ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΠΑΡΑΣΚΕΥΗΣ ΚΘ΄ ΕΒΔΟΜΑΔΟΣ
ΠΑΡΑΣΚΕΥΗΣ ΚΘ΄ ΕΒΔΟΜΑΔΟΣ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, ἀθέτησις γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ. Καὶ καθ' ὅσον οὐ χωρὶς ὁρκωμοσίας· οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, καταργεῖται μία προηγούμενη ἐντολή, διότι ἦτο ἀνίσχυρη καὶ ἀνωφελής – ἀφοῦ ὁ νόμος δὲν ἔφερε τίποτε εἰς τὴν τελειότητα – καὶ εἰσάγεται μία
καλύτερη ἐλπίδα, διὰ τῆς ὁποίας προσεγγίζομεν τὸν Θεόν. Ἐπὶ πλέον, δὲν ἔγινε τοῦτο χωρὶς ὅρκον. Οἱ ἄλλοι ἔγιναν ἱερεῖς χωρὶς ὅρκον, ἀλλ’ ὁ Χριστὸς ἔγινε μὲ τὸν ὅρκον ἐκείνου, ὁ ὁποῖος τοῦ λέγει, Ὡρκίσθηκε ὁ Κύριος καὶ δὲν θὰ μετανοήσῃ, Σὺ εἶσαι αἰώνιος ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ ἔτσι ὁ Ἰησοῦς ἔγινε ἐγγυητὴς μιᾶς ἀνωτέρας διαθήκης. Καὶ ἐκεῖνοι μὲν οἱ ἱερεῖς ἦσαν πολλοὶ διότι ἕνεκα τοῦ θανάτου δὲν ἦτο δυνατὸν νὰ παραμένουν ἱερεῖς, ἀλλ’ ὁ Ἰησοῦς ἐπειδὴ παραμένει αἰωνίως ἔχει ἀμετεβίβαστην τὴν ἱερωσύνην. Διὰ τοῦτο καὶ δύναται νὰ σώζῃ γιὰ πάντα ἐκείνους ποὺ προσέρχονται δι’
αὐτοῦ εἰς τὸν Θεόν, διότι ζῆ πάντοτε διὰ νὰ μεσιτεύῃ ὑπὲρ αὐτῶν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΔΕΥΤΕΡΑΣ Α΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΔΕΥΤΕΡΑΣ Α΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπὸ Ἰωάννου περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
ΕΡΜΗΝΕΙΑ
Ἐκεῖνον τὸν καιρόν,Ἡρώδης ὁ τετράρχης, ἐπειδὴ κατηγορεῖτο ἀπὸ τὸν Ἰωάννην διὰ τὴν Ἡρωδιάδα,
τὴν γυναῖκα τοῦ ἀδελφοῦ του, καὶ δι’ ὅλα τὰ κακὰ ποὺ εἶχε κάνει ὁ
Ἡρώδης, προσέθεσε εἰς ὅλα αὐτὰ καὶ τοῦτο: ἔκλεισε τὸν Ἰωάννην εἰς τὴν φυλακήν. Ὅταν ὅλος ὁ λαὸς εἶχε βαπτισθῆ καὶ ὁ Ἰησοῦς ἐπίσης εἶχε βαπτισθῆ καὶ προσευχότανε, ἄνοιξε ὁ οὐρανὸς καὶ κατέβηκε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπάνω του ὑπὸ
σωματικὴν μορφὴν σὰν περιστερὰ καὶ ἦλθε φωνὴ ἀπὸ τὸν οὐρανόν, «Σὺ εἶσαι ὁ
Υἱός μου ὁ ἀγαπητός, εἰς σὲ εὐαρεστοῦμαι».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου