ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΠΕΜΠΤΗΣ ΛΕ΄ ΕΒΔΟΜΑΔΟΣ
ΠΕΜΠΤΗΣ ΛΕ΄ ΕΒΔΟΜΑΔΟΣ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεόν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ; Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾿ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾿ ἐν τῷ ὕδατι καὶ τὸ αἵματι· καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. Ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῷ οὐρανῷ, ὁ Πατήρ, ὁ Λόγος καὶ τὸ Ἅγιον Πνεῦμα, καὶ οὗτοι οἱ τρεῖς ἕν εἰσι· καὶ τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῇ γῇ, τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ ἣν μεμαρτύρηκε περὶ τοῦ υἱοῦ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεός, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. Ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει. Ταῦτα ἔγραψα ὑμῖν τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ. Καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν. καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἂν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν παρ᾿ αὐτοῦ. Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. Πᾶσα ἀδικία ἁμαρτία ἐστίν· καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλ᾿ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. Οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. Οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, ἐὰν πῇ κανείς, «Ἀγαπῶ τὸν Θεόν», ἀλλὰ μισεῖ τοὺς ἀδελφούς του, αὐτὸς
εἶναι ψεύτης, διότι ἐκεῖνος ποὺ δὲν ἀγαπᾶ τὸν ἀδελφόν του, τὸν ὀποῖον
ἔχει ἰδῆ, πῶς εἶναι δυνατὸν νὰ ἀγαπᾷ τὸν Θεὸν τὸν ὁποῖον δὲν ἔχει ἰδῆ; Αὐτὴν τὴν ἐντολὴν ἔχομεν ἀπὸ αὐτόν: ὅποιος ἀγαπᾶ τὸν Θεόν, νὰ ἀγαπᾷ καὶ τοὺς ἀδελφούς του. Ὅποιος πιστεύει ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστός, ἔχει γεννηθῆ ἀπὸ τὸν Θεὸν
καὶ ὅποιος ἀγαπᾶ τὸν γεννήσαντα ἀγαπᾶ καὶ ἐκεῖνον ποὺ ἔχει γεννηθῆ ἀπὸ
αύτόν. Καὶ ἔτσι ξέρομεν ὅτι, ὅταν ἀγαπᾶμε τὸν Θεὸν καὶ τηροῦμεν τὰς ἐντολάς του, ἀγαπᾶμε καὶ τὰ παιδιὰ τοῦ Θεοῦ. Διότι ἀγάπη πρὸς τὸν Θεὸν εἶναι νὰ τηροῦμεν τὰς ἐντολάς του, καὶ αἱ ἐντολαί του δὲν εἶναι βαρεῖαι, διότι κάθε τι ποὺ ἔχει γεννηθῆ ἀπὸ τὸν Θεὸν νικᾶ τὸν κόσμον καὶ αὐτὴ εἶναι ἡ νίκη ποὺ ἐνίκησε τὸν κόσμον, ἡ πίστις μας. Ποιόν εἶναι ἐκεῖνος ποὺ νικᾶ τὸν κόσμον παρὰ ἐκεῖνος ποὺ πιστεύει ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ; Αὐτὸς εἶναι ἐκεῖνος ποὺ ἦλθε δι’ ὕδατος καὶ αἵματος, ὁ Ἰησοῦς Χριστός·
ὄχι μόνον μὲ τὸ ὕδωρ ἀλλὰ μὲ τὸ ὕδωρ καὶ τὸ αἷμα. Καὶ τὸ Πνεῦμα εἶναι
ἐκεῖνος ποὺ δίνει μαρτυρίαν, διότι τὸ Πνεῦμα εἶναι ἡ ἀλήθεια. Τρεῖς εἶναι ἐκεῖνοι ποὺ μαρτυροῦν [εἰς τὸν οὐρανόν, ὁ Πατέρας, ὁ Λόγος
καὶ τὸ Ἅγιον Πνεῦμα καὶ αὐτοὶ οἱ τρεῖς εἶναι ἕνα καὶ τρεῖς εἶναι ἐκεῖνοι
ποὺ μαρτυροῦν εἰς τὴν γῆν], τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ οἱ τρεῖς εἶναι σύμφωνοι. Ἐὰν δεχώμεθα τὴν μαρτυρίαν τῶν ἀνθρώπων, ἡ μαρτυρία τοῦ Θεοῦ εἶναι
μεγαλύτερη, καὶ ἡ μαρτυρία αὐτὴ εἶναι τοῦ Θεοῦ, τὴν ὁποίαν ἔδωκε διὰ τὸν
Υἱόν του. Ὅποιος πιστεύει εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει τὴν μαρτυρίαν αὐτὴν μέσα
του. Ὅποιος δὲν πιστεύει εἰς τὸν Θεόν, τὸν ἐχει κάνει ψεύτην, διότι δὲν
ἐπίστεψε εἰς τὴν μαρτυρίαν, τὴν ὁποίαν ὁ Θεὸς ἔδωκε διὰ τὸν Υἱόν του. Καὶ ἡ μαρτυρία εἶναι αὐτή: ὅτι ὁ Θεὸς μᾶς ἔδωκε ζωὴν αἰώνιον, καὶ ἡ ζωὴ αὐτὴ ὑπάρχει εἰς τὸν Υἱόν του. Ὅποιος ἔχει τὸν Υἱόν, ἔχει τὴν ζωήν· ὅποιος δὲν ἔχει τὸν Υἱὸν τοῦ Θεοῦ, δὲν ἔχει τὴν ζωήν. Αὐτὰ ἔγραψα σ’ ἐσᾶς ποὺ πιστεύετε εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, διὰ νὰ γνωρίσετε ὅτι ἔχετε ζωὴν αἰώνιον. Μποροῦμε νὰ πλησιάσωμεν τὸν Θεὸν μὲ ἐμπιστοσύνην διὰ τὸν ἑξῆς λόγον: ἐὰν ζητᾶμε κάτι σύμφωνα πρὸς τὸ θέλημά του, μᾶς ἀκούει. Καὶ ἐὰν ξέρωμεν ὄτι ἀκούει τὰ αἰτήματά μας, ξέρωμεν ὅτι ἐκεῖνα ποὺ τοῦ ἐζητήσαμεν ἔγιναν δικά μας. Ἐὰν ἰδῇ κανεὶς τὸν ἀδελφόν του νὰ κάνῃ ἁμαρτίαν, ἡ ὁποία δὲν εἶναι
ἁμαρτία θανάσιμη, τότε πρέπει νὰ προσευχηθῇ καὶ θὰ τοῦ δώσῃ ὁ Θεὸς ζωήν,
εἰς ἐκείνους ποὺ δὲν διαπράττουν ἁμαρτίαν θανάσιμη. Ὑπάρχει ἁμαρτία
θανάσιμη. Δὲν λέγῳ νὰ παρακαλέσῃ γι’ αὐτήν. Κάθε ἀδικία εἶναι ἁμαρτία καὶ ὑπάρχει ἁμαρτία ἠ ὁποία δὲν εἶναι θανάσιμη. Ξέρομεν ὅτι ὅποιος εἶναι γεννημένος ἀπὸ τὸν Θεόν, δὲν ἁμαρτάνει, ἀλλ’
ἐκεῖνος ποὺ γεννήθηκε ἀπὸ τὸν Θεὸν φυλάσσει αὐτὸν καὶ ὁ πονηρὸς δὲν τὸν
ἀγγίζει. Ξέρομεν ὅτι εἴμεθα τοῦ Θεοῦ, ἀλλ’ ὁ κόσμος ὁλόκληρος βρίσκεται ὑπὸ τὴν ἐξουσίαν τοῦ πονηροῦ. Καὶ ξέρομεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἔχει ἔλθει καὶ μᾶς ἔδωκε νοῦν διὰ νὰ
ξέρωμεν αὐτὸν ποὺ εἶναι ἀληθινός· καὶ εἴμεθα πραγματικὰ ἐν τῷ ἀληθινῷ,
ἐν τῷ Υἱῷ του Ἰησοῦ Χριστῷ. Αὐτὸς εἶναι ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ
αἰώνιος.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΠΕΜΠΤΗΣ ΤΗΣ ΑΠΟΚΡΕΩ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον κατὰ τοῦ Ἰησοῦ· καὶ δήσαντες αὐτόν, ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· σὺ λέγεις. Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο. Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε πόσα σου καταμαρτυροῦσιν. Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. Καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; Ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. Ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς· τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων; Οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν. Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ ἐποίησε κακόν; οἱ δὲ περισσοτέρως ἔκραξαν· σταύρωσον αὐτόν. Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
ΕΡΜΗΝΕΙΑ
Κατ΄ ἐκεῖνον τὸν καιρόν, ἔκαναν συμβούλιον οἱ ἀρχιερεῖς μαζὶ μὲ τοὺς
πρεσβυτέρους καὶ τοὺς γραμματεῖς καὶ ὅλον τὸ συνέδριον κατὰ τοῦ Ἰησοῦ·καὶ ἀφοῦ τὸν ἔδεσαν, τὸν μετέφεραν καὶ τὸν παρέδωκαν εἰς τὸν Πιλᾶτον. Καὶ τὸν ἐρώτησε ὁ Πιλᾶτος, «Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων;». Ἐκεῖνος τοῦ ἀπεκρίθη, «Σὺ τὸ λέγεις». Καὶ οἱ ἀρχιερεῖς τὸν κατηγοροῦσαν διὰ πολλὰ πράγματα. Ὁ Πιλᾶτος πάλιν τὸν ἐρώτησε, «Δὲν ἀποκρίνεσαι τίποτε; Κύτταξε πόσα σοῦ κατηγοροῦν». Ἀλλ’ ὁ Ἰησοῦς ἀκόμη δὲν ἀπαντοῦσε τίποτε, ὥστε ὁ Πιλᾶτος ἔμεινε κατάπληκτος. Κατὰ τὴν ἑορτὴν ἀπέλυε ἕνα φυλακισμένον, ὅποιον ἐζητοῦσαν. Ἦτο δὲ τότε ὁ λεγόμενος Βαραββᾶς εἰς τὴν φυλακὴν μαζὶ μὲ τοὺς στασιαστάς, οἱ ὁποῖοι κατὰ τὴν στάσιν εἶχαν διαπράξει φόνον. Καὶ μὲ φωνὲς ὁ λαὸς ἄρχισε νὰ ζητῇ νὰ τοὺς κάνῃ καθὼς πάντοτε συνείθιζε. Ὁ δὲ Πιλᾶτος τοὺς ἀπεκρίθη, «Θέλετε νὰ σᾶς ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;», διότι ἤξερε ὅτι ἕνεκα φθόνου τὸν εἶχαν παραδώσει οἱ ἀρχιερεῖς. Οἱ δὲ ἀρχιερεῖς ἐξηρέθιζαν τὸν ὄχλον διὰ νὰ τοῦ ζητήσουν νὰ ἀπολύσῃ μᾶλλον τὸν Βαραββᾶν. Ὁ Πιλᾶτος πάλιν ἀπεκρίθη εἰς αὐτοὺς, «Τὶ λοιπὸν νὰ κάνω εἰς αὐτὸν ποὺ καλεῖτε βασιλέα τῶν Ἰουδαίων;». Αὐτοὶ πάλιν ἐφώναξαν, «Σταύρωσέ τον». Ὁ Πιλᾶτος τοὺς εἶπε, «Γιατί, τί κακὸν ἐκανε;», οἱ δὲ ἀκόμη περισσότερον ἐκραύγαζαν, «Σταύρωσέ τον». Ὁ Πιλᾶτος ἐπειδὴ ἤθελε νὰ ἱκανοποιήσῃ τὸν ὄχλον, ἀπέλυσε τὸν Βαραββᾶν,
τὸν δὲ Ἰησοῦν, ἀφοῦ τὸν ἐμαστίγωσε, τὸν παρέδωκε διὰ νὰ σταυρωθῇ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου