Πέμπτη 13 Μαρτίου 2014

ΑΝΑΓΝΩΣΜΑ  Α'  ΕΣΠΕΡΙΝΟΥ  
ΕΚ  ΤΗΣ  ΓΕΝΕΣΕΩΣ


Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·
Αυτή είναι η ιστορία της δημιουργίας των πρώτων ανθρώπων, όταν ο Θεός εδημιούργησε τον Αδάμ. Εδημιούργησεν αυτόν κατ' εικόνα Θεού.

ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς·

Απ' αρχής άνδρα και γυναίκα εδημιούργησεν ο Θεός, τους οποίους και ευλόγησε. Κατά δε την ημέραν κατά την οποίαν τους εδημιούργησεν, έδωσεν στον πρώτον άνθρωπον το όνομα Αδάμ.

ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.

Εζησε δε ο Αδάμ διακόσια τριάκοντα έτη και εγέννησε κατά τα χαρακτηριστικά αυτού σωματικά και ψυχικά ιδιώματα υιόν, τον οποίον ωνόμασε Σηθ.

ἐγένοντο δὲ αἱ ἡμέραι τοῦ Ἀδάμ, ἃς ἔζησε μετά τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Μετά δε την γέννησιν του Σηθ έζησεν ο Αδάμ επτακόσια έτη και εγέννησεν υιούς και θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανεν.

Ολα τα έτη, τα οποία έζησεν ο Αδάμ, ανήλθον εις εννεακόσια τριάκοντα, μετά τα οποία και απέθανε.

Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησε τὸν Ἐνώς.

Ο δε Σηθ όταν ήτο εις ηλικίαν διακοσίων πέντε ετών, εγέννησε τον Ενώς.

καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Μετά δε την γέννησιν του Ενώς έζησεν επτακόσια επτά έτη και απέκτησεν υιούς και θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.

Ολα τα έτη, τα οποία έζησεν ο Σηθ ανήλθον εις εννεακόσια δώδεκα και έπειτα απέθανεν.

Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐνενήκοντα καὶ ἐγέννησε τὸν Καϊνᾶν.

Ο Ενώς, όταν έφθασεν εις ηλικίαν εκατόν ενενήκοντα ετών, εγέννησε τον Καϊνάν.

καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Εζησε δε μετά την γέννησιν του Καϊνάν επτακόσια δέκα πέντε έτη και εγέννησεν υιούς και θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε.

Εζησε εν συνόλω εννεακόσια πέντε έτη και απέθανεν.

Καὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ.

Ο Καϊνάν εις ηλικίαν εκατόν εβδομήκοντα ετών εγέννησε τον Μαλελεήλ.

καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Μετά την γέννησιν του Μαλελεήλ έζησεν ο Καϊνάν επτακόσια τεσσαράκοντα ακόμη έτη και εγέννησεν υιούς και θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέρα Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε.

Ολα τα έτη της ζωής του Καϊνάν επανήλθον εις εννεακόσια δέκα, μετά τα οποία και απέθανεν.

Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ἰάρεδ.

Ο δε Μαλελεήλ, όταν έφθασεν εις την ηλικίαν των εκατόν εξήκοντα πέντε ετών, απέκτησε τον Ιάρεδ.

καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ ἔτη τριάκοντα καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Μετά δε την γέννησιν του Ιάρεδ έζησεν ο Μαλελεήλ επτακόσια τριάκοντα έτη και απέκτησεν υιούς και θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε.

Ολα δε τα έτη της ζωής του Μαλελεήλ ανήλθον εις οκτακόσια ενενήκοντα πέντε, μετά τα οποία και απέθανεν.

Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Ἐνώχ.

Ο Ιάρεδ, όταν ήτο εκατόν εξήκοντα δύο ετών, απέκτησε τον Ενώχ.

καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Και έζησε μετά την γέννησιν του Ενώχ οκτακόσια έτη, κατά τα οποία απέκτησεν υιούς και θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.

Ολα τα έτη της ζωής του Ιάρεδ ενήλθον εις εννεακόσια εξήκοντα δύο, οπότε και απέθανεν.

Καὶ ἔζησεν Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα.

Ο Ενώχ εις ηλικίαν εκατόν εξήκοντα πέντε ετών εγέννησε τον Μαθουσάλα.

εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Μετά την γέννησιν του Μαθουσάλα έζησε ζωήν ευάρεστον στον Θεόν επί διακόσια έτη, κατά τα οποία απέκτησεν υιούς και θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη.

Ολα δε τα έτη, τα οποία έζησεν ο Ενώχ, ανήλθον εις τριακόσια εξήκοντα πέντε.

καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.

Ο Ενώχ, δια την ευσέβειαν και την αρετήν αυτού, έγινεν αγαπητός και αρεστός στον Θεόν. Δι' αυτό και εξηφανίσθη από την γην, διότι ο Θεός τον μετέθεσε ζώντα στους ουρανούς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου