ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΠΑΡΑΣΚΕΥΗΣ ΚΓ΄ ΕΒΔΟΜΑΔΟΣ
ΠΑΡΑΣΚΕΥΗΣ ΚΓ΄ ΕΒΔΟΜΑΔΟΣ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, ὑμεῖς μιμηταὶ ἐγενήθητε, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ οργὴ εἰς τέλος. Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς. Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, σεῖς, ἀκολουθήσατε τὸ παράδειγμα τῶν ἐκκλησιῶν τοῦ Θεοῦ ἐν
Χριστῷ Ἰησοῦ, ποὺ εἶναι εἰς τὴν Ἰουδαίαν, διότι ἐπάθατε καὶ σεῖς τὰ ἴδια
ἀπὸ τοὺς ὁμοεθνεῖς σας καθὼς καὶ ἐκεῖνοι ἀπὸ τοὺς Ἰουδαίους, οἱ ὁποῖοι καὶ τὸν Κύριον Ἰησοῦν ἐσκότωσαν καὶ τοὺς προφήτας των, καὶ
ἐμᾶς κατεδίωξαν καὶ εἰς τὸν Θεὸν δὲν εἶναι ἀρεστοὶ καὶ εἶναι ἐνάντιοι
πρὸς ὅλους τοὺς ἀνθρώπους, διότι μᾶς ἐμποδίζουν νὰ κηρύξωμεν εἰς τὰ ἔθνη διὰ νὰ σωθοῦν, καὶ ἔτσι
πάντοτε γεμίζουν τὸ μέτρον τῶν ἁμαρτιῶν των. Ἔφθασεν ὅμως ἐπὶ τέλους ἡ
ὀργὴ ἐπάνω τους. Ἀδελφοί, ὅταν ἐμείνατε ὀρφανοί, διότι ἀποχωρισθήκαμε ἀπὸ σᾶς
προσωρινῶς, ἂν καὶ σᾶς εἴχαμε στὴν καρδιά μας, εἴχαμε ἀκόμη μεγαλύτερον
πόθον νὰ ἰδοῦμε τὸ πρόσωπόν σας. Διὰ τοῦτο ἠθέλαμε νὰ ἔλθωμεν σ’ ἐσᾶς, ἐγὼ μὲν ὁ Παῦλος καὶ μιὰ καὶ δυὸ φορές, ἀλλὰ μᾶς ἐμπόδισε ὁ Σατανᾶς. Διότι ποιά εἶναι ἡ ἐλπίδα μας ἢ ἡ χαρὰ ἢ τὸ στεφάνι τῆς καυχήσεώς μας
ἐνώπιον τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἔλευσίν του, ἐὰν δὲν εἶσθε
σεῖς; Ἀληθινά, σεῖς εἶσθε ἡ δόξα μας καὶ ἡ χαρά μας.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΠΑΡΑΣΚΕΥΗΣ ΙΑ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΠΑΡΑΣΚΕΥΗΣ ΙΑ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΚΕΙΜΕΝΟΝ
Τῷ καιρῷ ἐκείνῳ, ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε. Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ; Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· τί με πειράζετε; Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. Ὁ δὲ εἶπεν αὐτοῖς· ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ρήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
ΕΡΜΗΝΕΙΑ
Ἐκεῖνον τὸν καιρό, οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ζητοῦσαν νὰ βάλουν χέρι
ἐπάνω του ἐκείνη τὴ στιγμή, διότι ἐκατάλαβαν ὅτι τὴν παραβολὴν τὴν εἶπε γι’ αὐτούς, ἀλλὰ
ἐφοβοῦντο τὸν λαόν. Ἐκαιροφυλακτοῦσαν λοιπὸν καὶ ἔστειλαν κατασκόπους οἱ ὁποῖοι ὑπεκρίνοντο
τοὺς εὐσεβεῖς, διὰ νὰ βροῦν κάποιον λόγον του γιὰ πρόσχυμα ὥστε νὰ τὸν
παραδώσουν εἰς τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν τοῦ ἡγεμόνος. Καὶ
τὸν ἐρώτησαν, «Διδάσκαλε, γνωρίζομεν ὅτι ὅσα λέγεις καὶ διδάσκεις εἶναι
ὀρθὰ καὶ δὲν λαβαίνεις ὑπ’ ὄψιν σου πρόσωπον ἀνθρώπου ἀλλὰ διδάσκεις
ἀληθινὰ τὸν δρόμον τοῦ Θεοῦ. Μᾶς ἐπιτρέπεται νὰ δίνωμεν φόρον εἰς τὸν Καίσαρα ἢ ὄχι;». Αὐτὸς ἀντελήφθη τὴν πονηρίαν τους καὶ τοὺς εἶπε, «Διατὶ μὲ πειράζετε; Δείξατέ μου ἕνα δηνάριον. Τίνος εἰκόνα καὶ ἐπιγραφὴν ἔχει;». Ἐκεῖνοι ἀπεκρίθησαν, «Τοῦ Καίσαρος». Τότε αὐτὸς τοὺς εἶπε, «Δῶστε λοιπὸν εἰς τὸν Καίσαρα ὅσα ὀφείλονται εἰς
τὸν Καίσαρα καὶ εἰς τὸν Θεὸν ὅσα ὀφείλονται εἰς τὸν Θεόν». Καὶ δὲν μπόρεσαν νὰ τὸν ἐνοχοποιήσουν ἀπὸ τὰ λόγια τοῦ ἐμπρὸς εἰς τὸν λαόν· ἐθαύμασαν διὰ τὴν ἀπάντησίν του καὶ ἐσιώπησαν.
ΠΗΓΗ: http://www.synaxarion.gr/cms/gr/content/kaini_diathiki.aspx
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου