ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΣΑΒΒΑΤΟΥ ΛΔ΄ ΕΒΔΟΜΑΔΟΣ
ΣΑΒΒΑΤΟΥ ΛΔ΄ ΕΒΔΟΜΑΔΟΣ
ΚΕΙΜΕΝΟΝ
Τέκνον Τιμόθεε, δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.
ΕΡΜΗΝΕΙΑ
Τέκνον Τιμόθεε, ἐπιδίωκε τὴν
δικαιοσύνην, τὴν εὐσέβειαν, τὴν πίστιν, τὴν ἀγάπην, τὴν ὑπομονήν, τὴν
πραότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, κράτησε τὴν αἰώνιον ζωήν, εἰς τὴν
ὁποίαν ἔχεις καλεσθῆ καὶ ἔδωκες τὴν λαμπρὰν ὁμολογίαν ἐνώπιον πολλῶν
μαρτύρων. Σοῦ παραγγέλω ἐνώπιον τοῦ Θεοῦ, ὁ ὁποῖος ζωοποιεῖ τὰ πάντα, καὶ τοῦ
Χριστοῦ Ἰησοῦ, ὁ ὁποῖος ἐπὶ Ποντίου Πιλάτου ἔδωκε τὴν λαμπρὰν ὁμολογίαν, νὰ τηρήσῃς τὴν ἐντολὴν ἀκηλίδωτη, ἀδιάβλητη μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, τὴν ὁποίαν θὰ δείξῃ κατὰ τοὺς ὡρισμένους χρόνους, ὁ μακάριος καὶ μόνος
Δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ ὁ Κύριος τῶν κυριευόντων, ὁ μόνος ποὺ ἔχει ἀθανασίαν, ποὺ κατοικεῖ φῶς ἀπρόσιτον, τὸν ὁποῖον
κανεὶς ἀπὸ τοὺς ἀνθρώπους δὲν εἶδε, οὔτε μπορεῖ νὰ τὸν ἰδῇ, εἰς τὸν
ὁποῖον ἀνήκει ἡ τιμὴ καὶ ἡ αἰώνια δύναμις. Ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΣΑΒΒΑΤΟΥ ΙΖ΄ ΛΟΥΚΑ
ΚΕΙΜΕΝΟΝ
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους· εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά, καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε.Ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
ΕΡΜΗΝΕΙΑ
Εἶπεν ὁ Κύριος εἰς τοὺς μαθητάς του· «Προσέχετε τοὺς γραμματεῖς, εἰς τοὺς ὁποίους ἀρέσει νὰ κυκλοφοροῦν
στολισμένοι καὶ ἀγαποῦν τοὺς χαιρετισμοὺς εἰς τὰς ἀγοράς, τὰς
πρωτοκαθεδρίας εἰς τὰς συναγωγὰς καὶ εἰς τὰς πρώτας θέσεις εἰς τὰ
δεῖπνα, οἱ ὁποῖοι κατατρώγουν τὰ σπίτια τῶν χηρῶν καὶ γιὰ πρόφασι κάνουν μακρὰς προσευχάς. Αὐτοὶ θὰ λάβουν μεγαλυτέραν τιμωρίαν». Ἐσήκωσε τὰ μάτια του καὶ εἶδε τοὺς πλουσίους νὰ βάζουν τὰ δῶρά τους εἰς τὸ θησαυροφυλάκιον. Εἶδε καὶ μίαν πτωχὴν χήραν νὰ βάζῃ ἐκεῖ δύο λεπτὰ καὶ εἶπεν, «Ἀλήθεια σᾶς λέγω, ὅτι ἡ χήρα αὐτὴ ἡ πτωχὴ ἔβαλε περισσότερα ἀπὸ ὅλους, διότι ὅλοι αὐτοὶ ἔβαλαν ἀπὸ τὸ περίσευμά τους εἰς τὰ δῶρα τοῦ Θεοῦ, ἐνῷ
αὐτὴ ἀπὸ τὸ ὑστέρημά της ἔβαλε ὅλα ὅσα εἶχε διὰ τὴν συντήρησίν της».Ἐνῷ ἔλεγε αὐτά, ἐφώναξε, «Ἐκεῖνος ποὺ ἔχει αὐτιὰ διὰ νὰ ἀκούῃ, ἂς ἀκούῃ».
ΠΗΓΗ: http://www.synaxarion.gr/cms/gr/content/kaini_diathiki.aspx |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου