ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΠΕΜΠΤΗΣ Κ΄ ΕΒΔΟΜΑΔΟΣ
ΠΕΜΠΤΗΣ Κ΄ ΕΒΔΟΜΑΔΟΣ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ. Τὸ νὰ σᾶς γράφω τὰ ἴδια
πράγματα, εἰς ἐμὲ δὲν εἶναι βαρετόν, σ’ ἐσᾶς δὲ παρέχει ἀσφάλειαν. Προσέχετε ἀπὸ τὰ σκυλιά, προσέχετε ἀπὸ τοὺς κακοὺς ἐργάτας, προσέχετε
ἀπὸ ἐκείνους ποὺ κόβουν τὴν σάρκα, διότι ἐμεῖς εἴμεθα οἱ ἀληθινοὶ
περιτμημένοι, οἱ ὁποῖοι λατρεύομεν μὲ Πνεῦμα Θεοῦ καὶ καυχώμεθα διὰ τὸν Χριστὸν
Ἰησοῦν καὶ δὲν στηρίζομεν τὴν ἐμπιστοσύνην μας εἰς τὴν σάρκα. Ἂν καὶ ἐγὼ θὰ μποροῦσα νὰ ἔχω ἐμπιστοσύνην καὶ εἰς τὴν σάρκα. Ἐὰν
νομίζῃ κανεὶς ὅτι μπορεῖ νὰ ἔχῃ ἐμπιστοσύνην εἰς τὴν σάρκα, περισσότερον
μπορῶ ἐγῶ. Τὴν ὀγδόην ἡμέραν περιτμήθηκα, κατάγομαι ἀπὸ τὸ Ἰσραηλιτικὸν γένος, ἀπὸ
τὴν φυλὴν τοῦ Βενιαμίν, εἶμαι Ἑβραῖος ἀπὸ Ἑβραίους, ὡς πρὸς τὸν νόμον
Φαρισαῖος, ὡς πρὸς τὸν ζῆλον διώκτης τῆς ἐκκλησίας, ὡς πρὸς τὴν δικαιοσύνην τοῦ νόμου ἐζοῦσα ἄμεμπτος. Αὐτὰ ὅμως ποὺ μοῦ ἦσαν κέρδη, τὰ ἔχω θεωρήσει ὡς ζημίαν ἕνεκα τοῦ Χριστοῦ. Καὶ μάλιστα θεωρῶ ὅτι εἶναι ὅλα ζημία ἕνεκα τῆς ὑπεροχῆς τῆς γνώσεως
τοῦ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, χάριν τοῦ ὁποίου τὰ ἔχασα ὅλα καὶ τὰ
θεωρῶ σκουπίδια, διὰ νὰ κερδίσω τὸν Χριστὸν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΠΕΜΠΤΗΣ Η΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΠΕΜΠΤΗΣ Η΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, παρῆσάν τινες ἀπαγγέλλοντες τῷ Ἰησοῦ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλήμ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε. Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. Κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.
ΕΡΜΗΝΕΙΑ
Ἐκεῖνο τὸν καιρό, ἦλθαν μερικοὶ καὶ εἶπαν στὸν Ἰησοῦ περὶ τῶν Γαλιλαίων, τῶν ὁποίων τὸ αἷμα ὁ Πιλᾶτος ἀνέμιξε μὲ τὰς θυσίας των. Καὶ ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Νομίζετε ὅτι αὐτοὶ οἱ Γαλιλαῖοι ἐπειδὴ
ἔπαθαν αὐτά, ἦσαν περισσότερον ἁμαρτωλοὶ ἀπὸ ὅλους τοὺς ἄλλους
Γαλιλαίους; Ὄχι σᾶς λέγω, ἀλλ’ ἐὰν δὲν μετανοήσετε, θὰ χαθῆτε ὅλοι κατὰ τὸν ἴδιο τρόπο. Ἢ ἐκεῖνοι οἱ δέκα ὀκτὼ ποὺ ἔπεσε ἐπάνω τους ὁ πύργος τοῦ Σιλωὰμ καὶ
τοὺς ἐσκότωσε, νομίζετε ὅτι ἦσαν περισσότερον ἁμαρτωλοὶ ἀπὸ ὅλους τοὺς
ἄλλους κατοίκους τῆς Ἱερουσαλήμ; Ὄχι σᾶς λέγω, ἀλλ’ ἐὰν δὲν μετανοήσετε, θὰ χαθῆτε ὅλοι κατὰ τὸν ἴδιο τρόπο». Εἶπε δὲ αὐτὴν τὴν παραβολήν, «Εἶχε κάποιος μιὰ συκιὰ φυτεμένη στὸ
ἀμπέλι του καὶ ἦλθε νὰ ζητήσῃ καρπὸν εἰς αὐτὴν ἀλλὰ δὲν εὑρῆκε. Καὶ εἶπε εἰς τὸν ἀμπελουργόν, «Τρία χρόνια τώρα ἔρχομαι καὶ ζητῶ καρπὸν
στὴ συκιὰ αὐτὴ καὶ δὲν βρίσκω· κόψε την· διατὶ νὰ ἀχρηστεύῃ καὶ τὴν
γῆν;». Ἐκεῖνος δὲ ἀπεκρίθη, «Κύριε, ἄφησέ την καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω γύρω της καὶ βάλω κοπριά, καὶ ἐὰν κάνῃ καρπόν, ἔχει καλῶς· ἄλλως θὰ τὴν κόψῃς εἰς τὸ μέλλον».
ΠΗΓΗ: http://www.synaxarion.gr/cms/gr/content/kaini_diathiki.aspx
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου