ΠΟΙΑ ΕΙΝΑΙ Η «ΠΤΩΣΗ» ΤΟΥ ΑΔΑΜ;
Ἁγ. Νικοδήμου Ἁγιορείτου
Τίς ἡ τοῦ Ἀδὰμ πτῶσις
ἀπὸ τὸ «Συμβουλευτικὸν Ἐγχειρίδιον»,
ἔκδ. Σχοινᾶ, ἐν Βόλῳ 1969, σελ. 42-43
Ἠλ. στοιχειοθεσία«ΧΡΙΣΤΙΑΝΙΚΗ ΒΙΒΛΙΟΓΡΑΦΙΑ»
. Τοῦτο ἦτο καὶ τὸ πολυθρύλητον ἐκεῖνο πτῶμα τοῦ προπάτορος ἡμῶν παλαιοῦ Ἀδάμ· διότι ἀφεὶς τὴν τῶν νοητῶν τροφὴν καὶ ἡδονήν, ἔπεσε, φεῦ! εἰς τὴν σωματικὴν τῶν αἰσθητῶν ἡδονήν,
κατὰ τὴν γνώμην ὅλου σχεδὸν τοῦ χοροῦ τῶν θείων Πατέρων, ἀπὸ τοῦ ὁποίου
καὶ ἡμεῖς ἐκληρονομήσαμεν κατὰ διαδοχήν, τὴν προγονικὴν ἐκείνην ὁρμὴν
πρὸς τὰ αἰσθητά. Ὅθεν εἶπεν ὁ ἀνωτέρω Ἱεροσολύμων Θεόδωρος· «Ὁ
Ἀδὰμ κακῶς τῇ αἰσθήσει χρησάμενος, τὸ αἰσθητὸν ἐθαύμασε κάλλος, ὡραίου
δόξαντος αὐτῷ τοῦ καρποῦ εἰς ὅρασιν, καὶ καλοῦ εἰς βρῶσιν, οὐ
γευσάμενος, ἀφῆκο τὴν ἀπόλαυσιν τῶν νοητῶν» (Φιλοκαλ. σελ. 285). «Εἶδε
γάρ, φησίν, ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς
ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἀπὸ τοῦ
καρποῦ αὐτοῦ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ’ αὐτῆς καὶ ἔφαγον»
(Γεν. γ´ 6). Τὸ ξύλον ἐκεῖνο τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, ἡ ἐμπαθὴς
αἴσθησίς ἐστιν τῆς φαινομένης κτίσεως, κατὰ τὸν ἅγιον Μάξιμον, λέγοντα·
«Ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, ἡ φαινομένη κτίσις ἐστίν. Ἡδονῆς γὰρ
καὶ ὀδύνης ποιητικὴν ἔχει φυσικῶς τὴν μετάληψιν». Καὶ πάλιν ὁ αὐτὸς
ἀλλαχοῦ λέγει· «Ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ ἡ τοῦ σώματος αἴσθησις·
ἐν ᾗ τῆς ἀλογίας ὑπάρχει σαφοῦς ἡ κίνησις ἧς κατὰ τὴν πεῖραν μὴ ἅψασθαι
δι’ ἐνεργείας ὁ ἄνθρωπος τὴν θείαν λαβὼν ἐντολήν, οὐκ ἐφύλαξε» (κεφ. λβ´
τῆς δ´ ἑκατοντ. τῶν θεολογ.). Τοῦτο τὸ ἴδιον λέγει καὶ Νικήτας ὁ
Στηθάτης, καὶ οἱ λοιποί. Μάλιστα ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνὸς «ξύλον δὲ
γνώσεως καλοῦ καὶ πονηροῦ τὴν αἰσθητὴν καὶ ἐνήδονον βρῶσιν (δυνατόν ἐστι
νοῆσαι) τὴν τῷ δοκεῖν μὲν γλυκαίνουσαν, τῷ ὄντι δὲ ἐν μετουσίᾳ κακῶν τὸ
μετέχοντα καθιστῶσαν· φησὶ γὰρ ὁ Θεός… ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν
καλὸν καὶ πονηρὸν οὐ φάγεσθαι ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ,
θανάτῳ ἀποθανεῖσθε»· φυσικῶς γὰρ ἡ αἰσθητὴ βρῶσις τοῦ ὑπεκρεύσαντός
ἐστιν ἀναπλήρωσις καὶ εἰς ἀφεδρῶνα χωρεῖ καὶ φθοράν· καὶ ἀμήχανον
ἄφθαρτον διαμένειν τὸν αἰσθητῆς βρώσεως ἐν μετουσίᾳ γινόμενον» [«δένδρο
τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ κακοῦ» ὀνόμασε τὴν αἰσθητὴ καὶ ἡδονικὴ
βρώση, ἡ ὁποία φαίνεται γλυκιά, ἀλλὰ στὴν πραγματικότητα ὁδηγεῖ αὐτὸν
ποὺ τὴν γεύεται στὴν μετοχὴ τῶν κακῶν· διότι λέει ὁ Θεός: «Ἀπὸ κάθε
δένδρο τοῦ Παραδείσου μπορεῖς νὰ φᾶς»· νομίζω εἶναι σὰν νὰ λέει ὁ Θεός,
«μὲ ὅλα τὰ κτιστὰ ὁδηγήσου σὲ μένα τὸν Πλάστη καὶ δοκίμασε τὸν μοναδικὸ
καρπό, ἐμένα, τὴν ὄντως ζωή. Ὅλα ἂς σοῦ προσφέρουν ὡς καρπὸ τὴν ζωή, καὶ
τὴν κοινωνία μαζί μου νὰ τὴν κάνεις συστατικὸ τῆς ὑπάρξεώς σου· διότι
ἔτσι θὰ γίνεις ἀθάνατος». «Καὶ δὲν θὰ φᾶτε ἀπὸ τὸ δένδρο τῆς γνώσεως τοῦ
καλοῦ καὶ τοῦ κακοῦ. Τὴν ἡμέρα ποὺ θὰ φᾶτε ἀπ’ αὐτό, θὰ πεθάνετε»,
διότι ἡ αἰσθητὴ τροφὴ εἶναι ἀπὸ τὴν φύση της ἀναπλήρωση αὐτῶν ποὺ
ἀποβάλλονται. Καὶ πηγαίνει στὸν ἀφεδρώνα καὶ χάνεται· καὶ εἶναι ἀδύνατον
νὰ μένει ἄφθαρτος αὐτὸς ποὺ καταναλώνει τὴν αἰσθητὴ τροφή.]
Ἡ γὰρ αἴσθησις, ἀφ᾽ οὗ γνωρίσῃ, ταὐτὸν εἰπεῖν, δοκιμάσῃ τὸ καλόν, ἤγουν
τὴν αἰσθητὴν ἡδονήν, συμπεπλεγμέννως δοκιμάζει καὶ τὸ πονηρόν, δηλ. τὴν
τῆς ἡδονῆς ἀδελφὴν ὀδύνην· καὶ διὰ τοῦτο κοινῶς ὅλαι αἱ αἰσθηταὶ
ἡδοναί, συνειθίζονται νὰ ὀνομάζωνται ἐνώδυναι ἡδοναί.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου