Κυριακή 17 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ 

Περὶ τῆς Θεόθεν συστάσεως καὶ τῆς οὐσίας 
τοῦ Μυστηρίου τῆς Μετανοίας. 

Τὸ Μυστήριον τῆς Μετανοίας συνέστησεν ὁ Κύριος μετὰ τὴν Ἀνάστασιν Αὐτοῦ, ὅτε ἐπιφανεὶς τοῖς Μαθηταῖς συνηγμένοις, εἶπεν αὐτοῖς πανηγυρικῶς: "εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται" (Ἰωάν. κ΄ 21-23). Ἐκ τούτου δῆλον, ὅτι Αὐτὸς ὁ Κύριος παρέδωκε τοῖς Ἀποστόλοις ἐντεῦθεν καὶ τοῖς διαδόχοις αὐτῶν. 
Ἀπὸ τῶν χρόνων τῶν Ἁγίων Ἀποστόλων, τὸ Μυστήριον τῆς Μετανοίας ὑπῆρχεν ἐν τῇ Ἐκκλησίᾳ. Οἱ δὲ ποιμένες αὐτῆς ἀείποτε ἐχρῶντο τῇ Θεοδωρήτῳ ἐξουσίᾳ τοῦ δεσμεῖν καὶ λύειν. Οὕτως, ἐν τοῖς Ἀποστολικοῖς κανόσι, λέγεται: "Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, τὸν ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας οὐ προσδέχεται ἀλλ' ἀποβάλλεται, καθαιρείσθω, ὅτι λυπεῖ Χριστὸν τὸν εἰπόντα· Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἐνὶ ἁμαρτωλῷ μετανοοῦντι" (Κανών νβ΄). Οὗτοι γὰρ παρὰ Θεοῦ, ζωῆς καὶ θανάτου, τὴν ἐξουσίαν εἰλήφασι ἐν τῷ δικάζειν τοὺς ἡμαρτηκότας καὶ καταδικάζειν εἰς θάνατον πυρὸς αἰωνίου, καὶ λύειν ἁμαρτιῶν τοὺς ἐπιστρέφοντας καὶ ζωογονεῖν αὐτούς.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου