ΕΩΘΙΝΟΝ
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΟΥ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ
ΚΕΙΜΕΝΟΝ
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
ΕΡΜΗΝΕΙΑ
Εἶπεν ὁ Κύριος πρὸς τοὺς Ἰουδαίους ποὺ τὸν πλησίασαν· «ἀλήθεια, ἀλήθεια σᾶς λέγω, ἐκεῖνος ποὺ δὲν μπαίνει ἀπὸ τὴν πόρτα εἰς
τὴν μάνδρα τῶν προβάτων ἀλλ’ ἀνεβαίνει ἀπὸ ἄλλο μέρος, αὐτὸς εἶναι
κλέπτης καὶ λῃστής. Ἐκεῖνος ὅμως ποὺ μπαίνει ἀπὸ τὴν πόρτα εἶναι ὁ βοσκὸς τῶν προβάτων. Εἰς αὐτὸς ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα ἀκοῦνε τὴν φωνήν του καὶ
καλεῖ τὰ δικὰ τοῦ πρόβατα μὲ τὸ ὄνομά τους καὶ τὰ βγάζει ἔξω. Καὶ ὅταν βγάλῃ ἔξω τὰ δικά του πρόβατα, βαδίζει μπροστά τους καὶ τὰ πρόβατα τὸν ἀκολουθοῦν, διότι ξέρουν τὴν φωνήν του. Ἕναν ξένον ὅμως δὲν θὰ τὸν ἀκολουθήσουν ἀλλὰ θὰ φύγουν ἀπ’ αὐτόν, διότι δὲν ἀναγνωρίζουν τὴν φωνὴν τῶν ξένων». Αὐτὴν τὴν παραβολὴν τοὺς εἶπε ὁ Ἰησοῦς, ἀλλ’ ἐκεῖνοι δὲν ἐννόησαν τί ἐσήμαιναν αὐτὰ ποὺ τοὺς ἔλεγε. Τοὺς εἶπε λοιπὸν πάλιν ὁ Ἰησοῦς, «Ἀλήθεια, ἀλήθεια σᾶς λέγω, ὅτι ἐγὼ εἶμαι ἡ πόρτα τῶν προβάτων. Ὅλοι ὅσοι ἦρθαν πρὶν ἀπὸ ἐμέ, εἶναι κλέπται καὶ λῃσταί, ἀλλὰ τὰ πρόβατα δὲν τοὺς ἄκουσαν. Ἐγὼ εἶμαι ἡ πόρτα· ὅποιος θὰ μπῇ δι’ ἐμοῦ, θὰ σωθῇ καὶ θὰ μπαίνῃ καὶ θὰ βγαίνῃ καὶ θὰ βρίσκῃ βοσκήν.
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΠΕΡΙΤΟΜΗΣ ΤΟΥ ΚΥΡΙΟΥ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, προσέχετε μήπως σᾶς παρασύρῃ κανεὶς μὲ τὴν φιλοσοφίαν καὶ μὲ κούφια
ἀπατηλὰ πράγματα, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ
κόσμου καὶ ὄχι κατὰ Χριστόν, διότι εἰς αὐτὸν κατοικεῖ ὁλόκληρον τὸ πλήρωμα τῆς Θεότητος ἐν σωματικῇ μορφῇ. Καὶ ἐν αὐτῷ εἶσθε πλήρεις· αὐτὸς εἶναι ἡ κεφαλὴ κἀθε ἀρχῆς καὶ ἐξουσίας. Ἐν αὐτῷ ἐπίσης ἔχετε περιτμηθῆ, ὄχι μὲ περιτομὴν καμωμένην μὲ χέρια
ἀνθρώπου, ἀλλὰ διὰ τῆς ἀποβολῆς τοῦ σαρκίνου σώματος, δηλαδὴ μὲ τὴν
περιτομὴν τοῦ Χριστοῦ, καὶ ἐνταφιασθήκατε μαζί του κατὰ τὸ βάπτισμα, κατὰ τὸ ὁποῖον καὶ
ἀναστηθήκατε μαζί του διὰ τῆς πίστεως εἰς δύναμιν τοῦ Θεοῦ, ὁ ὁποῖος τὸν
ἀνέστησε ἀπὸ τοὺς νεκρούς.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΠΕΡΙΤΟΜΗΣ ΤΟΥ ΚΥΡΙΟΥ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. Καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ρῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
ΕΡΜΗΝΕΙΑ
Ἐκεῖνο τὸν καιρό, ἐπέστρεψαν οἱ βοσκοὶ καὶ ἐδόξαζαν καὶ ὑμνοῦσαν τὸν Θεόν, δι’ ὅλα, ὅσα ἄκουσαν καὶ εἶδαν, ὅπως τοὺς εἶχε εἰπωθῆ. Καὶ ὄταν συμπληρώθησαν αἱ ὀκτὼ ἡμέραι διὰ νὰ κάμουν τὴν περιτομὴν τοῦ
παιδιοῦ, τοῦ ἐδόθηκε τὸ ὄνομά του Ἰησοῦς, ὄπως ὠνομάσθηκε ἀπὸ τὸν
ἄγγελον πρὶν συλληφθῇ εἰς τὴν κοιλιά. Τὸ δὲ παιδὶ ἐμεγάλωνε καὶ ἐδυνάμωνε κατὰ τὸ πνεῦμα ἐπειδὴ ἐγέμιζε ἀπὸ σοφίαν καὶ ἡ χάρις τοῦ Θεοῦ ἦτο ἐπάνω του. Καὶ οἱ γονεῖς του ἐπήγαιναν κάθε χρόνο εἰς τὴν Ἱερουσαλὴμ κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα. Ὅταν ἦτο δώδεκα ἐτῶν ἀνέβηκαν εἰς τὰ Ἱεροσόλυμα, κατὰ τὸ ἔθιμον τῆς ἑορτῆς, καὶ ὅταν ἐτελείωσαν τὰς ἡμέρας, ἐνῷ ἐπέστρεφαν, παρέμεινε τὸ παιδὶ Ἰησοῦς εἰς τὴν Ἱερουσαλήμ, χωρὶς νὰ τὸ καταλάβουν ὁ Ἰωσὴφ καὶ ἡ μητέρα του. Ἐπειδὴ δὲ ἐνόμισαν ὅτι ἦτο μὲ συντροφιά, ἐβάδισαν μιᾶς ἡμέρας δρόμον καὶ τὸν ἀναζητοῦσαν μεταξὺ τῶν συγγενῶν καὶ τῶν γνωστῶν. Καὶ ἐπειδὴ δὲν τὸν εὑρῆκαν, ἐγύρισαν εἰς τὴν Ἱερουσαλὴμ καὶ τὸν ἀναζητοῦσαν. Καὶ ὕστερα ἀπὸ τρεῖς ἡμέρες τὸν εὑρῆκαν νὰ κάθεται εἰς τὸν ναὸν εἰς τὸ
μέσον τῶν διδασκάλων καὶ νὰ τοὺς ἀκούῃ καὶ νὰ τοὺς ἐρωτᾷ. Ὅλοι δὲ ὅσοι τὸν ἄκουαν, ἐθαύμαζαν διὰ τὴν νοημοσύνην καὶ τὰς ἀπαντήσεις του. Καὶ ὅταν τὸν εἶδαν, ἐξεπλάγησαν καὶ ἡ μητέρα του τοῦ εἶπε, «Παιδί μου,
γιατὶ μᾶς φέρθηκες ἔτσι; Ὁ πατέρας σου καὶ ἐγὼ σ’ ἐζητούσαμε μὲ μεγάλην
ἀνησυχίαν». Καὶ αὐτὸς τοὺς εἶπε, «Γιατὶ μ’ ἐζητούσατε; Δὲν ἠξέρατε ὅτι πρέπει νὰ εἶμαι εἰς τὸ σπίτι τοῦ Πατέρα μου;». Ἀλλ’ αὐτοὶ δὲν κατάλαβαν τὶ ἐννοοῦσε μὲ αὐτὸ ποὺ τοὺς εἶπε. Καὶ ἐπέστρεψε μαζί τους εἰς τὴν Ναζαρὲτ καὶ ἐξακολουθοῦσε νὰ ὑπακούῃ
εἰς αὐτούς. Ἡ μητέρα του ἐφύλαγε εἰς τὴν καρδιά της ὅλα αὐτὰ τὰ
γεγονότα. Καὶ ὁ Ἰησοῦς προώδευε εἰς σοφίαν καὶ σωματικὴν ἀνάπτυξιν καὶ εὔνοιαν ἐκ μέρους τοῦ Θεοῦ καὶ τῶν ἀνθρώπων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου