ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΤΡΙΤΗΣ ΙΘ΄ ΕΒΔΟΜΑΔΟΣ
ΤΡΙΤΗΣ ΙΘ΄ ΕΒΔΟΜΑΔΟΣ
ΚΕΙΜΕΝΟΝ
Ἀδελφοί, μάρτυς μού ἐστιν ὁ Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ ᾿Ιησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν.
ΕΡΜΗΝΕΙΑ
Ἀδελφοί, μάρτυς μου εἶναι ὁ Θεὸς ὅτι ὅλους σᾶς ποθῶ μὲ τὴν ἀγάπην τοῦ Ἰησοῦ Χριστοῦ. Καὶ προσεύχομαι διὰ τοῦτο: νὰ αὐξάνῃ ἡ ἀγάπη σας ὅλο καὶ περισσότερον εἰς τελείαν γνῶσιν καὶ εἰς κάθε διάκρισιν, ὥστε νὰ διακρίνετε τὸ καλύτερον, καὶ νὰ εἶσθε καθαροὶ καὶ ἄψογοι κατὰ τὴν ἡμέραν τοῦ Χριστοῦ, γεμᾶτοι ἀπὸ καρποὺς δικαιοσύνης ποὺ παράγονται διὰ τοῦ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον τοῦ Θεοῦ. Θέλω νὰ ξέρετε ἀδελφοί, ὅτι ὅσα μοῦ συνέβησαν, ἐβοήθησαν μᾶλλον τὴν πρόοδον τοῦ εὐαγγελίου, ὥστε νὰ γίνῃ γνωστὸν εἰς ὅλον τὸ διοικητήριον καὶ εἰς ὅλους τοὺς λοιπούς, ὅτι εἶμαι εἰς τὴν φυλακὴν χάριν τοῦ Χριστοῦ, καὶ οἱ περισσότεροι ἀπὸ τοὺς ἀδελφοὺς ἐν Κυρίῳ, ἐπῆραν θάρρος ἀπὸ τὴν
φυλάκισίν μου καὶ τολμοῦν ἀκόμη περισσότερον νὰ κηρύττουν τὸν λόγον
χωρὶς φόβον.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
ΤΗΣ ΗΜΕΡΑΣ
ΤΡΙΤΗΣ Ζ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΤΡΙΤΗΣ Ζ΄ ΕΒΔΟΜΑΔΟΣ ΛΟΥΚΑ
ΚΕΙΜΕΝΟΝ
Εἶπεν ὁ Κύριος· ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε. Εν δὲ τῷ λαλῆσαι αὐτὸν ταῦτα ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. Ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. Ἄφρονες! οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε; Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ ἅπαντα καθαρὰ ὑμῖν ἔσται.
ΕΡΜΗΝΕΙΑ
Εἶπεν ὁ Κύριος· τὸ λυχνάρι τοῦ σώματός σου εἶναι τὸ μάτι. Ὅταν τὸ μάτι σου εἶναι ὑγιὲς,
τότε καὶ ὅλον τὸ σῶμα σου θὰ εἶναι φωτεινόν· ἀλλ’ ὅταν πάσχῃ, καὶ τὸ
σῶμα σου θὰ εἶναι σκοτεινόν. Πρόσεχε λοιπὸν μήπως τὸ φῶς, ποὺ εἶναι μέσα σου, γίνῃ σκοτάδι. Ἐὰν λοιπὸν ὁλόκληρον τὸ σῶμα σου, εἶναι φωτεινόν, χωρὶς νὰ ἔχῃ κανένα
μέρος σκοτεινόν, τότε θὰ εἶναι ὁλόκληρον φωτεινόν, ὅπως ὅταν τὸ λυχνάρι
σὲ φωτίζῃ μὲ τὴν λάμψιν του». Ὅταν τελείωσε, ἕνας Φαρισαῖος τὸν παρεκάλεσε νὰ γευματίσῃ εἰς τὸ σπίτι του, καὶ ὅταν ἐμπῆκε μέσα ἐκάθησε εἰς τὸ τραπέζι. Ὁ Φαρισαῖος ἐξεπλάγη, ὅταν εἶδε ὅτι δὲν ἐπλύθηκε πρὶν ἀπὸ τὸ φαγητόν. Ἀλλ’ ὁ Κύριος τοῦ εἶπε, «Σεῖς οἱ Φαρισαῖοι καθαρίζεται τὸ ἐξωτερικὸν
τοῦ ποτηριοῦ καὶ τοῦ πιάτου, ἀλλὰ μέσα σας εἶσθε γεμᾶτοι ἁρπαγὴν καὶ
πονηρίαν. Ἀνόητοι! Ἐκεῖνος ποὺ ἔκανε τὸ ἐξωτερικόν, δὲν ἔκανε καὶ τὸ ἐσωτερικόν; Ἀλλὰ δῶστε γιὰ ἐλεημοσύνην ἐκεῖνα ποὺ εἶναι μέσα καὶ ὅλα θὰ σᾶς εἶναι καθαρά.
ΠΗΓΗ: http://www.synaxarion.gr/cms/gr/content/kaini_diathiki.aspx
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου