ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΡΤΙΦΑΝΩΣ ΕΝ Τῼ ΑΓΙῼ ΟΡΕΙ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΑΡΤΙΦΑΝΩΣ ΕΝ Τῼ ΑΓΙῼ ΟΡΕΙ
ΕΚΛΑΜΨΑΝΤΟΣ
ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ
(12 Ιουλίου)
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ “Κύριε ἐκέκραξα” ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ἀρτιφανῶς τὸν ἀσκήσει, στερρὰ ἐκλάμψαντα, ἐν τῷ Ἁγίῳ Ὄρει, καὶ φωτίσαντα πλήθη, αὐτοῦ ταῖς νουθεσίαις ταῖς πατρικαῖς, ἐπαινέσωμεν κράζοντες· ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν Λυτρωτήν, ἀσκητὰ σοφὲ Παΐσιε.
Τῶν Καππαδόκων τὸ κλέος, ἀζύγων καύχημα, μοναζουσῶν προστάτην, καὶ πιστῶν ποδηγέτην, πρὸς θέωσιν ἐν ὕμνοις μελωδικοῖς, ἀρετῶν ὡς ἀπαύγασμα, καὶ μαργαρίτην τῆς πίστεως τιμαλφῆ, ἐπαινέσωμεν Παΐσιον.
Τὸν ἐκ νεότητος κόσμου, τερπνὰ ὡς σκύβαλα, σποδόν τε καὶ ἀτμίδα, λογιζόμενον πάντες, Παΐσιον τὸν νέον ἐν ἀσκηταῖς, θεοφόροις τιμήσωμεν, ἀναφωνοῦντες· τὰ ἄρρευστα σαῖς λιταῖς, ἀγαπᾶν ἡμᾶς ἀξίωσον.
Τρωθεὶς Χριστοῦ τῇ ἀγάπῃ, ἐκ βρέφους Ὅσιε, ἀγάπης ὤφθης σκεῦος, διαυγὲς ἄχρι τέλους, Παΐσιε κουφίζον τοὺς εὐλαβῶς, σῇ καλύβῆ προστρέχοντας, καὶ ἀναψύχον τοὺς στένοντας ἐν σκιᾷ, ζοφερᾷ παντοίων θλίψεων.
Δόξα. Ἦχος πλ. δ´ .
Τῶν φιλοσίων τὰ πλήθη, καὶ τῶν ἐν Ἄθω ἀσκουμένων ἡ ὁμήγυρις, συνέλθωμεν σήμερον ἐπὶ τῇ μνήμῃ, τοῦ ἀρτιφανοῦς φωστῆρος τῆς πίστεως, Παϊσίου, ἀξίως αὐτοῦ ἀνευφημῆσαι τὰ σκάμματα· οὗτος γὰρ ὡς τῶν πεπλανημένων φέγγος, τῶν μονοτρόπων ἀλείπτης, καὶ τῶν χειμαζομένων ἀκέστωρ, ἀχλὺν δυσθυμίας ἁπάντων ἐσκέδασε, τῇ τοῦ Φωτοδότου Χριστοῦ καὶ Σωτῆρος τοῦ γένους ἡμῶν χάριτι· καὶ νῦν σὺν ἀγγέλων χορείαις, καὶ ὁσίων τοῖς τάγμασιν ἀγαλλιώμενος, τῷ Παμβασιλεῖ τῆς δόξης πρεσβεύει, διδόναι τοῖς αὐτοῦ, τὴν μνήμην γεραίρουσι, κατ’ ἄμφω ὑγίειαν καὶ εἰρήνην ἀστασίαστον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
ΘΑ ΑΚΟΛΟΥΘΗΣΕΙ ΟΛΟΚΛΗΡΗ Η ΑΚΟΛΟΥΘΙΑ ΣΕ ΚΑΛΗ ΕΚΤΥΠΩΣΙΜΗ ΜΟΡΦΗ
ΠΗΓΗ: ΚΛΙΚ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου