περιλαμβάνει
ὅλον τὸν κόσμο) καὶ ἀποστολικὴ (στερεώθηκε μὲ τὸ κήρυγμα τῶν Ἀποστόλων).
Ὁμολογῶ τὴν πίστη μου στὸ μυστήριο τοῦ Βαπτίσματος τὸ ὁποῖο γίνεται
μία φορὰ γιὰ τὴ συγχώρηση τῶν ἁμαρτιῶν. Περιμένω μὲ προσδοκία τὴν ἀνάσταση
τῶν νεκρῶν καὶ τὴν ἀτέλειωτη ζωὴ (μὲ τὸν Χριστό). Ἀμήν.
Θεοτοκίο.
Εἶναι ἄξιο ἀληθινά, νὰ ἐγκωμιάζουμε ἐσένα τὴ Θεοτόκο, τὴν πάντοτε
ἐγκωμιαζομένη καὶ πάναγνη καὶ μητέρα τοῦ Θεοῦ μας. Ἐσένα ποὺ εἶσαι πιὸ
τιμημένη ἀπ᾿ τὰ Χερουβεὶμ καὶ ἀσύγκριτα πιὸ ἔνδοξη ἀπ᾿ τὰ Σεραφείμ,
ποὺ χωρὶς νὰ φθαρεῖ ἡ παρθενία σου γέννησες τὸν Θεὸ Λόγο, ποὺ εἶσαι
πραγματικὰ ἡ Θεοτόκος, ἐσένα μεγαλύνουμε.
|
Εἶτα ἄρχονται οἱ Χοροὶ ψάλλοντες τὸν Κανόνα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς·
Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῃ. Ἰωσήφ.
Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου.
ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.
» Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται
» πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι
» Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρί-
» ζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δὶς)
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος,
Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι᾿ ἧς τῆς Προμήτορος,
ἀρὰ λυθήσεται.
Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις· χαῖρε
πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως· χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.
Δόξα.
Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα· τὸ μῆλον τὸ εὔοσμον,
χαῖρε ἡ τέξασα· τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως· χαῖρε Ἀπειρόγαμε,
κόσμου διάσωσμα.
Καὶ νῦν.
Ἁγνείας θησαύρισμα, χαῖρε, δι᾿ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν·
χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον· θυμίαμα εὔοσμον,
μύρον πολύτιμον.
ᾨδὴ γ´. Ὁ Εἱρμός.
» Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ
» ἄφθονος πηγή, θίασον συγκροτήσαντας,
» πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ
» σου, στεφάνων δόξης ἀξίωσον. (δὶς)
Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε
τράπεζα, ἄρτον ζωῆς χωρήσασα· χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος
Δέσποινα.
Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς· χαῖρε
Ἀμνὰς κυήσασα, Θεοῦ Ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα· χαῖρε
θερμὸν ἱλαστήριον.
Δόξα.
Ὄρθρος φαεινὸς χαῖρε, ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον·
χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.
Καὶ νῦν.
Χαῖρε Πύλη μόνη, ἣν ὁ Λόγος, διώδευσε μόνος, ἡ μοχλούς, καὶ πύλας
ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα· χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων
Πανύμνητε.
ᾨδὴ δ´. Ὁ Εἱρμός.
» Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος,
» ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,
» τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυ-
» γάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Ἐν φωναῖς ἆσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε· Χαῖρε πῖον ὄρος,
καὶ τετυρωμένον ἐν Πνεύματι· χαῖρε λυχνία καὶ στάμνε, μάννα φέρουσα,
τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.
Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα· χαῖρε κλῖμαξ γῆθεν,
πάντας ἀνυψώσασα χάριτι· χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου,
πάντας, πρὸς ζωὴν τοὺς ὑμνοῦντάς σε.
Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε
ἀκόπως βαστάσασα, χαῖρε κογχύλη, πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου,
τῷ Βασιλεῖ τῶν Δυνάμεων.
Δόξα.
Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων
δωρεὰν ἐξαλείφοντα· ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, Ἀπειρόγαμε, δι᾿
ἧς ἡμεῖς ἐθεώθημεν.
Καὶ νῦν.
Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν,
Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα,
καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.
ᾨδὴ ε´. Ὁ Εἱρμός.
» Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου·
» σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ
» τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον
» Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βρα-
» βεύοντα.
Ὁδὸν ἡ κυήσασα, ζωῆς, χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας,
σώσασα κόσμον· χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν· χαῖρε ἐνδιαίτημα,
τοῦ Δεσπότου τῆς κτίσεως.
Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων, χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης·
νέκρωσις ᾍδου, νυμφὼν ὁλόφωτε· χαῖρε τῶν Ἀγγέλων χαρμονή· χαῖρε ἡ βοήθεια,
τῶν πιστῶς δεομένων σου.
Πυρίμορφον ὄχημα, τοῦ Λόγου, χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε, τὸ
ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον· οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει
τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.
Δόξα.
Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε πόλις τοῦ Παμβασιλέως,
δεδοξασμένα καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς· ὄρος ἀλατόμητον,
χαῖρε βάθος ἀμέτρητον.
Καὶ νῦν.
Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου, χαῖρε Ἄχραντε· κόχλος ἡ τὸν θεῖον μαργαρίτην,
προαγαγοῦσα, χαῖρε πανθαύμαστε· πάντων πρὸς Θεὸν καταλλαγή, τῶν μακαριζόντων
σε, Θεοτόκε ἑκάστοτε.
ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.
» Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες
» ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε
» τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέν-
» τα Θεὸν δοξάζοντες. (δὶς)
Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε,
τῶν Προφητῶν περιήχημα· χαῖρε τῶν Ἀποστόλων τὸ ἐγκαλλώπισμα.
Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα· ὅθεν βοῶμέν
σοι· Χαῖρε ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε προεθεάσατο.
Δόξα.
Ἰδού σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι, καὶ
ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων τοῦ
πολεμήτορος.
Καὶ νῦν.
Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι· Χαῖρε
ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως ἐπισκιάζουσα.
ᾨδὴ ζ´. Ὁ Εἱρμός.
» Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες,
» παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν,
» ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον·
» Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ
» Θεὸς εὐλογητὸς εἶ.
Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ· ἄμπελος ἀληθινή,
τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς
εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.
Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα, χαῖρε Θεόνυμφε· ἡ ῥάβδος ἡ μυστική,
ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα· χαῖρε Δέσποινα, δι᾿ ἧς χαρᾶς πληρούμεθα,
καὶ ζωὴν κληρονομοῦμεν.
Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ
τὰ Σεραφίμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν· ὃν ἱκέτευε, πάσης νῦν
βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.
Δόξα.
Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος
ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή· ὃν ἱκέτευε, βίβλῳ ζωῆς
τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.
Καὶ νῦν.
Ἱκετεύομεν, οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν· Κλῖνον
τὸ οὖς σου, Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον,
πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.
ᾨδὴ η´. Ὁ Εἱρμός.
» Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς
» Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος·
» νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅ-
» πασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον
» ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας
» τοὺς αἰῶνας.
Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας· γάλακτι
ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνή, ᾧ ψάλλομεν·
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα Μυστήριον τοῦ τόκου σου· Παῖδες
προεικόνισαν, τοῦτο ἐμφανέστατα, μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι,
ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ
σου· καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς
κατοικητήριον Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα.
Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας· εὔλαλοι
οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροί, ἀποκαθαίρονται, νόσοι διώκονται,
πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.
Καὶ νῦν.
Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι᾿ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις
Παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα τῶν μελῳδούντων
Ἁγνή· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ´. Ὁ Εἱρμός.
» Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι,
» λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων
» Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυ-
» ριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις
» παμμακάριστε, Θεοτόκε ἁγνή ἀειπάρθενε.
Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι
γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ
πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.
Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι· Χαῖρε ἄστρον
ἄδυτον, εἰσάγον κόσμῳ τὸν μέγαν Ἥλιον· χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην
Ἁγνή· χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωήν, τὸ ἀνθρώπινον.
Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα·
χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν· χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ
καλή· χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.
Δόξα.
Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε Ἀειπάρθενε· Ὁσίων πάντων
χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα· χαῖρε ἁπάντων τε, τῶν Δικαίων,
θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.
Καὶ νῦν.
Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων
νῦν, εἰς τοῦτο ἔχων ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε κυοφορήσασαν,
διὰ μέγα, ἔλεος θελήσαντα, μορφωθῆναι Χριστὲ τὸ ἀλλότριον.
|
Ἔπειτα ψάλλεται ὁ Κανόνας τῆς Θεοτόκου·
Ο ΚΑΝΟΝΑΣ
ᾨδὴ 1η.
Θ᾿ ἀνοίξω τὸ στόμα μου καὶ θὰ γεμίσει ἀπ᾿ τὴ Χάρη τοῦ Ἁγίου Πνεύματος,
καὶ λόγο ἐγκωμιαστικὸ θὰ ἀπευθύνω στὴ βασίλισσα Μητέρα (τοῦ Χριστοῦ)·
καὶ θὰ φανῶ ὅτι πανηγυρίζω γεμάτος ἀπὸ χαρά, καὶ θὰ ἀνυμνήσω γεμάτος
ἀπὸ ἀγαλλίαση τὰ θαυμάσια μεγαλεῖα της (2 φορές).
Ὑπεραγία Θεοτόκε, σῶσε μας (τὸ ἴδιο ἐπαναλαμβάνεται
μετὰ ἀπὸ κάθε τροπάριο).
Ἁγνὴ Θεοτόκε, βλέποντας ὁ μεγάλος Ἀρχάγγελος (ὁ Γαβριὴλ) ὅτι εἶσαι
τὸ ζωντανὸ βιβλίο τοῦ Χριστοῦ ποὺ σφραγίστηκε ἀπὸ τὸ Ἅγιο Πνεῦμα, σὲ
ἐπευφημοῦσε καὶ ἔλεγε· Χαῖρε δοχεῖο τῆς χαρᾶς διὰ τοῦ ὁποίου θὰ σβήσει
ἡ κατάρα ποὺ δέχτηκε ἡ προμήτορά μας (ἡ Εὔα).
Παρθένε, νύφη τοῦ Θεοῦ, χαῖρε Ἐσὺ ποὺ ἀνόρθωσες (ἀπὸ τὴν πτώση του)
τὸν Ἀδὰμ καὶ νέκρωσες τὸν Ἅδη. Χαῖρε Πάναγνη, Ἐσὺ ποὺ ἔγινες τὸ παλάτι
στὸ ὁποῖο κατοίκησε (μὲ τὴν κυοφορία του) ὁ μοναδικὸς Βασιλιάς μας·
χαῖρε Ἐσὺ ποὺ εἶσαι ὁ πύρινος θρόνος στὸν ὁποῖο κάθισε ὁ Παντοκράτορας
(Χριστὸς).
Δόξα στὸν Πατέρα...
Χαῖρε (Θεοτόκε) Σὺ ποὺ βλάστησες τὸ τριαντάφυλλο ποὺ δὲ μαραίνεται
ποτὲ (τὸν Χριστό)· χαῖρε ἐσὺ ποὺ γέννησες τὸ μῆλο ποὺ μοσκοβολᾶ· ἡ εὐωδία
τοῦ Βασιλιᾶ τῶν ὅλων· χαῖρε ἐσὺ ποὺ ἔγινες μητέρα χωρὶς νὰ γνωρίσεις
γάμο, ποὺ εἶσαι ἡ σωτηρία τοῦ κόσμου.
Καὶ τώρα...
Θησαυρὲ τῆς ἁγνείας, χαῖρε· μ᾿ ἐσένα σηκωθήκαμε ἀπὸ τὴν πτώση μας.
Χαῖρε Δέσποινα, εὐωδιαστὲ κρίνε, ποὺ εὐωδιάζεις τοὺς πιστούς· (χαῖρε)
θυμίαμα εὐωδιαστό, μύρο πολύτιμο.
ᾨδὴ 3η.
Θεοτόκε, Ἐσὺ ποὺ εἶσαι ἡ ζωντανὴ καὶ ἀστείρευτη πηγή, στερέωσε ἐκείνους
ποὺ σὲ ὑμνολογοῦν ἔχοντας συγκροτήσει θίασο πνευματικό· καὶ ἀξίωσέ τους
νὰ λάβουν ἔνδοξα στεφάνια ὅταν θὰ ἔλθουν στὴ δική σου οὐράνια δόξα
(2 φορές).
Χαῖρε ἐσὺ ποὺ βλάστησες τὸ θεῖο στάχυ (τὸν Χριστό) σὰν χωράφι ποὺ
δὲν καλλιεργήθηκε ποτέ. Χαῖρε Δέσποινα, ποὺ εἶσαι τὸ ἔμψυχο τραπέζι
στὸ ὁποῖο χώρεσε ὁ Ἄρτος τῆς ζωῆς· χαῖρε πηγὴ ἀστείρευτη, ἀπ᾿ τὴν ὁποία
ἀναβλύζει τὸ νερὸ τῆς ζωῆς.
Χαῖρε δάμαλη (μικρὴ ἀγελάδα, μτφ. ἡ παρθένος κόρη) ποὺ γέννησες τὸ
μόσχο τὸν καθαρὸ καὶ ἀψεγάδιαστο· χαῖρε ἀμνάδα (μικρὴ προβατίνα) ποὺ
κύησες τὸν Ἀμνὸ τοῦ Θεοῦ, ποὺ σηκώνει τὶς ἁμαρτίες ὅλου τοῦ κόσμου·
χαῖρε ἐσὺ ποὺ προσφέρθηκες μὲ προθυμία γιὰ τὴν ἐξιλέωσή μας.
Δόξα στὸν Πατέρα...
Χαῖρε φωτεινὴ αὐγή, ἡ ὁποία μόνη ἀνέτειλες τὸν ἥλιο (τῆς δικαιοσύνης)
τὸν Χριστὸ καὶ ἀναδείχθηκες κατοικητήριο τοῦ (νοητοῦ) Φωτός. Χαῖρε ἐσὺ
ποὺ διέλυσες τὸ (πνευματικό) σκοτάδι καὶ ἐκμηδένισες ὁλοτελῶς τοὺς σκοτεινοὺς
δαίμονες.
Καὶ τώρα...
Χαῖρε πύλη ἀπ᾿ τὴν ὁποία πέρασε μονάχα ὁ Λόγος τοῦ Θεοῦ· ἐσὺ Δέσποινα,
ἡ ὁποία διὰ τοῦ Τόκου σου (τοῦ Χριστοῦ) συνέτριψες τὶς κλειδαριὲς καὶ
τὶς πύλες τοῦ θανάτου. Χαῖρε πανύμνητε, ἡ θεία εἴσοδος ἀπ᾿ τὴν ὁποία
περνοῦν ὅλοι ὅσοι σώζονται.
ᾨδὴ 4η.
Αὐτὸς ποὺ κάθεται στὸν ἔνδοξο θρόνο τῆς Θεότητος, ἦλθε (στὸν κόσμο)
μέσα σ᾿ ἐλαφρὺ σύννεφο (τὴν Παναγία), ὁ Ἰησοῦς ὁ ὕψιστος Θεός, ὁ Ὁποῖος
μὲ τὴ δύναμη τῆς ἀμόλυντης παλάμης Του ἔσωσε (ἀπὸ τὴν ἁμαρτία καὶ τὸ
θάνατο) αὐτοὺς ποὺ κραυγάζουν· δόξα Χριστέ, στὴ θεία σου δύναμη.
Μὲ ἄσματα (ὕμνους) ποὺ βγαίνουν ἀπὸ τὴν πίστη μας, σοῦ φωνάζουμε
Πανύμνητε· χαῖρε ἐσὺ ποὺ μὲ τὴ χάρη τοῦ Ἁγίου Πνεύματος ἔγινες εὔφορο
βουνό· χαῖρε ἑπτάφωτη λυχνία, στάμνα ποὺ φέρεις μέσα σου τὸ μάννα (τὸν
Χριστό) ποὺ γλυκαίνει τὰ πνευματικὰ αἰσθητήρια τῶν εὐσεβῶν.
Χαῖρε ἄχραντε Δέσποινα, ποὺ εἶσαι τὸ ἱλαστήριο τοῦ κόσμου (τὸ μέσο
διὰ τοῦ ὁποίου ἐξιλεωθήκαμε)· χαῖρε κλίμακα (σκάλα) ποὺ μὲ τὴ χάρη σου
μᾶς ἀνύψωσες ὅλους ἀπὸ τὴ γῆ στὸν οὐρανό· χαῖρε ἡ γέφυρα ποὺ πραγματικὰ
περνᾶς ἀπὸ τὸ θάνατο στὴ ζωὴ ὅλους ὅσοι σὲ ἀνυμνοῦν.
Ἐσὺ ποὺ εἶσαι ὑψηλότερη ἀπ᾿ τοὺς οὐρανούς, χαῖρε Ἄχραντε, ποὺ στὴν
κοιλιά σου βάσταξες χωρὶς κόπο τὸ θεμέλιο τῆς γῆς (τὸν Χριστό). Χαῖρε
κογχύλι ποὺ μὲ τὸ αἷμα σου ἔβαψες τὴ θεία πορφύρα (τὸ ἔνδυμα, δηλ. τὴν
ἀνθρώπινη σάρκα) ποὺ φόρεσε ὁ Βασιλιὰς τῶν δυνάμεων.
Δόξα στὸν Πατέρα...
Χαῖρε Δέσποινα, ἐσὺ ποὺ γέννησες πραγματικὰ τὸ Νομοθέτη (Χριστό),
ὁ ὁποῖος ἐξαλείφει χωρὶς κανένα ἀντάλλαγμα τὶς ἁμαρτίες ὅλων μας· (χαῖρε)
τὸ βάθος ποὺ ἀνθρώπινο μυαλὸ δὲν μπορεῖ νὰ κατανοήσει καὶ τὸ ὕψος ποὺ
μὲ λόγια δὲν μπορεῖ νὰ περιγραφεῖ· ἐσὺ ποὺ ἔγινες ἡ αἰτία τῆς δικῆς
μας θέωσης.
Καὶ τώρα...
Ἀνυμνοῦμε ἐσένα ποὺ ἔπλεξες γιὰ τὸν κόσμο στεφάνι χωρὶς νὰ χρησιμοποιηθοῦν
χέρια ἀνθρώπινα· σοῦ ἀπευθύνουμε τὸ χαῖρε, Παρθένε, ποὺ εἶσαι τὸ ἀκλόνητο
ὀχυρό μας, τὸ χαράκωμα καὶ τὸ στήριγμα καὶ τὸ ἱερὸ καταφύγιο.
ᾨδὴ 5η.
Ὅλος ὁ κόσμος ἐξεπλάγη μὲ τὴ θεία δόξα σου· γιατὶ ἐσὺ Παρθένε ἂν
καὶ δὲ γνώρισες γάμο, ἀξιώθηκες νὰ κρατήσεις στὴ μήτρα σου τὸ Θεὸ ποὺ
ἐξουσιάζει ὅλα τὰ κτίσματα, καὶ γέννησες τὸν ἄχρονο Υἱὸ καὶ Λόγο τοῦ
Θεοῦ, ὁ Ὁποῖος χαρίζει τὴ σωτηρία σὰν βραβεῖο σ᾿ ὅσους σὲ ἀνυμνοῦν.
Χαῖρε Πανάχραντε, ἐσὺ ποὺ κυοφόρησες τὴν Ὁδὸ (τὸν Χριστό), ποὺ ὁδηγεῖ
στὴ ζωὴ καὶ ἔσωσες τὸν κόσμο ἀπὸ τὸν κατακλυσμὸ τῆς ἁμαρτίας. Χαῖρε
νύφη τοῦ Θεοῦ, ποὺ εἶσαι λάλημα καὶ ἄκουσμα ποὺ προκαλεῖ δέος· χαῖρε
κατοικία τοῦ Δεσπότη τῆς κτίσεως.
Χαῖρε Ἄχραντε, ποὺ εἶσαι ἡ ἰσχὺς καὶ τὸ ὀχύρωμα τῶν ἀνθρώπων, τόπος
ἅγιος τῆς δόξας τοῦ Θεοῦ· νέκρωση τοῦ θανάτου, ὁλόφωτο νυφικὸ δωμάτιο·
χαῖρε ἡ χαρὰ τῶν Ἀγγέλων· χαῖρε ἡ βοήθεια ἐκείνων ποὺ μὲ πίστη σὲ ἐπικαλοῦνται.
Χαῖρε Δέσποινα, ἐσὺ ποὺ χρημάτισες πύρινο ἅρμα τοῦ Λόγου, ποὺ ἔγινες
ἔμψυχος Παράδεισος ὅπου στὸ μέσο του ἔχει τὸ ξύλο τῆς ζωῆς, τὸν Κύριο,
τοῦ Ὁποίου ἡ γλυκύτητα ζωοποιεῖ αὐτοὺς ποὺ μὲ πίστη τὸν γεύονται καὶ
οἱ ὁποῖοι προηγουμένως εἶχαν ὑποκύψει στὴ φθορά.
Δόξα στὸν Πατέρα...
Παίρνοντας δύναμη ἀπὸ τὴν δική σου δύναμη, σοῦ φωνάζουμε μὲ πίστη·
χαῖρε ἡ πόλη τοῦ Βασιλιᾶ τῶν ὅλων, γιὰ τὴν ὁποία πολλὰ εἰπώθηκαν δοξασμένα
καὶ ἀξιάκουστα. Χαῖρε ὄρος ποὺ δὲ λατομήθηκε ποτέ, χαῖρε βάθος μυστηρίου
ἀμέτρητο.
Καὶ τώρα...
Χαῖρε Ἄχραντε, ἐσὺ ποὺ χρημάτισες ἡ εὐρύχωρη κατοικία τοῦ Θεοῦ Λόγου·
χαῖρε πανθαύμαστε, ἐσὺ ποὺ εἶσαι τὸ ὄστρακο ἀπ᾿ τὸ ὁποῖο προῆλθε τὸ
θεῖο μαργαριτάρι. Θεοτόκε, ἐσὺ συμφιλιώνεις μὲ τὸ Θεὸ ὅλους αὐτοὺς ποὺ
ἀδιάκοπα μὲ ὕμνους σὲ ἐγκωμιάζουν.
ᾨδὴ 6η.
Τὴν θεία αὐτὴ καὶ ἰδιαίτερα ἄξια τιμῆς ἑορτὴ τῆς Θεομήτορος τελοῦντες
οἱ θεόφρονες, ἐλᾶτε νὰ κτυπήσουμε τὰ χέρια ἀπὸ χαρά, δοξάζοντας τὸ Θεὸ
ποὺ γεννήθηκε ἀπ᾿ αὐτήν.
Χαῖρε Πανάχραντε, γιατὶ ἀναδείχτηκες τὸ ἀμόλυντο νυφικὸ δωμάτιο τοῦ
Θεοῦ Λόγου καὶ ἔγινες ἡ αἰτία τῆς θέωσης ὅλων μας, τὸ κήρυγμα τῶν Προφητῶν
καὶ τὸ σεμνὸ στολίδι τῶν Ἀποστόλων.
Ἀπὸ σένα ἔσταξε ἡ δροσιὰ (ὁ Χριστὸς), ἡ ὁποία ἔσβησε τὴ φλόγα τῆς
πολυθεΐας καὶ εἰδωλολατρίας· γιὰ τοῦτο καὶ σοῦ φωνάζουμε δυνατά· χαῖρε,
Παρθένε, ἐσὺ ποὺ εἶσαι ὁ πόκος (τὸ μαλλὶ) τὸν ὁποῖο μὲ θαῦμα προεῖδε
ὁ Γεδεών.
Δόξα στὸν Πατέρα...
Νά, σὲ σένα (Παναγία μας) φωνάζουμε δυνατὰ τὸ χαῖρε· γίνε λιμάνι
σὲ μᾶς ποὺ ταξιδεύουμε στὴ θάλασσα τῆς ζωῆς καὶ ὁρμητήριο στὸ πέλαγος
τῶν θλίψεων καὶ ὅλων τῶν παγίδων τοῦ ἐχθροῦ μας (τοῦ διαβόλου).
Καὶ τώρα...
Ἐσὺ ποὺ εἶσαι αἰτία χαρᾶς, γέμισε μὲ τὴ χάρη σου τὴ σκέψη μας γιὰ
νὰ σοῦ φωνάζουμε δυνατά· χαῖρε ἄφλεκτη βάτος, καὶ ὁλόφωτη νεφέλη, ποὺ
ἀδιάκοπα ἐπισκιάζεις τοὺς πιστούς.
ᾨδὴ 7η.
Οἱ θεόφρονες (Τρεῖς Παῖδες στὴ Βαβυλώνα) δὲ θέλησαν νὰ λατρεύσουν
τὰ κτίσματα, ἀλλὰ λάτρευσαν μονάχα τὸν Κτίστη. Καὶ ἀφοῦ ἀψήφισαν μὲ
ἀνδρεία τὴν ἀπειλὴ τῆς φωτιᾶς, μὲ χαρὰ ἔψαλαν· Ὑπερύμνητε Θεὲ καὶ Κύριε
τῶν Πατέρων μας εἶσαι εὐλογημένος.
Σὲ ἀνυμνοῦμε καὶ σοῦ φωνάζουμε δυνατά· χαῖρε τὸ ὄχημα τοῦ νοητοῦ
Ἡλίου (τοῦ Χριστοῦ)· ἀληθινὴ ἄμπελος (κληματαριὰ), ἡ ὁποία καρποφόρησες
τὸ ὥριμο σταφύλι ποὺ ἀποστάζει κρασὶ (τὴ ζωὴ) καὶ εὐφραίνει τὶς ψυχὲς
ἐκείνων ποὺ μὲ πίστη σὲ δοξάζουν.
Χαῖρε νύφη τοῦ Θεοῦ, ἐσὺ ποὺ γέννησες τὸν Ἰατρὸ τῶν ἀνθρώπων· ποὺ
εἶσαι ἡ μυστικὴ ράβδος, ἀπὸ τὴν ὁποία βλάστησε τὸ ἀμάραντο λουλούδι
(ὁ Χριστὸς)· χαῖρε, Δέσποινα, μ᾿ ἐσένα γεμίζουμε ἀπὸ χαρὰ καὶ κληρονομοῦμε
τὴν αἰώνια ζωή.
Δέσποινα, καὶ ἡ πιὸ ρητορικὴ γλώσσα δὲν μπορεῖ ἐπάξια νὰ σὲ ὑμνολογήσει·
διότι, μὲ τὸ νὰ γεννήσεις τὸν βασιλέα Χριστό, ὑψώθηκες πιὸ πάνω κι ἀπὸ
τὰ Σεραφείμ. Αὐτὸν ἱκέτευε νὰ σώσει τώρα ἀπὸ κάθε βλάβη αὐτοὺς ποὺ μὲ
πίστη σὲ προσκυνοῦν.
Δόξα στὸν Πατέρα...
Σὲ εὐφημεῖ καὶ σὲ ἐγκωμιάζει ὅλος ὁ κόσμος ἀναφωνώντας σου· χαῖρε
Ἁγνή, ἐσὺ εἶσαι τὸ βιβλίο, στὸ ὁποῖο μὲ τὸ δάκτυλο (τὴν Χάρη τοῦ Ἁγίου
Πνεύματος) καταγράφηκε ὁ Λόγος τοῦ Θεοῦ Πατρός. Αὐτὸν ἱκέτευε Θεοτόκε,
νὰ καταγράψει στὸ βιβλίο τῆς ζωῆς κι ἐμᾶς τοὺς δούλους σου.
Καὶ τώρα...
Σὲ ἱκετεύουμε οἱ δοῦλοι σου καὶ κλίνουμε μπροστά σου τὰ γόνατα τῆς
καρδιᾶς μας. Ἄκουσε μὲ προσοχὴ (τὴν ἱκεσία μας) Ἁγνὴ καὶ σῶσε ὅλους
ἐμᾶς ποὺ βυθιζόμαστε στὶς θλίψεις· καὶ προφύλαξε ἀπὸ κάθε ἅλωση ἐχθρικὴ
τὴν Πόλη σου (ἀλλὰ καὶ κάθε πόλη) Θεοτόκε.
ᾨδὴ 8η.
Τοὺς εὐσεβεῖς Παῖδες στὸ καμίνι ὁ τόκος τῆς Θεοτόκου (ὁ Χριστὸς)
διέσωσε (ἀπὸ τὶς φλόγες). Καὶ τότε μὲν σὰν προτύπωση, τώρα δὲ ἐνεργώντας
φανερὰ σώζει τὴν οἰκουμένη, τὴν ὁποία καὶ συναθροίζει καὶ τὴν κάνει
νὰ ψάλει· Ὑμνεῖτε τὸν Κύριο ὅλα τὰ δημιουργήματα καὶ ὑπερυψώνετέ Τον
σ᾿ ὅλους τοὺς αἰῶνες.
Στὰ σπλάγχνα σου, Ἁγνή, δέχτηκες τὸν Λόγο τοῦ Θεοῦ καὶ βάσταξες Αὐτὸν
ποὺ βαστάζει τὰ πάντα. Ἔθρεψες μὲ τὸ γάλα σου Αὐτὸν ποὺ μ᾿ ἕνα νεῦμα
Του τρέφει ὁλόκληρη τὴν οἰκουμένη, πρὸς τὸν Ὁποῖο ψάλλουμε· Ὑμνεῖτε
τὸν Κύριο ὅλα τὰ δημιουργήματα καὶ ὑπερυψώνετέ Τον σ᾿ ὅλους τοὺς αἰῶνες.
Ὁ Μωυσῆς ἀντιλήφθηκε μπροστὰ στὴ φλεγόμενη βάτο τὸ μεγάλο μυστήριο
τοῦ τόκου σου. Καὶ οἱ (Τρεῖς) Παῖδες προεικόνισαν τὸ μυστήριο αὐτό,
βρισκόμενοι στὸ μέσο τῆς φωτιᾶς τῆς καμίνου καὶ μὴ καιόμενοι, πανάχραντε
ἁγία Παρθένε. Γι᾿ αὐτὸ σὲ ὑμνοῦμε σὲ ὅλους τοὺς αἰῶνες.
Ἐμεῖς ποὺ πρὶν γυμνωθήκαμε ἐξαιτίας τῆς ἀπάτης τοῦ διαβόλου, τώρα
μὲ τὴν κυοφορία σου, ντυθήκαμε τὴν στολὴ τῆς ἀφθαρσίας. Καὶ ὅσοι καθόμασταν
στὸ σκοτάδι τῶν παραπτωμάτων μας, εἴδαμε τὸ φῶς τοῦ Θεοῦ, Κόρη, ποὺ
ἔγινες κατοικητήριο τοῦ φωτός. Γι᾿ αὐτὸ σὲ ὑμνοῦμε σὲ ὅλους τοὺς αἰῶνες.
Δόξα στὸν Πατέρα...
Οἱ νεκροὶ ψυχικὰ ἄνθρωποι παίρνουν καὶ πάλι μὲ τὴ μεσιτεία σου ζωή,
γιατὶ γέννησες τὴν πραγματικὴ Ζωή, ποὺ εἶναι Πρόσωπο (τὸν Χριστό). Κι
ἐκεῖνοι ποὺ πρὶν ἔχασαν (μὲ τὴν ἁμαρτία) τὴ λαλιά τους, γίνονται ὁμιλητικότατοι.
Οἱ λεπροὶ καθαρίζονται, οἱ ἀρρώστιες διαλύονται, τὰ πλήθη τῶν ἐναερίων
πνευμάτων (τῶν δαιμόνων) νικοῦνται. Κι ὅλα αὐτὰ γίνονται μὲ σένα Παρθένε,
ποὺ εἶσαι ἡ σωτηρία τῶν θνητῶν ἀνθρώπων.
Καὶ τώρα...
Χαῖρε, ἐσὺ ἡ εὐλογημένη σὲ ὅλα, ποὺ γέννησες τὴ σωτηρία τοῦ κόσμου
(τὸν Χριστό)· διὰ σοῦ ἀνεβήκαμε ἀπὸ τὴ γῆ στὰ οὐράνια. Ἐσὺ εἶσαι Ἁγνὴ
ἡ σκέπη καὶ τὸ στερέωμα, τὸ τεῖχος καὶ τὸ φρούριο ὅλων ὅσοι ψάλλουν·
Ὑμνεῖτε τὸν Κύριο ὅλα τὰ δημιουργήματα καὶ ὑπερυψώνετέ Τον σὲ ὅλους
τοὺς αἰῶνες.
ᾨδὴ 9η.
Κάθε θνητὸς ἂς σκιρτήσει ἀπὸ ἐνθουσιασμὸ κι ἂς φωτιστεῖ σὰν λαμπάδα
τὸ πνεῦμα του· ἂς πανηγυρίσει καὶ ἡ νοερὴ φύση τῶν ἄυλων πνευματικῶν
Δυνάμεων, ἀνυμνώντας τὴν ἱερὴ πανήγυρη τῆς μητέρας τοῦ Θεοῦ, καὶ ἂς
φωνάξει δυνατά· χαῖρε Θεοτόκε, σὺ ποὺ εἶσαι ἄξια κάθε μακαρισμοῦ, ἁγνή,
ἀειπάρθενε.
Γιὰ νὰ μποροῦμε ἐμεῖς οἱ πιστοί, ποὺ γίναμε μ᾿ Ἐσένα μέτοχοι τῆς
αἰώνιας χαρᾶς, νὰ σοῦ φωνάζουμε δυνατὰ τὸ χαῖρε, σῶσε μας, Κόρη, ἀπὸ
κάθε πειρασμό, ἀπὸ βαρβαρικὴ ἐπιδρομὴ καὶ ἀπὸ κάθε ἄλλη συμφορὰ ποὺ
ἔρχεται (σὲ μᾶς) τοὺς ἁμαρτωλοὺς θνητοὺς ἐξαιτίας τῶν πολλῶν (μας) παραπτωμάτων.
Φάνηκες σὲ μᾶς φωτισμὸς καὶ στερέωσή μας· γι᾿ αὐτὸ σοῦ φωνάζουμε
δυνατά· χαῖρε ἄστρο ποὺ δὲν δύεις ποτὲ καὶ φέρνεις στὸν κόσμο τὸν μεγάλο
Ἥλιο. Χαῖρε Ἁγνή, ἐσὺ ποὺ ἄνοιξες τὴν κλεισμένη Ἐδὲμ (τὸν παράδεισο)·
χαῖρε σὺ πύρινη στήλη ποὺ ὁδηγεῖς στὴν ἄνω ζωὴ τὸ ἀνθρώπινο γένος.
Ἂς σταθοῦμε εὐλαβικὰ στὸν οἶκο τοῦ Θεοῦ μας (στὸ Ναό) κι ἂς φωνάξουμε
δυνατά· χαῖρε Δέσποινα τοῦ κόσμου· χαῖρε Μαρία, Κυρία ὅλων μας· χαῖρε
ἡ μόνη ἀμόλυντη καὶ ἐνάρετη μεταξὺ τῶν γυναικῶν· χαῖρε σκεῦος ποὺ δέχτηκες
μέσα σου τὸ ἀνεξάντλητο μύρο (τὸν Χριστό), ποὺ ἄδειασε ὁλόκληρο ἐπάνω
σου.
Δόξα στὸν Πατέρα...
Χαῖρε Ἀειπάρθενε, ἐσὺ εἶσαι τὸ περιστέρι ποὺ γέννησε τὸν Ἐλεήμονα
Θεό· ἐσὺ εἶσαι τὸ καύχημα ὅλων τῶν ὁσίων καὶ τὸ στεφάνωμα τῶν ἀθλητῶν
τῆς πίστεως (τῶν μαρτύρων). Χαῖρε τὸ κόσμημα ὅλων τῶν δικαίων καὶ ἡ
σωτηρία γιὰ μᾶς τοὺς πιστούς.
Καὶ τώρα...
Λυπήσου, Θεέ μας, τὴν κληρονομία σου (ὅλους ἐμᾶς ποὺ ἐλπίζουμε σ᾿
Ἐσένα), παραβλέποντας τώρα ὅλες τὶς ἁμαρτίες μας κι ἔχοντας μεσίτρια
νὰ σὲ παρακαλεῖ γι᾿ αὐτὸ ἐκείνη ποὺ χωρὶς ἀνθρώπινη σπορὰ σὲ κυοφόρησε
στὴ γῆ, ὅταν θέλησες ἀπὸ μεγάλη εὐσπλαγχνία νὰ λάβεις τὴν ξένη πρὸς τὴ
θεία σου φύση ἀνθρώπινη μορφή.
|
Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς.
Ἦχος πλ. δ´. Αὐτόμελον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
|
Ἔπειτα ψάλλεται τὸ Κοντάκιο κι ἀπὸ τοὺς δύο χοροὺς τῶν ψαλτῶν σὲ
μέλος ἀργό.
Σ᾿ ἐσένα τὴν Ὑπέρμαχο Στρατηγὸ ἀποδίδει ἡ Πόλη σου τὴ νίκη καὶ σοῦ
ἐκφράζει Θεοτόκε τὶς θερμὲς εὐχαριστίες ποὺ λυτρώθηκε ἀπὸ τὶς συμφορές.
Ἀλλὰ ἐσύ, ποὺ ἡ δύναμή σου εἶναι ἀκατανίκητη, σῶσε με κι ἐμένα ἀπὸ κάθε
εἴδους κινδύνων γιὰ νὰ σοῦ φωνάζω δυνατά· χαῖρε Νύμφη ἀνύμφευτε.
|
Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει
ἐμμελῶς τὴν Α´ Στάσιν τῶν «Χαιρετισμῶν».
ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ
τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν
τοιαῦτα·
Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας
ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον,
καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα
πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ
Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως·
Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου
γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων· Ἀλληλούϊα.
Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν
λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον
μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ
τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾿ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα
τοὺς ἐκ γῆς πρὸς Οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων
πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς, μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ·
καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι
θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.
Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν
Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε!
καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν
φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα
εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν
ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη,
πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ
σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη· Ἀλληλούϊα.
Εἶτα οἱ Χοροὶ ἐναλλάξ, τό· Τῇ
ὑπερμάχῳ...
(σύντομον). Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον
(γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ
ἐστιν ἡ βασιλεία...
Ὁ Ἀναγνώστης· Ἀμήν.
Καὶ ἀναγινώσκει τὸ Κοντάκιον τῆς ἡμέρας, ἤτοι τὸ τοῦ ἁγίου Θεοδώρου.
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας
δυνάμεις κατεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως,
ὡς ἀήττητος.
Κύριε, ἐλέησον (μ´) καὶ τὴν Εὐχὴν ταύτην·
Ὁ ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος,
καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος,
ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς
σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι
καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς
τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς
διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν
καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν
φρουρούμενοι, καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως
καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τό, Κύριε, ἐλέησον (γ´).
Δόξα. Καὶ νῦν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ
εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ´).
Καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.
(Παύλου Μοναχοῦ, Μονῆς Εὐεργέτιδος)
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα,
ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑνώσασα, καὶ τὴν
ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων
μόνη ἐλπίς, καὶ τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς
σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ
με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν
ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώμης,
δοῦλον γενόμενον. Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι
ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων
προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον,
τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα
σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος, καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα,
ἐπιστρέψῃ με πρὸς μετάνοιαν, καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ
με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων, καὶ συμπαθής, καὶ φιλάγαθος, ἐν μὲν
τῷ παρόντι βίῳ, θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους
ἀποτειχίζουσα, καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς
ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄψεις
τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ
τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀποῤῥήτου δόξης
τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι,
Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως·
χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ,
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
(Ἀντιόχου Μοναχοῦ, τοῦ Πανδέκτου)
Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ
ψυχῆς· καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας, καὶ ἀπὸ
πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν,
σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, τὰ καθ᾿ ἡμῶν δολίως κινούμενα·
τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον, καὶ πᾶν γεῶδες καὶ ὑλικὸν
ἡμῶν φρόνημα κοίμησον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα
λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν, καὶ πάσης σατανικῆς φαντασίας
ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἐστηριγμένους
ἐν ταῖς ἐντολαῖς σου, καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον
ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν, καὶ
εὐλογεῖν, καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς
καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Καὶ πάλιν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν
προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι, ἵνα σώσῃ διὰ σοῦ τὰς
ψυχὰς ἡμῶν.
(Εὐχὴ τοῦ Ἁγίου Ἰωαννικίου).
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ
Ἅγιον, Τριὰς ἁγία, δόξα σοι.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με
ὑπὸ τὴν σκέπην σου.
Τὴν Παρασκευὴ τῆς Α´ Ἑβδομάδος τῶν Νηστειῶν ἀναγινώσκεται ὑπὸ τοῦ
Ἱερέως τὸ Εὐαγγέλιον τῆς Παννυχίδος (Ἰωάν. 15, 1-7)·
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή,
καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει
αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ.
Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν. Μείνατε ἐν ἐμοί,
κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾿ ἑαυτοῦ, ἐὰν
μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ
εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος
φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Ἐὰν μή τις
μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη, καὶ συνάγουσιν
αὐτά, καὶ εἰς πῦρ βάλλουσι, καὶ καίεται. Ἐὰν μείνητε ἐν ἐμοί, καὶ τὰ
ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται ὑμῖν.
Ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν·
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς
ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός,
τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (τοῦ Ἁγίου τοῦ Ναοῦ καὶ
τοῦ Ἁγίου τῆς ἡμέρας, ἐφ᾿ ὅσον ἑορτάζηται), καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι
καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. Ἀμήν.
|
Στὴ συνέχεια ὁ Ἱερέας ἀπαγγέλλει μὲ μέλος τὴν πρώτη Στάση τῶν Χαιρετισμῶν·
ΣΤΑΣΗ ΠΡΩΤΗ
Ἄγγελος ποὺ ἦταν πρῶτος μεταξὺ τῶν ἀγγέλων, στάλθηκε ἀπὸ τὸν οὐρανὸ
νὰ πεῖ στὴ Θεοτόκο τὸ χαῖρε (3 φορές)·
καὶ μὲ τὴν ἀσώματή του φωνή, βλέποντάς σε Κύριε νὰ παίρνεις σῶμα (νὰ
γίνεσαι ἄνθρωπος), ἐκπλησσόταν καὶ στεκόταν φωνάζοντας πρὸς αὐτὴν αὐτὰ
τὰ λόγια·
Χαῖρε ἐσὺ ἀπ᾿ τὴν ὁποία θὰ λάμψει ἡ χαρά· χαῖρε ἐσὺ ποὺ γιὰ χάρη
σου θὰ σβήσει ἡ κατάρα.
Χαῖρε ἐσὺ ποὺ ἔκανες νὰ σηκωθεῖ ὁ πεσμένος Ἀδάμ· χαῖρε ἐσὺ ποὺ ἔγινες
ἡ λύτρωση τῶν δακρύων τῆς Εὔας.
Χαῖρε ὕψος στὸ ὁποῖο δύσκολα μποροῦν νὰ φθάσουν οἱ ἀνθρώπινοι λογισμοί·
χαῖρε βάθος ποὺ ἀδυνατοῦν νὰ κατοπτεύσουν καὶ ἀγγέλων ὀφθαλμοί.
Χαῖρε ἐσὺ ποὺ ἔγινες ὁ θρόνος τοῦ Βασιλιᾶ (Χριστοῦ)· χαῖρε γιατὶ
βαστάζεις (στὴν ἀγκάλη σου) Ἐκεῖνον ποὺ βαστάζει τὰ πάντα.
Χαῖρε ἀστέρι ποὺ προμηνύεις τὸν Ἥλιο, χαῖρε κοιλία τῆς θεϊκῆς (τοῦ
Λόγου) σαρκώσεως.
Χαῖρε ἐσὺ μὲ τὴν ὁποία γίνεται καινούρια ἡ κτίση· χαῖρε ἐσὺ μὲ τὴν
ὁποία γίνεται βρέφος ὁ Κτίστης.
Χαῖρε Νύμφη ἀνύμφευτε.
Γνωρίζοντας τὴν ἁγνότητά της ἡ Παναγία λέγει στὸν Γαβριὴλ μὲ θάρρος·
Ὅσα παράδοξα ἀκούω ἀπὸ τὴ φωνή σου, εἶναι δύσκολο νὰ τὰ δεχτῶ στὴν ψυχὴ
μου· πῶς μοῦ ἀναγγέλλεις κύηση, ἀφοῦ δὲν προηγήθηκε σύλληψη ἀπὸ ἀνθρώπινη
σπορά; Κι ὅμως ἐσὺ τὸ λέγεις καὶ φωνάζεις δυνατά, Ἀλληλούϊα (αἰνεῖτε
τὸν Θεό).
Θέλοντας ἡ Παρθένος νὰ γνωρίσει τὸ ἄγνωστο αὐτὸ μυστήριο, εἶπε δυνατὰ
πρὸς τὸν λειτουργὸ Ἄγγελο· πές μου, ἀπὸ σῶμα ἁγνὸ (παρθενικὸ) πῶς εἶναι
δυνατὸν νὰ γεννηθεῖ γιός; Κι ἐκεῖνος τότε εἶπε πρὸς αὐτὴ μὲ φόβο, φωνάζοντας
αὐτὰ τὰ λόγια·
Χαῖρε ἐσὺ ποὺ γνωρίζεις τὴν ἀπόρρητη βουλὴ τοῦ Θεοῦ· χαῖρε ἐσὺ ποὺ
εἶσαι ἡ πίστη ἐκείνων ποὺ προσεγγίζονται μὲ τὴ σιγή.
Χαῖρε ἐσύ, ἡ ἀρχὴ τῶν θαυμάτων τοῦ Χριστοῦ. Χαῖρε ἐσὺ ποὺ ἀποτελεῖς
τὸ κεφάλαιο στὸ ὁποῖο στηρίζονται τὰ δόγματά Του.
Χαῖρε σκάλα ἐπουράνια μὲ τὴν ὁποία κατέβηκε ὁ Θεός· χαῖρε γέφυρα
ποὺ μεταφέρεις αὐτοὺς ποὺ ᾿ναι στὴ γῆ, στὸν οὐρανό.
Χαῖρε, τὸ πολυθρύλητο θαῦμα τῶν Ἀγγέλων, χαῖρε τὸ πολυθρήνητο τραῦμα
τῶν δαιμόνων.
Χαῖρε ἐσὺ ποὺ γέννησες μὲ τρόπο ἀνέκφραστο τὸ φῶς· χαῖρε ἐσὺ ποὺ
σὲ κανέναν δὲν δίδαξες τὸ πῶς.
Χαῖρε ἐσὺ ποὺ ξεπερνᾶς τὴ γνώση τῶν σοφῶν· χαῖρε ἐσὺ ποὺ διαφωτίζεις
τὴ διάνοια τῶν πιστῶν.
Χαῖρε Νύμφη ἀνύμφευτε.
Δύναμη τοῦ Ὑψίστου τότε ἐπισκίασε ἐκείνη ποὺ δὲ γνώρισε γάμο, ὥστε
νὰ συλλάβει· καὶ τὴν εὔκαρπή της κοιλιὰ τὴν κατέστησε χωράφι εὐχάριστο
γιὰ ὅσους θέλουν νὰ θερίσουν (νὰ βροῦν) τὴ σωτηρία τους καὶ οἱ ὁποῖοι
ψάλλουν αὐτὰ τὰ λόγια, Ἀλληλούϊα.
Ἔχουσα ἡ Παρθένος μὲς στὴ μήτρα της τὸν Θεό, ἔτρεξε πρὸς τὴν Ἐλισάβετ.
Τὸ βρέφος ἐκείνης (ὁ Ἰωάννης) μόλις κατάλαβε τὸν χαιρετισμό της σκίρτησε
ἀπὸ χαρά· καὶ μὲ σκιρτήματα ἀντὶ γιὰ ὕμνους, φώναζε δυνατὰ πρὸς τὴ Θεοτόκο·
Χαῖρε κλῆμα ποὺ πρόβαλες τὸν ἀμάραντο βλαστό· χαῖρε κτῆμα ποὺ πρόσφερες
τὸν ἄφθαρτο καρπό.
Χαῖρε ἐσὺ ποὺ γεώργησες τὸν φιλάνθρωπο γεωργό· χαῖρε ἐσὺ ποὺ φύτρωσες
τὸν φυτουργὸ τῆς ζωῆς (τὸ Χριστό).
Χαῖρε γῆ ποὺ βλαστάνεις ἄφθονη εὐσπλαγχνία· χαῖρε τραπέζι ποὺ βαστάζεις
πλούσιο τὸ ἔλεος.
Χαῖρε γιατὶ κάνεις νὰ ἀνθίσει λιβάδι πνευματικῆς ἀπόλαυσης· χαῖρε
γιατὶ ἑτοιμάζεις λιμάνι (σωτηρίας) γιὰ τὶς ψυχές.
Χαῖρε, ἐσὺ ποὺ εἶσαι θυμίαμα μεσιτείας δεκτὸ ἀπὸ τὸν Θεό, χαῖρε,
ἐσὺ τοῦ κόσμου ὅλου ὁ ἐξιλασμός.
Χαῖρε, ἐσὺ ποὺ εἶσαι ἡ ἀγαθὴ εὐδοκία (εὔνοια) τοῦ Θεοῦ πρὸς τοὺς
ἀνθρώπους, χαῖρε ἐσὺ ἡ παρρησία τῶν ἀνθρώπων πρὸς τὸν Θεό.
Χαῖρε Νύμφη ἀνύμφευτε.
Ἔχοντας μέσα του ζάλη ἀπὸ λογισμοὺς ἀμφιβολίας, ὁ δίκαιος Ἰωσὴφ ταράχτηκε,
κι ἐνῶ σὲ θεωροῦσε ἄγαμη (Παρθένο), τώρα σὲ ὑποπτευόταν γιὰ παράνομες
σχέσεις, Ἄμεμπτε· Σὰν πληροφορήθηκε ὅμως ὅτι ἡ σύλληψη προερχόταν ἀπὸ
τὸ Ἅγιο Πνεῦμα, φώναξε Ἀλληλούϊα.
Ἔπειτα ψάλλεται καὶ πάλι τὸ τροπάριο
Τῇ Ὑπερμάχῳ Στρατηγῷ... (σύντομο). Καὶ ἀμέσως
τὸ Τρισάγιο· Ἅγιος ὁ Θεός... Δόξα Πατρί. Καὶ νῦν. Παναγία Τριάς...
Κύριε, ἐλέησον (3 φορές). Δόξα Πατρί. Καὶ
νῦν. Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν...
Ὁ Ἀναγνώστης· Ἀμήν.
Καὶ διαβάζει τὸ Κοντάκιο τοῦ ἁγίου Θεοδώρου.
Ἀφοῦ ἔβαλες μὲς στὴν καρδιά σου σὰν θώρακα τὴν πίστη σου στὸ Χριστό,
κατενίκησες τὶς ἐχθρικὲς (δαιμονικὲς) δυνάμεις, πολύαθλε (ἅγιε Θεόδωρε),
καὶ σὰν ἀνίκητος στεφανώθηκες αἰώνια μὲ οὐράνιο στεφάνι.
Κύριε, ἐλέησέ μας (40 φορές), καὶ τὴν
ἑπόμενη Εὐχή·
Χριστὲ ὁ Θεός μας, Ἐσὺ ποὺ σὲ κάθε ὥρα καὶ σὲ κάθε στιγμὴ προσκυνεῖσαι
καὶ δοξάζεσαι στὸν οὐρανὸ καὶ στὴ γῆ· ποὺ εἶσαι μακρόθυμος, πολυέλεος
καὶ πολυεύσπλαγχνος· ποὺ ἀγαπᾶς τοὺς ἐναρέτους καὶ ἐλεεῖς τοὺς ἁμαρτωλούς·
ποὺ μὲ τὴν ὑπόσχεση τῶν ἀγαθῶν τῆς μέλλουσας βασιλείας Σου προσκαλεῖς
ὅλους τοὺς ἀνθρώπους (στὴ μετάνοια καὶ) στὴ σωτηρία, Ἐσὺ ὁ Ἴδιος, Κύριέ
μας, δέξου καὶ τὶς δικές μας προσευχὲς ποὺ αὐτὴ τὴν ὥρα Σοῦ ἀπευθύνουμε
καὶ κατεύθυνε τὴ ζωή μας ὥστε νὰ εἶναι σύμφωνη πρὸς τὶς ἐντολές Σου.
Ἁγίασε τὶς ψυχές μας, ἐξάγνισε τὰ σώματά μας, διόρθωσε τοὺς λογισμούς
μας, καθάρισε τὶς σκέψεις μας, καὶ φύλαξέ μας ἀπὸ κάθε θλίψη, κακὸ καὶ
ὀδύνη. Περιφρούρησέ μας μὲ τοὺς ἁγίους σου Ἀγγέλους, ὥστε διαφυλαγμένοι
καὶ καθοδηγούμενοι μὲ τὴν προστασία τους νὰ φτάσουμε στὴν ἑνότητα τῆς
πίστεως καὶ στὴν ἐπίγνωση τῆς ἀπρόσιτης δόξας Σου· γιατὶ εἶσαι Εὐλογημένος
στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.
Κύριε, ἐλέησέ μας (3 φορές).
Δόξα Πατρί. Καὶ νῦν.
Ἐσένα ποὺ εἶσαι πιὸ τιμημένη ἀπ᾿ τὰ Χερουβεὶμ καὶ ἀσύγκριτα πιὸ ἔνδοξη
ἀπὸ τὰ Σεραφείμ, ποὺ χωρὶς νὰ φθαρεῖ ἡ παρθενία σου γέννησες τὸ Θεὸ
Λόγο, ποὺ εἶσαι πράγματι ἡ Θεοτόκος, Ἐσένα μεγαλύνουμε.
Στὸ ὄνομα τοῦ Κυρίου, εὐλόγησέ μας, πάτερ.
Ὁ Ἱερέας· Ὁ Θεὸς ἂς μᾶς σπλαγχνιστεῖ
καὶ ἂς μᾶς εὐλογήσει. Ἂς φανερώσει τὸ πρόσωπό του σὲ μᾶς κι ἂς μᾶς ἐλεήσει.
Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησέ μας (3
φορές)· καὶ σῶσε μας Παναγία Παρθένε.
Εὐχὴ στὴν Ὑπεραγία Θεοτόκο.
Ἄμωμη, ἀμόλυντη, ἀδιάφθορη, ἄχραντη, ἁγνὴ Παρθένε, νύφη τοῦ Θεοῦ
καὶ Δέσποινα. Ἐσὺ ποὺ μὲ τὴν ὑπέρλογη γέννα σου ἕνωσες τὸ Θεὸ Λόγο μὲ
τὸ ἀνθρώπινο γένος καὶ ἐπανασύνδεσες καὶ ὕψωσες τὴν πεσμένη ἀνθρώπινη
φύση μας μὲ τὸν οὐράνιο κόσμο. Ἐσύ, ἡ μοναδικὴ ἐλπίδα τῶν ἀπελπισμένων
καὶ ἡ βοήθεια ἐκείνων ποὺ πολεμοῦνται (ἀπ᾿ τοὺς δαίμονες), ἡ πάντα πρόθυμη
στὴν προστασία ὅσων προστρέχουν σὲ σένα, ποὺ εἶσαι τὸ καταφύγιο ὅλων
τῶν χριστιανῶν· μὴ μὲ περιφρονήσεις τὸν ἁμαρτωλό, τὸν ἀκάθαρτο, ποὺ
ἐξαχρείωσα τὴν ὕπαρξή μου μὲ αἰσχροὺς λογισμούς, λόγια καὶ πράξεις,
καὶ ὑποδουλώθηκα ἐξαιτίας τῆς πνευματικῆς ἀμέλειας στὶς ἡδονὲς τῆς ζωῆς
αὐτῆς. Ἀλλὰ ἐσύ, ὡς Μητέρα τοῦ Φιλάνθρωπου Θεοῦ μας, σπλαγχνίσου με δείχνοντας
καὶ σὲ μένα τὸν ἁμαρτωλὸ καὶ ἄσωτο τὴ φιλανθρωπία σου, καὶ δέξου τὴ
δέηση ποὺ σοῦ προσφέρουν τὰ ἀκάθαρτα χείλη μου· καὶ χρησιμοποιώντας
τὴ μητρική σου παρρησία ἱκέτευσε θερμὰ τὸν Υἱό σου καὶ Δεσπότη μας,
ν᾿ ἀνοίξει καὶ σὲ μένα τὴ φιλάνθρωπη ἀγκαλιὰ τῆς ἀγάπης Του· καὶ ἀφοῦ
μοῦ συγχωρέσει τὶς ἀναρίθμητες ἁμαρτίες μου, νὰ μὲ ὁδηγήσει στὴ μετάνοια
καὶ νὰ μὲ ἀναδείξει πιστὸ ἐργάτη τῶν ἐντολῶν Του. Καὶ νὰ εἶσαι, Παναγία
μου, πάντοτε κοντὰ μου, ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ σπλαγχνική, στὴν
παρούσα ζωὴ ἰσχυρὴ προστασία καὶ βοήθειά μου, ἀποκρούοντας ὡς τεῖχος
τὶς ἐπιθέσεις τῶν ἐχθρῶν (τῶν δαιμόνων) καὶ καθοδηγώντας με στὴ σωτηρία·
καὶ ὅταν ἔλθει ἡ ὥρα τοῦ θανάτου μου, νὰ περιφρουρεῖς τὴν ἄθλια ψυχή
μου καὶ νὰ ἀποδιώκεις μακριὰ ἀπ᾿ αὐτὴ τὰ σκοτεινὰ πρόσωπα τῶν πονηρῶν
δαιμόνων. Καὶ κατὰ τὴ φοβερὴ ἡμέρα τῆς Κρίσεως νὰ μὲ ἀπαλλάξεις ἀπὸ
τὴν καταδίκη τῆς αἰωνίας κολάσεως καὶ νὰ μὲ ἀξιώσεις νὰ κληρονομήσω
καὶ συμμετάσχω στὴν ἀνέκφραστη δόξα τοῦ Υἱοῦ σου καὶ Θεοῦ μας. Αὐτῆς
τῆς δόξας μακάρι κι ἐγὼ νὰ γίνω κληρονόμος μὲ τὴ μεσιτεία καὶ τὴ βοήθειά
σου Δέσποινα· ἀλλὰ καὶ μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου καὶ
Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, στὸν Ὁποῖο ἀνήκει ὅλη ἡ δόξα καὶ
ἡ τιμὴ καὶ ἡ προσκύνηση, καθὼς καὶ στὸν ἄναρχο Πατέρα Του καὶ στὸ Πανάγιο
καὶ ἀγαθὸ καὶ ζωοποιὸ Πνεῦμα Του, τώρα καὶ σὲ κάθε στιγμὴ καὶ στοὺς
ἀπέραντους αἰῶνες. Ἀμήν.
Εὐχὴ στὸν Κύριό μας Ἰησοῦ Χριστό.
Καὶ δῶσε μας, Κύριε, τώρα ποὺ πρόκειται νὰ κοιμηθοῦμε, ἀνάπαυση στὸ
σῶμα καὶ στὴν ψυχή μας· καὶ διαφύλαξέ μας ἀπὸ τὸν σκοτεινὸ ὕπνο τῆς
ἁμαρτίας κι ἀπὸ κάθε σκοτεινὴ καὶ νυκτερινὴ ἡδονὴ ποὺ διεγείρει τὰ πάθη
μας. Παῦσε τὶς ὁρμὲς τῶν παθῶν, σβῆσε τὰ πύρινα βέλη (τοὺς πειρασμοὺς)
ποὺ τοξεύει μὲ δολιότητα ἐναντίον μας ὁ πονηρός. Κατάστειλε τὶς σαρκικὲς
ὁρμές μας καὶ ἀποκοίμησε κάθε γήινη καὶ ὑλικὴ (μάταιη) ἐπιθυμία μας.
Δώρισέ μας, Θεέ μας, ἄγρυπνο νοῦ, καθαρὸ λογισμό, καρδιὰ προσεκτική,
ὕπνο ἐλαφρό, ἀπαλλαγμένο ἀπὸ κάθε δαιμονικὴ φαντασία. Μὲ προθυμία νὰ
σηκωθοῦμε ὅταν ἔλθει ἡ ὥρα τῆς προσευχῆς, στηριγμένοι στὶς ἐντολές Σου
καὶ ἔχοντας σταθερὴ μέσα μας τὴν ἐνθύμηση τῶν προσταγμάτων Σου. Χάρισέ
μας τὴν ὁλοπρόθυμη διάθεση τῆς ὁλονύχτιας δοξολογίας Σου, γιὰ νὰ ὑμνοῦμε
καὶ εὐλογοῦμε καὶ δοξάζουμε τὸ ἀξιότιμο καὶ μεγαλόπρεπο ὄνομά Σου, τοῦ
Πατέρα καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τώρα καὶ σὲ κάθε στιγμὴ
καὶ στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.
Καὶ τὰ ἑπόμενα τροπάρια·
Ὑπερένδοξη, Ἀειπάρθενη, εὐλογημένη Θεοτόκε μετάφερε τὴν προσευχὴ
μας στὸν Υἱό σου καὶ Θεό μας καὶ ζήτησέ Του νὰ σώσει μὲ τὶς δικές σου
πρεσβεῖες τὶς ψυχές μας.
Ἡ ἐλπίδα μου εἶναι ὁ Πατέρας, καταφυγή μου ὁ Υἱός, σκέπη (προστασία)
μου τὸ Ἅγιο Πνεῦμα. Δόξα σ᾿ Ἐσένα Πανάγιε Τριαδικὲ Θεέ μας.
Ὅλη τὴν ἐλπίδα μου σ᾿ ἐσένα ἐμπιστεύομαι, Μητέρα τοῦ Θεοῦ, φύλαξέ
με κάτω ἀπὸ τὴ σκέπη (προστασία) σου.
Τὴν Παρασκευὴ τῆς 1ης Ἑβδομάδας τῆς Μεγ. Σαρακοστῆς διαβάζεται ἀπὸ
τὸν Ἱερέα τὸ Εὐαγγέλιο τῆς Παννυχίδος·
Εἶπε ὁ Κύριος στοὺς μαθητές Του· Ἐγὼ εἶμαι ἡ ἀληθινὴ κληματαριὰ καὶ
ὁ Πατέρας μου ὁ γεωργός. Ὅποιο κλῆμα, ποὺ βρίσκεται σὲ μένα, δὲν καρποφορεῖ,
τὸ κόβει, καὶ κάθε κλῆμα καρποφόρο τὸ καθαρίζει, γιὰ νὰ φέρει περισσότερο
καρπό. Ἤδη ἐσεῖς εἶστε καθαροί, ἕνεκα τοῦ λόγου τὸν ὁποῖο σᾶς κήρυξα.
Μείνετε ἑνωμένοι μαζί μου καὶ θὰ εἶμαι κι Ἐγὼ μαζί σας. Καθὼς τὸ κλῆμα
δὲν μπορεῖ νὰ φέρει καρπὸ μόνο του, ἐὰν δὲν μένει στὸ ἀμπέλι, ἔτσι οὔτε
ἐσεῖς, ἐὰν δὲν μένετε ἑνωμένοι μ᾿ Ἐμένα. Ἐγὼ εἶμαι τὸ ἀμπέλι, ἐσεῖς
τὰ κλήματα. Ἐκεῖνος ποὺ μένει ἑνωμένος μ᾿ ἐμένα, ὅπως κι Ἐγὼ μ᾿ ἐκεῖνον,
αὐτὸς φέρει πολὺ καρπό, γιατὶ χωρὶς Ἐμένα δὲν μπορεῖτε νὰ κάνετε τίποτε.
Ὅποιος δὲ μένει ἑνωμένος μ᾿ Ἐμένα πετιέται ἔξω, ὅπως τὸ κλῆμα, καὶ ξεραίνεται
καὶ τὰ μαζεύουν καὶ τὰ ρίχνουν στὴ φωτιὰ καὶ καίγονται. Ἐὰν μένετε ἑνωμένοι
μ᾿ Ἐμένα, καὶ τὰ λόγια μου μένουν μέσα σας, ζητῆστε ὅ,τι θέλετε καὶ
θὰ γίνει σ᾿ ἐσᾶς.
Καὶ ὁ Ἱερέας ἀμέσως κάνει τὴν Ἀπόλυση·
Δόξα σ᾿ Ἐσένα Θεέ μας, ποὺ εἶσαι ἡ ἐλπίδα μας, δόξα σ᾿ Ἐσένα. Χριστέ,
ἀληθινὲ Θεέ μας, μὲ τὶς πρεσβεῖες τῆς πανάχραντης καὶ πανάμωμης ἁγίας
Μητέρας Σου· (μὲ τὶς πρεσβεῖες) τῶν ἁγίων ἐνδόξων καὶ ξακουστῶν ἀποστόλων·
τῶν ἐνδόξως θριαμβευσάντων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων
μας· τοῦ ἁγίου... (τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων προγόνων (τοῦ Κυρίου)
Ἰωακεὶμ καὶ Ἄννας· τοῦ ἁγίου... (τῆς ἡμέρας), τοῦ ὁποίου ἑορτάζουμε
τὴ μνήμη, καὶ (μὲ τὶς πρεσβεῖες) ὅλων σου τῶν ἁγίων, ἂς μᾶς ἐλεήσεις
κι ἂς σώσεις τὶς ψυχές μας, γιατὶ εἶσαι ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμονας
Θεός. Ἀμήν.
|
Εἶτα ὁ Ἱερεὺς λέγει (ἀποκρινομένων ἡμῶν τό·
Κύριε, ἐλέησον, συνεχῶς).
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ.
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων καὶ ἀδελφῶν ἡμῶν.
Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.
Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καὶ ὑπὲρ πάσης ψυχῆς χριστιανῶν Ὀρθοδόξων.
Μακαρίσωμεν τοὺς εὐσεβεῖς ἄρχοντας, τοὺς ὀρθοδόξους Ἀρχιερεῖς. Τοὺς
κτίτορας τῆς ἁγίας Ἐκκλησίας ταύτης, τοὺς γονεῖς ἡμῶν καὶ διδασκάλους
καὶ πάντας τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν τοὺς ἐνθάδε
εὐσεβῶς κειμένους, καὶ τοὺς ἁπανταχοῦ Ὀρθοδόξους.
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τό· Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε
ἐλέησον.
Ὁ Χορός, ψάλλει· Ἦχος γ´.
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας
σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, ποῖόν σοι ἐγκώμιον, προσαγάγω
ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ
σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων
ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
|
Καὶ συνεχίζει ὁ Ἱερέας ἐνῶ ἐμεῖς λέμε συνεχῶς τὸ
Κύριε, ἐλέησέ μας.
Ἂς προσευχηθοῦμε γιὰ τὴν εἰρήνη τοῦ κόσμου.
Γιὰ τοὺς εὐσεβεῖς καὶ ὀρθοδόξους χριστιανούς.
Γιὰ τὸν Ἀρχιεπίσκοπό μας (...) κι ὅλη
τὴν ἀδελφότητά μας ποὺ εἶναι ἑνωμένη με τὴν ἴδια πίστη στὸ Χριστό.
Γιὰ τὸ εὐσεβὲς ἔθνος μας καὶ γιὰ τὶς ἀρχὲς καὶ ἐξουσίες ποὺ τὸ διοικοῦν.
Γιὰ τὴν πρόοδο καὶ ἐνίσχυση τοῦ φιλόχριστου στρατοῦ μας.
Γιὰ τοὺς ἀπόντες πατέρες καὶ ἀδελφούς μας.
Γιὰ ὅσους μᾶς εὐεργετοῦν καὶ ὅσους μᾶς ὑπηρετοῦν.
Γιὰ ὅσους μᾶς μισοῦν κι ὅσους μᾶς ἀγαποῦν.
Γιὰ ὅσους ζήτησαν ἀπὸ ἐμᾶς τοὺς ἀνάξιους νὰ προσευχόμαστε γι᾿ αὐτούς.
Γιὰ τὴν ἀπελευθέρωση τῶν αἰχμαλώτων.
Γιὰ νὰ εἶναι καλοτάξιδοι οἱ ταξιδεύοντες στὴ θάλασσα.
Γιὰ ὅσους εἶναι κατάκοιτοι καὶ ὑποφέρουν ἀπὸ διάφορες ἀσθένειες.
Ἂς προσευχηθοῦμε καὶ γιὰ τὴν εὐφορία τῶν καρπῶν τῆς γῆς.
Καὶ γιὰ κάθε ψυχὴ ὀρθοδόξου χριστιανοῦ.
Ἂς μακαρίσουμε τοὺς εὐσεβεῖς ἄρχοντες, τοὺς ὀρθοδόξους Ἀρχιερεῖς.
Τοὺς κτίτορες τῆς Ἐκκλησίας αὐτῆς. Τοὺς γονεῖς μας καὶ τοὺς διδασκάλους
μας, καὶ ὅλους τοὺς πατέρες καὶ ἀδελφούς μας ποὺ μ᾿ εὐσέβεια ἔφυγαν
ἀπ᾿ τὴ ζωὴ αὐτὴ καὶ τάφηκαν ἐδῶ, καθὼς καὶ ὅλους τοὺς ὀρθοδόξους ἀδελφούς
μας, ὅπου κι ἂν τάφηκαν.
Ἂς ποῦμε καὶ γιὰ τοὺς ἑαυτούς μας· Κύριε, ἐλέησέ μας· Κύριε ἐλέησέ
μας, Κύριε, ἐλέησέ μας.
Καὶ ψάλλει ὁ Χορός·
Τὴν ὡραιότητα τῆς παρθενίας σου καὶ τὴν ὑπέρλαμπρη ἁγνότητὰ σου,
ὅταν μὲ δέος ἀντίκρισε ὁ Γαβριήλ, σοῦ φώναζε Θεοτόκε· ποιό ἐγκώμιο ἄξιο
σ᾿ ἐσένα νὰ σοῦ ἀπευθύνω; Μὲ τί ὄνομα νὰ σὲ καλέσω; Ἀπορῶ καὶ διερωτῶμαι.
Γι᾿ αὐτό, ὅπως διατάχθηκα ἔτσι καὶ σὲ προσφωνῶ· Χαῖρε ἡ Κεχαριτωμένη
(ἐσὺ ποὺ ἔλαβες ἀπὸ τὸ Θεὸ ὅλες τὶς θεῖες χάρες).
Ὁ Ἱερέας· Μὲ τὶς εὐχὲς τῶν ἁγίων Πατέρων
μας, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μας, ἐλέησέ μας. Ἀμήν.
|
Β´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
ΤΗΣ Β´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Ἀναγινώσκεται τὸ Μικρὸν Ἀπόδειπνον (σελ. 6).
Μετὰ τὸ «Ἄξιόν ἐστιν» ψάλλεται ὑπὸ τῶν
Χορῶν ὁ Κανὼν τῆς Θεοτόκου (σελ. 28) καὶ τὸ Κοντάκιον· «Τῇ Ὑπερμάχῳ»
ἀργῶς (σελ. 54) μεθ᾿ ὃ ἀπαγγέλλεται ἐμμελῶς ὑπὸ τοῦ Ἱερέως ἡ Β´ Στάσις
τῶν «Χαιρετισμῶν».
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἤκουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ
παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες, εἶπον·
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει
οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον
θάρσος.
Χαῖρε, στεῤῥὸν τῆς Πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι᾿ ἧς ἐγυμνώθη ὁ ᾍδης· χαῖρε, δι᾿ ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν
αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾿ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα·
καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν, αὐτῷ βοῶντες· Ἀλληλούϊα.
Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα
χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε
μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς Τριάδος τοὺς μύστας
φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον
ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου
ῥυομένη τῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα·
ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.
Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους
τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν·
οἱ τούτων δὲ ῥυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον
ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα
τοὺς διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου,
πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διό περ
ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων· Ἀλληλούϊα.
Εἶτα, τό· Τῇ ὑπερμάχῳ... (σύντομον).
Τρισάγιον καὶ τὸ Κοντάκιον·
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει
σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ
βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε.
Κύριε, ἐλέησον (μ´). Ὁ ἐν παντὶ καιρῷ...
καὶ Ἄσπιλε, ἀμόλυντε... Καὶ δὸς ἡμῖν Δέσποτα...
(ἄνευ Εὐαγγελίου). Ἀπόλυσις. Εὐξώμεθα...
Τὴν ὡραιότητα... Δι᾿ εὐχῶν... (σελ. 62-80).
|
Β´
ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ
ΤΗΣ 2ης ΕΒΔΟΜΑΔΑΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Διαβάζεται τὸ Μικρὸ Ἀπόδειπνο (σελ. 7). Μετὰ
τὸ Ἄξιόν ἐστιν ψάλλεται ὁ Κανόνας τῆς Θεοτόκου
(σελ. 29), κι ἔπειτα τὸ Κοντάκιο «Τῇ ὑπερμάχῳ...»
σὲ ἀργὸ μέλος (σελ. 55). Ἀκολουθεῖ ἡ ἀπὸ τὸν Ἱερέα ἐμμελὴς ἀπαγγελία
τῆς Β´ Στάσης τῶν Χαιρετισμῶν.
ΣΤΑΣΗ ΔΕΥΤΕΡΗ
Ἄκουσαν οἱ ποιμένες τοὺς Ἀγγέλους νὰ ὑμνοῦν τὴν ἔνσαρκη παρουσία
τοῦ Χριστοῦ (στὴ γῆ) καὶ σπεύδοντας νὰ Τὸν δοῦν ὡς ποιμένα, τὸν ἀντίκρισαν
ὡς πρόβατο ἄκακο ποὺ βοσκήθηκε στὴν κοιλιὰ τῆς Μαρίας, καὶ μὲ ὕμνους
εἶπαν πρὸς αὐτήν·
Χαῖρε μητέρα τοῦ προβάτου καὶ ποιμένα, χαῖρε μαντρὶ λογικῶν προβάτων
(τῶν πιστῶν).
Χαῖρε τὸ ἀμυντήριο κατὰ τῶν ἀοράτων ἐχθρῶν· χαῖρε ἐσὺ ποὺ μᾶς ἀνοίγεις
τὶς (κλειστὲς) πόρτες τοῦ Παραδείσου.
Χαῖρε, ἐσὺ ποὺ γίνεσαι ἀφορμὴ τὰ οὐράνια νὰ ἀγάλλονται μὲ τὴ γῆ·
χαῖρε, γιατὶ τὰ ἐπίγεια συγχορεύουν μὲ τὰ οὐράνια.
Χαῖρε ἐσὺ ποὺ εἶσαι τὸ ἀσίγητο στόμα τῶν Ἀποστόλων· χαῖρε ἐσὺ ποὺ
εἶσαι τὸ ἀκατάβλητο θάρρος τῶν ἀθλοφόρων μαρτύρων.
Χαῖρε ἰσχυρὸ στήριγμα τῆς πίστεως· χαῖρε φωτεινὸ γνώρισμα τῆς Χάρης
(τοῦ Θεοῦ).
Χαῖρε ἐσὺ διὰ τῆς ὁποίας ἀπογυμνώθηκε ὁ Ἅδης, χαῖρε ἐσὺ διὰ τῆς ὁποίας
ντυθήκαμε τὴ δόξα.
Χαῖρε Νύμφη, ἀνύμφευτε.
Οἱ Μάγοι, ἀφοῦ εἶδαν τὸ ἀστέρι ποὺ ὁδηγοῦσε στὸ Θεό, ἀκολούθησαν
τὴ φωτεινὴ λάμψη του· καὶ σὰν νὰ κρατοῦσαν αὐτὸ γιὰ λυχνάρι, ἔψαχναν
γιὰ τὸν ἰσχυρὸ Βασιλιά· κι ὅταν ἔφθασαν σ᾿ Αὐτὸν ποὺ κανεὶς δὲν μπορεῖ
νὰ φθάσει, χάρηκαν καὶ φώναξαν δυνατὰ σ᾿ Αὐτόν· Ἀλληλούϊα.
Εἶδαν τὰ παιδιὰ τῶν Χαλδαίων (οἱ μάγοι) στὰ χέρια τῆς Παρθένου Ἐκεῖνον
ποὺ μὲ τὰ χέρια Του ἔπλασε τοὺς ἀνθρώπους. Καὶ κατανοώντας πὼς εἶναι
ὁ Κύριος τοῦ κόσμου, ἂν καὶ ἔλαβε τὴν ἀνθρώπινη μορφή, ἔσπευσαν νὰ τοῦ
προσφέρουν τὰ δῶρα τους καὶ νὰ φωνάξουν δυνατὰ στὴν Εὐλογημένη·
Χαῖρε, ἐσὺ ποὺ ᾿γινες Μητέρα τοῦ ἀστεριοῦ (τοῦ Χριστοῦ) ποὺ δὲν πρόκειται
νὰ δύσει ποτέ· χαῖρε ἡ αὐγὴ τῆς μυστικῆς ἡμέρας (τοῦ Κυρίου).
Χαῖρε, ἐσὺ ποὺ ἔσβησες τὸ καμίνι τῆς πλάνης· χαῖρε ἐσὺ ποὺ φωτίζεις
τοὺς λάτρεις τῆς Παναγίας Τριάδος.
Χαῖρε, ἐσὺ ποὺ ἔδιωξες ἀπὸ τὴν ἐξουσία του τὸν ἀπάνθρωπο τύραννο
(τὸν διάβολο)· χαῖρε, ἐσὺ ποὺ μᾶς ἔδειξες τὸν φιλάνθρωπο Χριστό.
Χαῖρε, ἐσὺ ποὺ μᾶς λύτρωσες ἀπ᾿ τὴ βάρβαρη θρησκεία (τὴν εἰδωλολατρία)·
χαῖρε ἐσὺ ποὺ μᾶς ἔσωσες ἀπὸ τὸ βόρβορο τῶν ἁμαρτωλῶν ἔργων.
Χαῖρε, ἐσὺ ποὺ ἔπαυσες τὴν προσκύνηση τῆς φωτιᾶς (τὴν πυρολατρία)·
χαῖρε ἐσὺ ποὺ λυτρώνεις ἀπ᾿ τὴ φλόγα τῶν παθῶν.
Χαῖρε ἐσὺ ποὺ ὁδηγεῖς τοὺς πιστοὺς στὴ σωφροσύνη, χαῖρε ὅλων τῶν
γενεῶν ἡ εὐφροσύνη.
Χαῖρε Νύμφη, ἀνύμφευτε.
Ἀφοῦ οἱ Μάγοι ἔγιναν θεοφόροι κήρυκες, γύρισαν πίσω στὴ Βαβυλώνα.
Ἐκπλήρωσαν ἔτσι τὸν χρησμό σου καὶ σὲ ὅλους κήρυξαν πὼς εἶσαι ὁ
Χριστός. Κι ἄφησαν τὸν Ἡρώδη στὸ παραλήρημά του, βουβὸ καὶ ἀνίκανο
νὰ ψέλνει (στὸ Θεό)· Ἀλληλούϊα.
Ἀφοῦ ἔλαμψες στὴν Αἴγυπτο τὸ φωτισμὸ τῆς θείας ἀλήθειας, ἀφάνισες
τὸ σκοτάδι τοῦ ψεύδους· γιατὶ τὰ εἴδωλα αὐτῆς, μὴ μπορώντας νὰ ἀντέξουν
τὴ δύναμὴ σου, Σωτήρα, γκρεμίστηκαν· κι ἐκεῖνοι ποὺ λυτρώθηκαν ἀπὸ αὐτὰ
φώναζαν δυνατὰ στὴ Θεοτόκο·
Χαῖρε, ἐσὺ ποὺ ἔγινες ἡ ἀνόρθωση τῶν ἀνθρώπων· χαῖρε, ἐσὺ ποὺ ἔγινες
ἡ κατάπτωση τῶν δαιμόνων.
Χαῖρε, ἐσὺ ποὺ διέλυσες τὴν πλάνη τῆς ἀπάτης· χαῖρε, ἐσὺ ποὺ ἤλεγξες
τὸ δόλο τῶν εἰδώλων.
Χαῖρε, θάλασσα ποὺ καταπόντισες (στὰ νερά σου) τὸ νοητὸ Φαραὼ (τὸν
διάβολο)· χαῖρε, πέτρα ποὺ ξεδίψασες ὅσους διψοῦν τὴν ἀληθινὴ ζωή.
Χαῖρε, φωτεινὲ στύλε ποὺ ὁδηγεῖς ὅσους πορεύονται στὸ σκοτάδι· χαῖρε,
σκέπη τοῦ κόσμου ποὺ ᾿σαι πιὸ πλατιὰ ἀπ᾿ τὴ νεφέλη.
Χαῖρε, τροφὴ ποὺ διαδέχτηκε τὸ μάννα· χαῖρε, ἐσὺ ποὺ μοιράζεις τὴ
θεία ἀπόλαυση (στὸν ἄνθρωπο).
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐσὺ ἀπ᾿ τὴν ὁποία ρέει μέλι καὶ
γάλα.
Χαῖρε Νύμφη, ἀνύμφευτε.
Ὅταν ἐπρόκειτο ὁ Συμεὼν νὰ φύγει ἀπὸ αὐτὴν ἐδῶ τὴ ζώη, τὴν ψεύτικη
κι ἀπατηλή, τοῦ δόθηκες ὡς βρέφος· ἐκεῖνος ὅμως κατάλαβε πὼς εἶσαι τέλειος
Θεός. Γι᾿ αὐτὸ ἐκπλησσόμενος ἀπὸ τὴν ἀνέκφραστη σοφία σου, σοῦ φώναζε
δυνατά· Ἀλληλούϊα.
Ἔπειτα· «Τῇ ὑπερμάχῳ...» (σύντομο). Τρισάγιο· «Ἅγιος ὁ Θεός...» καὶ
τὸ Κοντάκιο·
Σ᾿ Ἐσένα, τὸν Δημιουργὸ τῆς κτίσεως, σοῦ προσφέρει, Κύριε, ἡ οἰκουμένη
σὰν ἀπαρχὲς (τοὺς πρώτους καρποὺς) τῆς φύσεως, τοὺς θεοφόρους Μάρτυρες.
Μὲ τὶς ἱκεσίες τους καὶ τὶς πρεσβεῖες τῆς Θεοτόκου διατήρησε, Πολυέλεε,
τὴν Ἐκκλησία σου σὲ μακρὰ εἰρήνη.
Στὴ συνέχεια ὅλα ὅσα ἀναφέρονται στὴν πρώτη
Ἑβδομάδα ἐκτὸς ἀπὸ τὸ Εὐαγγέλιο καὶ ἡ ἀπόλυση· «Δι᾿ εὐχῶν...»
(σελ. 63-81).
|
Γ´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
ΤΗΣ Γ´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Ἀναγινώσκεται τὸ Μικρὸν Ἀπόδειπνον (σελ. 6).
Μετὰ τὸ «Ἄξιόν ἐστιν» ψάλλεται ὑπὸ τῶν
Χορῶν ὁ Κανὼν τῆς Θεοτόκου (σελ. 28) καὶ τὸ Κοντάκιον· «Τῇ Ὑπερμάχῳ»
ἀργῶς (σελ. 54), μεθ᾿ ὃ ἀπαγγέλλεται ἐμμελῶς ὑπὸ τοῦ Ἱερέως ἡ Γ´ Στάσις
τῶν «Χαιρετισμῶν».
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ᾿ αὐτοῦ
γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ
ἦν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον
εὐσκιόφυλλον, ὑφ᾿ οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν
αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παῤῥησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν
μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος,
βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος
Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος
ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον
καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον
τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν
ζευγνῦσα.
Χαῖρε, δι᾿ ἧς ἐλύθη παράβασις! χαῖρε δι᾿ ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ Βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως
ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον· ἡμῖν
μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως· Ἀλληλούϊα.
Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε·
ἀποροῦσι γὰρ λέγειν τό, πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας·
ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους
ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν
οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας
πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων Κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος
ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι᾿ ἡμᾶς ἐφάνη καθ᾿ ἡμᾶς ἄνθρωπος·
ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.
Εἶτα, τό· Τῇ ὑπερμάχῳ...
(σύντομον). Τρισάγιον καὶ τό Κοντάκιον· Ὡς ἀπαρχὰς τῆς φύσεως...,
Κύριε, ἐλέησον (μ´). Ὁ ἐν παντὶ
καιρῷ... Ἄσπιλε ἀμόλυντε..., Καὶ δὸς ἡμῖν Δέσποτα...,
(ἄνευ Εὐαγγελίου). Ἡ Ἀπόλυσις. Εὐξώμεθα...,
Τὴν ὡραιότητα..., ΖΔι᾿ εὐχῶν...
(σελ. 62-80).
|
Γ´
ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ
ΤΗΣ 3ης ΕΒΔΟΜΑΔΑΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Διαβάζεται τὸ Μικρὸ Ἀπόδειπνο (σελ. 7). Μετὰ
τὸ Ἄξιόν ἐστιν ψάλλεται ὁ Κανόνας τῆς Θεοτόκου
(σελ. 29), κι ἔπειτα τὸ Κοντάκιο «Τῇ ὑπερμάχῳ...»
σὲ ἀργὸ μέλος (σελ. 55). Ἀκολουθεῖ ἡ ἀπὸ τὸν Ἱερέα ἐμμελὴς ἀπαγγελία
τῆς Γ´ Στάσης τῶν Χαιρετισμῶν.
ΣΤΑΣΗ ΤΡΙΤΗ
Νέα (πνευματικὴ) κτίση φανέρωσε ὁ Κτίστης σ᾿ ἐμᾶς ποὺ γίναμε ἀπ᾿
Αὐτόν, ἀφοῦ βλάστησε χωρὶς σπορὰ ἀπὸ παρθενικὴ κοιλιὰ καὶ τὴν διαφύλαξε
ὅπως ἦταν ἄφθορη. Ὣστε βλέποντας ἐμεῖς τὸ θαῦμα, μὲ ὕμνους νὰ φωνάζουμε
πρὸς αὐτή·
Χαῖρε, ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, στεφάνι τῆς ἐγκρατείας.
Χαῖρε, ἐσὺ ποὺ μᾶς δίνεις εἰκόνα τῆς Ἀναστάσεως, χαῖρε ἐσὺ ποὺ μᾶς
φανερώνεις τὴ ζωὴ τῶν Ἀγγέλων.
Χαῖρε, δέντρο ποὺ παράγεις καρποὺς γευστικοὺς καὶ καλούς, ἀπ᾿ τοὺς
ὁποίους τρέφονται οἱ πιστοί· χαῖρε, ξύλο (δέντρο) πυκνόφυλλο, κάτω ἀπ᾿
τὸ ὁποῖο σκεπάζονται πολλοί.
Χαῖρε, ἐσὺ ποὺ κυοφόρησες ὁδηγὸ γιὰ τοὺς πλανωμένους, χαῖρε, ἐσὺ
ποὺ γέννησες Λυτρωτὴ γιὰ τοὺς αἰχμαλώτους.
Χαῖρε, ἐσὺ ποὺ καθικετεύεις τὸν δίκαιο Κριτή, χαῖρε ἐσὺ ποὺ (μὲ τὴ
μεσιτεία σου) παρέχεις συγχώρηση στοὺς ἁμαρτωλούς.
Χαῖρε, ἐσὺ ποὺ γίνεσαι στολὴ γιὰ τοὺς γυμνοὺς ἀπὸ πνευματικὴ παρρησία
(πρὸς τὸ Θεό)· χαῖρε στοργὴ ποὺ νικᾶς κάθε πόθο.
Χαῖρε Νύμφη, ἀνύμφευτε.
Ἀφοῦ γνωρίσαμε τὴν παράδοξη γέννηση (τοῦ Χριστοῦ), ἂς ἀποξενωθοῦμε
ἀπὸ τὸν κόσμο, μεταφέροντας τὸ νοῦ μας στὸν οὐρανό. Γιὰ τοῦτο ὁ ὑψηλὸς
Θεὸς φανερώθηκε στὴ γῆ ὡς ἕνας ταπεινὸς ἄνθρωπος· γιατὶ ἤθελε νὰ τραβήξει
πρὸς τὸ δικό Του ὕψος αὐτοὺς ποὺ τοῦ φωνάζουν Ἀλληλούϊα.
Ὁλόκληρος βρισκόταν κάτω στὴ γῆ, κι ὡστόσο δὲν ἀπουσίαζε ἀπὸ τὰ ἄνω
(τὸν οὐρανὸ) ὁ ἀπερίγραπτος Υἱὸς καὶ Λόγος (τοῦ Θεοῦ). Κι αὐτὸ ἔγινε
μὲ θεϊκὴ συγκατάβαση κι ὄχι μὲ τοπικὴ μετακίνηση· κι ἔτσι συντελέστηκε
ἡ γέννηση ἀπὸ Παρθένο ἀφιερωμένη στὸ Θεό, ἡ ὁποία ἀκούει αὐτά·
Χαῖρε, χώρα ποὺ χώρεσες τὸν ἀχώρητο Θεό· χαῖρε, θύρα τοῦ σεπτοῦ μυστηρίου
τῆς σωτηρίας μας.
Χαῖρε, ἐσὺ ποὺ γιὰ τοὺς ἀπίστους εἶσαι ἀμφίβολο ἄκουσμα· χαῖρε, ἐσὺ
ποὺ γιὰ τοὺς πιστοὺς εἶσαι ἀναμφίβολο καύχημα.
Χαῖρε, ὄχημα πανάγιο (τοῦ Χριστοῦ) ποὺ κάθεται πάνω στὰ Χερουβείμ·
χαῖρε, οἴκημα ὑπερτέλειο Ἐκείνου ποὺ κάθεται στὰ Σεραφείμ.
Χαῖρε, ἐσὺ ποὺ ἕνωσες μεταξύ τους τὰ ἀντίθετα· χαῖρε, ἐσὺ ποὺ συνδύασες
τὴν παρθενία μὲ τὴ μητρότητα.
Χαῖρε, ἐσὺ μὲ τὴν ὁποία καταλύθηκε ἡ παράβαση, χαῖρε, ἐσὺ χάρη στὴν
ὁποία ἀνοίχτηκε ὁ Παράδεισος.
Χαῖρε, ἐσὺ ποὺ ᾿σαι τὸ κλειδὶ τῆς βασιλείας (τοῦ Χριστοῦ)· χαῖρε,
ἐσὺ ἡ ἐλπίδα τῶν αἰωνίων ἀγαθῶν.
Χαῖρε Νύμφη, ἀνύμφευτε.
Κάθε φύση Ἀγγέλων κατεπλάγη γιὰ τὸ μεγάλο γεγονὸς τῆς ἐνανθρωπήσεὼς
Σου· γιατὶ ἔβλεπε τὸν ἀπρόσιτο Θεό, νὰ γίνεται προσιτὸς σὲ ὅλους ἄνθρωπος,
νὰ συναναστρέφεται μαζί μας καὶ νὰ ἀκούει ἀπὸ ὅλους τὸ Ἀλληλούϊα.
Τοὺς ἐπιδέξιους ρήτορες, τοὺς βλέπουμε σὰν ψάρια ἄφωνα νὰ στέκονται
μπροστὰ στὸ μυστήριό σου Θεοτόκε· γιατὶ δὲν μποροῦν νὰ ἐξηγήσουν πῶς
καὶ Παρθένος ἔμεινες καὶ μπόρεσες νὰ γεννήσεις. Ἐμεῖς ὅμως θαυμάζοντας
τὸ μυστήριο, σοῦ φωνάζουμε μὲ πίστη·
Χαῖρε, δοχεῖο τῆς σοφίας τοῦ Θεοῦ, χαῖρε ταμεῖο τῆς πρόνοιάς Του.
Χαῖρε, ἐσὺ ποὺ ἀποδείχνεις ἄσοφους τοὺς φιλοσόφους· χαῖρε, ἐσὺ ποὺ
ἐλέγχεις ὡς ἄμυαλους τοὺς τεχνολόγους.
Χαῖρε, γιατὶ μὲ σένα ἀποδείχτηκαν ἀνόητοι οἱ διαβόητοι συζητητές·
χαῖρε, γιατὶ μὲ σένα ἐξαφανίστηκαν οἱ μυθοπλάστες.
Χαῖρε, ἐσὺ ποὺ διαλύεις τοὺς περίπλοκους συλλογισμοὺς καὶ σοφίες
τῶν Ἀθηναίων· χαῖρε, ἐσὺ ποὺ γεμίζεις (μὲ ἀνθρώπινες ψυχὲς) τὰ δίχτυα
τῶν πνευματικῶν ψαράδων.
Χαῖρε, ἐσὺ ποὺ ἀνασύρεις ἀπὸ τὸ βυθὸ τῆς ἄγνοιας, χαῖρε ἐσὺ ποὺ φωτίζεις
πολλοὺς μὲ θεία γνώση.
Χαῖρε, πλοῖο αὐτῶν ποὺ θέλουν νὰ σωθοῦνε, χαῖρε, λιμάνι αὐτῶν ποὺ
ταξιδεύουν στὸ πέλαγος τῆς ζωῆς.
Χαῖρε Νύμφη, ἀνύμφευτε.
Θέλοντας νὰ σώσει τὸν κόσμο Ἐκεῖνος ποὺ γιὰ χάρη μας τὸν κόσμησε,
ἦλθε πρὸς αὐτὸν μὲ δική του πρωτοβουλία. Καὶ ὄντας Ποιμένας, ὡς Θεός,
γιὰ χάρη μας φάνηκε ὅμοιος μὲ μᾶς ἄνθρωπος, καὶ κάλεσε ἔτσι (στὴ σωτηρία)
τοὺς ὅμοιους μὲ Αὐτόν, ποὺ ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.
Ἔπειτα· «Τῇ ὑπερμάχῳ...»
(σύντομο). Τρισάγιο· «Ἅγιος ὁ Θεός...»,
Κοντάκιο· «Ὡς ἀπαρχὰς τῆς φύσεως...», καὶ
ὅλα ὅσα ἀναφέρονται τὴν πρώτη Ἑβδομάδα ἐκτὸς ἀπὸ τὸ Εὐαγγέλιο, καὶ ἡ
ἀπόλυση· «Δι᾿ εὐχῶν...» (σελ. 63-81).
|
Δ´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
ΤΗΣ Δ´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Ἀναγινώσκεται τὸ Μικρὸν Ἀπόδειπνον (σελ. 6).
Μετὰ τὸ «Ἄξιόν ἐστιν» ψάλλεται ὑπὸ τῶν
Χορῶν ὁ Κανὼν τῆς Θεοτόκου (σελ. 28) καὶ τὸ Κοντάκιον· «Τῇ Ὑπερμάχῳ»
ἀργῶς (σελ. 54), μεθ᾿ ὃ ἀπαγγέλλεται ἐμμελῶς ὑπὸ τοῦ Ἱερέως ἡ Δ´ Στάσις
τῶν «Χαιρετισμῶν».
ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ
Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς
σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς
Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ
ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς
ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν
πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι,
Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν·
Ἀλληλούϊα.
Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν
Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας,
αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς
καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύῤῥητον
ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁμαρτίας
ἀναιροῦσα τὸν ῥύπον.
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης
ἀνθρώπων, ἐπεδήμησε δι᾿ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος·
καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως· Ἀλληλούϊα.
Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον
ναὸν Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ
Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας·
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, Κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον
ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τὸ
ἀπόρθητον τεῖχος.
Χαῖρε, δι᾿ ἧς ἐγείρονται τρόπαια· χαῖρε, δι᾿ ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον
(ἐκ γ´)· δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας·
καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.
Καὶ πάλιν τὸν πρῶτον Οἶκον· Ἄγγελος
πρωτοστάτης (σελ. 54). Εἶτα, τό· Τῇ
ὑπερμάχῳ...
(σύντομον)· Τρισάγιον καὶ τὸ οἰκεῖον Κοντάκιον·
Ὡς ἀπαρχὰς τῆς φύσεως... Κύριε, ἐλέησον
(μ´). Ὁ ἐν παντὶ καιρῷ... Ἄσπιλε, ἀμόλυντε..., Καὶ δὸς ἡμῖν Δέσποτα...
κ.λπ. (ἄνευ Εὐαγγελίου). Ἡ Ἀπόλυσις. Εὐξώμεθα...,
Τὴν ὡραιότητα..., Δι᾿ εὐχῶν... (σελ. 62-80).
|
Δ´
ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ
ΤΗΣ 4ης ΕΒΔΟΜΑΔΑΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Διαβάζεται τὸ Μικρὸ Ἀπόδειπνο (σελ. 7). Μετὰ
τὸ Ἄξιόν ἐστιν ψάλλεται ὁ Κανόνας τῆς Θεοτόκου
(σελ. 29), κι ἔπειτα τὸ Κοντάκιο «Τῇ ὑπερμάχῳ...»
σὲ ἀργὸ μέλος (σελ. 55). Ἀκολουθεῖ ἡ ἀπὸ τὸν Ἱερέα ἐμμελὴς ἀπαγγελία
τῆς Δ´ Στάσης τῶν Χαιρετισμῶν.
ΣΤΑΣΗ ΤΕΤΑΡΤΗ
Τεῖχος εἶσαι προστατευτικὸ τῶν παρθένων, Θεοτόκε Παρθένε, καθὼς καὶ
ὅλων ὅσοι προστρέχουν στὴ χάρη σου. Γιατὶ ὁ Ποιητὴς τοῦ οὐρανοῦ καὶ
τῆς γῆς εἶναι ἐκεῖνος ποὺ σὲ ἀνέδειξε στὸ θεομητορικό σου ἀξίωμα, ἄχραντε,
σκηνώνοντας στὴ μήτρα σου καὶ διδάσκοντας ὅλους νὰ σὲ προσφωνοῦν·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε ἡ πύλη ποὺ ὁδηγεῖς στὴ σωτηρία.
Χαῖρε, ἀρχὴ τῆς νοητῆς ἀνάπλασής μας, χαῖρε χορηγὲ τῆς θεϊκῆς εὐσπλαγχνίας.
Χαῖρε, γιατὶ ἐσὺ ἀναγέννησες αὐτοὺς ποὺ συνελήφθησαν αἰσχρῶς (ποὺ
ἔπεσαν στὰ δίχτυα τῆς ἁμαρτίας)· χαῖρε, γιατὶ ἐσὺ νουθέτησες αὐτοὺς
τῶν ὁποίων ὁ νοῦς εἶχε πλανηθεῖ.
Χαῖρε, ἐσὺ ποὺ καταργεῖς ἐκεῖνον (τὸν διάβολο) ποὺ ἔφθειρε τὸ μυαλό
μας· χαῖρε, ἐσὺ ποὺ γέννησες τὸν σπορέα τῶν ἁγνῶν λογισμῶν.
Χαῖρε, δωμάτιο νυφικὸ στὸ ὁποῖο τελέστηκε ἡ ἄσπορη νύμφευση· χαῖρε,
ἐσὺ ποὺ ἑνώνεις τοὺς πιστοὺς μὲ τὸν Κύριο.
Χαῖρε, ἐσὺ ποὺ ἀνατρέφεις καλῶς τὶς παρθένες (ψυχές)· χαῖρε, ἐσὺ
ποὺ στολίζεις σὰν νύφες τὶς ἅγιες ψυχές.
Χαῖρε Νύμφη, ἀνύμφευτε.
Κάθε ὕμνος (ἀνθρώπινος) ἀποδεικνύεται μηδαμινός, ὅταν συγκριθεῖ μὲ
τὸ πλῆθος τῆς μεγάλης Σου εὐσπλαγχνίας· γιατὶ κι ἂν ἀκόμα Σοῦ ἀναπέμπαμε
τόσους ὕμνους ὅσους καὶ οἱ κόκκοι τῆς ἄμμου, Βασιλέα Ἅγιε, τίποτε δὲ
θὰ κάναμε ἀντάξιο στὰ ὅσα πρόσφερες σὲ μᾶς ποὺ σοῦ φωνάζουμε δυνατά·
Ἀλληλούϊα.
Σὰν λαμπάδα φωτεινή, ποὺ φάνηκες σ᾿ αὐτοὺς ποὺ ἦσαν στὸ σκοτάδι,
σὲ βλέπουμε ἁγία Παρθένε· γιατὶ ἀνάβεις τὸ ἄυλο φῶς καὶ ὁδηγεῖς σὲ γνώση
θεϊκὴ ὅλους, φωτίζοντας μὲ καθαρὸ σὰν τὴν αὐγὴ φῶς τὸ νοῦ μας καὶ τιμᾶσαι
μὲ δυνατὴ φωνὴ ὡς ἑξῆς·
Χαῖρε ἀκτίνα τοῦ νοητοῦ Ἡλίου (τοῦ Χριστοῦ)· χαῖρε, οὐράνιο φῶς ποὺ
ἡ λάμψη σου ποτὲ δὲ σβήνει.
Χαῖρε ἀστραπὴ ποὺ καταλάμπεις τὶς ψυχές· χαῖρε, βροντὴ ποὺ τοὺς ἐχθροὺς
(τοὺς δαίμονες) φοβερίζεις.
Χαῖρε, γιατὶ ἀνατέλλεις τὸ πλουσιότερο φῶς (τοῦ Χριστοῦ), χαῖρε γιατὶ
ἀναβλύζεις τὸν ἀστείρευτο ποταμό.
Χαῖρε, ἐσὺ ποὺ εἰκονίζεις τὸν τύπο τῆς κολυμβήθρας· χαῖρε, ἐσὺ ποὺ
ἀπαλείφεις τὸ ρύπο τῆς ἁμαρτίας.
Χαῖρε λουτήρα (λουτρὸ) ποὺ ξεπλένεις τὴ συνείδηση· χαῖρε, κανάτι
ποὺ κερνᾶς ἀγαλλίαση.
Χαῖρε, ὀσμὴ τῆς εὐωδίας τοῦ Χριστοῦ· χαῖρε, ζωὴ τῆς μυστικῆς τράπεζας.
Χαῖρε Νύμφη, ἀνύμφευτε.
Ὁ πληρωτὴς τοῦ χρέους ὅλων τῶν ἀνθρώπων, θέλοντας νὰ πληρώσει τὶς
παλιὲς ὀφειλές, ἦλθε αὐτοπροσώπως πρὸς αὐτοὺς ποὺ ἔφυγαν μακριὰ ἀπ᾿
τὴ θεία Χάρη Του· καὶ ἀφοῦ ἔσχισε τὸ γραμμάτιο τῆς ὀφειλῆς, ἀκούει ἀπ᾿
ὅλους Ἀλληλούϊα.
Καθὼς ψέλνουμε ὕμνους στὸν τόκο σου (στὸ Χριστό), Θεοτόκε, ἐσένα
ἀνυμνοῦμε ὡς ἔμψυχο ναὸ τοῦ Θεοῦ. Γιατὶ μὲ τὸ νὰ κατοικήσει στὴ κοιλιά
σου ὁ Κύριος, ποὺ κρατεῖ στὸ χέρι Του τὰ πάντα, σὲ ἁγίασε, σὲ δόξασε
καὶ δίδαξε ὅλους νὰ σοῦ φωνάζουν·
Χαῖρε, ἐσὺ ποὺ ἔγινες σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, ἐσὺ ποὺ ἀναδείχτηκες
Ἁγία πάνω ἀπ᾿ ὅλους τοὺς Ἁγίους.
Χαῖρε, κιβωτὲ ποὺ χρυσώθηκες μὲ τὴ χάρη τοῦ Ἁγίου Πνεύματος· χαῖρε,
θησαυρὲ τῆς ζωῆς ἀνεξάντλητε.
Χαῖρε, στέμμα πολύτιμο βασιλέων εὐσεβῶν· χαῖρε, σεβάσμιο καύχημα
ἱερέων εὐλαβῶν.
Χαῖρε, ὁ ἀκλόνητος πύργος τῆς Ἐκκλησίας· χαῖρε, τὸ ἀπόρθητο τεῖχος
τῆς βασιλείας.
Χαῖρε, ἐσὺ ποὺ μὲ τὴ χάρη σου στήνονται τρόπαια (νίκες πνευματικές)·
χαῖρε, ἐσὺ ποὺ μὲ τὴ δύναμή σου οἱ ἐχθροὶ συντρίβονται.
Χαῖρε, τοῦ σώματός μου ἡ θεραπεία· χαῖρε, τῆς ψυχῆς μου ἡ σωτηρία.
Χαῖρε Νύμφη, ἀνύμφευτε.
Ὦ πανύμνητη Μητέρα, ποὺ γέννησες τῶν Ἁγίων ὅλων τὸν Ἁγιώτατο Λόγο
(3 φορές)· ἀφοῦ δέχτηκες αὐτὴ τὴν προσφορὰ τῆς δοξολογίας μας, φύλαξέ
μας ὅλους ἀπὸ κάθε συμφορὰ καὶ λύτρωσε ἀπὸ τὴ μέλλουσα κόλαση ἐμᾶς ποὺ
σοῦ φωνάζουμε δυνατὰ Ἀλληλούϊα.
Καὶ πάλι τὸν πρῶτο Οἶκο· Ἄγγελος πρωτοστάτης...
(σελ. 55). Ἔπειτα· «Τῇ ὑπερμάχῳ...» (σύντομο).
Τρισάγιο· «Ἅγιος ὁ Θεός...», Κοντάκιο·
«Ὡς ἀπαρχὰς τῆς φύσεως...», καὶ ὅλα ὅσα
ἀναφέρονται τὴν πρώτη Ἑβδομάδα ἐκτὸς ἀπὸ τὸ Εὐαγγέλιο, καὶ ἡ ἀπόλυση·
«Δι᾿ εὐχῶν...» (σελ. 63-81).
|
Ε´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
ΤΗΣ Ε´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Τῇ Παρασκευῇ τῆς Ε´ ἑβδομάδος τῶν Νηστειῶν,
καθ᾿ ἣν ἀναγινώσκονται ἅπαντες οἱ Οἶκοι τοῦ Ἀκαθίστου Ὕμνου, μετὰ τὸ
Ἄξιόν ἐστιν, τοῦ Μικροῦ Ἀποδείπνου, ψάλλεται δὶς εἰς ἀργὸν βυζαντινὸν
μέλος καὶ ἅπαξ σύντομον, τὸ Ἀπολυτίκιον Τροπάριον.
Ἦχος πλ. δ´. Αὐτόμελον.
Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ
ἐπέστη, ὁ Ἀσώματος, λέγων τῇ Ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς
οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου,
λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε!
|
Ε´
ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ
ΤΗΣ 5ης ΕΒΔΟΜΑΔΑΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Ψάλλεται ὁλόκληρη ἡ Ἀκολουθία τοῦ Ἀκαθίστου Ὕμνου μὲ τὴν ἑξῆς τάξη·
Τὸ Μικρὸ Ἀπόδειπνο μέχρι τὸ «Ἄξιόν ἐστι...»
(σελ. 26). Ἀκολούθως τὸ τροπάριο·
Ὅταν ὁ Ἀσώματος (ἀρχάγγελος Γαβριὴλ), πληροφορήθηκε αὐτὸ ποὺ μὲ τρόπο
μυστηριώδη τοῦ παραγγέλθηκε (ἀπὸ τὸ Θεό), παρουσιάστηκε ἀμέσως στὴν
οἰκία τοῦ Ἰωσήφ, λέγοντας σ᾿ αὐτὴν ποὺ δὲ γνώρισε γάμο (στὴ Θεοτόκο)·
Αὐτὸς ποὺ μὲ τὴν κατάβασή Του (στὴ γῆ) χαμήλωσε τοὺς οὐρανούς, ἔρχεται
νὰ χωρέσει ὁλόκληρος χωρὶς καμιὰ ἀλλοίωση μέσα σου. Αὐτὸν βλέποντάς
Τον μὲς στὴν κοιλιά σου νὰ παίρνει τὴ μορφὴ δούλου (νὰ ταπεινώνεται
καὶ νὰ γίνεται ἄνθρωπος) μὲ καταλαμβάνει ἔκσταση καὶ δέος καὶ σοῦ φωνάζω
δυνατά· Χαῖρε Νύμφη ἀνύμφευτε.
Στὴ συνέχεια ὁ ἱερέας διαβάζει τὴν πρώτη στάση
τῶν Χαιρετισμῶν (Α-Ζ). Ἔπειτα ψάλλονται οἱ Α´ καὶ Γ´ ὠδὲς τοῦ Κανόνα
καὶ τὸ «Τῇ ὑπερμάχῳ...». Ἀκολουθεῖ ὑπὸ
τοῦ ἱερέως ἡ ἀνάγνωση τῆς δευτέρας στάσης (Η-Μ). Ψάλλονται στὴ συνέχεια
οἱ Δ´, Ε´ καὶ ΣΤ´ ὠδὲς τοῦ Κανόνα, καὶ μετὰ πάλι τὸ «Τῇ
ὑπερμάχῳ...».
Ἀκολουθεῖ ἡ ἀνάγνωση τῆς τρίτης στάσης (Ν-Σ). Ψάλλονται οἱ ὑπόλοιπες
ὠδὲς τοῦ Κανόνα· Ζ´, Η´ καὶ Θ´ καὶ πάλι τὸ «Τῇ ὑπερμάχῳ...».
Ἀκολούθως ἡ τέταρτη καὶ τελευταία στάση τῶν Χαιρετισμῶν (Τ-Ω καὶ Α).
Τὸ «Τῇ ὑπερμάχῳ...»· τὸ Τρισάγιο καὶ τὰ
ὑπόλοιπα τοῦ Ἀποδείπνου. Πρὶν ἀπὸ τὸ «Δι᾿ εὐχῶν...»
ψάλλεται τὸ «Τὴν ὡραιότητα τῆς παρθενίας σου...».
|
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου