ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΕΟΡΤΗΣ
ΟΣΙΟΥ ΣΑΒΒΑ ΤΟΥ ΗΓΙΑΣΜΕΝΟΥ
ΟΣΙΟΥ ΣΑΒΒΑ ΤΟΥ ΗΓΙΑΣΜΕΝΟΥ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματος εἶναι ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστοήθεια, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια. Ἐναντίον αὐτῶν δὲν ὑπάρχει νόμος. Ἀλλ’ ὅσοι ἀνήκουν εἰς τὸν Ἰησοῦν Χριστόν, ἐσταύρωσαν τὴν σάρκα μαζὶ μὲ τὰ πάθη καὶ τὰς ἐπιθυμίας. Ἐὰν ζῶμεν διὰ τοῦ Πνεύματος, πρέπει νὰ βαδίζωμεν καὶ κατὰ τὸ Πνεῦμα. Ἂς μὴ γινώμεθα κενόδοξοι, προκαλοῦντες ὁ ἕνας τὸν ἄλλον καὶ φθονοῦντες ὁ ἕνας τὸν ἄλλον. Ἀδελφοί, ἐὰν παρασυρθῇ κανεὶς σὲ κάποιο ἁμάρτημα, σεῖς οἱ πνευματικοὶ
πρέπει νὰ τὸν διορθώνετε μὲ πνεῦμα πραότητος καὶ νὰ προσέχῃς τὸν ἑαυτόν
σου μήπως πέσῃς καὶ σὺ σὲ πειρασμόν. Ὁ καθένας νὰ βαστάζῃ τὰ βάρη τοῦ ἄλλου, καὶ κατ’ αὐτὸν τὸν τρόπον θὰ ἐκπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΕΟΡΤΗΣ
ΟΣΙΟΥ ΣΑΒΒΑ ΤΟΥ ΗΓΙΑΣΜΕΝΟΥ
ΟΣΙΟΥ ΣΑΒΒΑ ΤΟΥ ΗΓΙΑΣΜΕΝΟΥ
ΚΕΙΜΕΝΟΝ
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
ΕΡΜΗΝΕΙΑ
Εἶπεν ὁ Κύριος πρὸς τοὺς μαθητάς του· «Ὅλα μοῦ παρεδόθησαν ἀπὸ τὸν Πατέρα μου καὶ κανεὶς δὲν γνωρίζει καλὰ
τὸν Υἱόν, παρὰ ὁ Πατέρας, οὔτε τὸν Πατέρα γνωρίζει καλὰ κανείς, παρὰ ὁ
Υἱὸς καὶ ἐκεῖνος εἰς τὸν ὁποῖον θέλει ὁ Υἱὸς νὰ τὸν ἀποκαλύψῃ. Ἐλᾶτε σ’ ἐμὲ ὅλοι σεῖς, ποὺ εἶσθε κουρασμένοι καὶ φορτωμένοι, καὶ ἐγὼ θὰ σᾶς δώσω ἀνάπαυσιν. Σηκῶστε ἐπάνω σας τὸν ζυγόν μου καὶ μάθετε ἀπὸ ἐμέ, ὅτι εἶμαι πρᾶος καὶ
ταπεινὸς στὴν καρδιά καὶ θὰ βρῆτε ἀνάπαυσιν στὶς ψυχές σας. Ὁ ζυγός μου
εἶναι ἁπαλὸς καὶ τὸ φορτίο μου ἐλαφρόν».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου