Δευτέρα 11 Ιανουαρίου 2021

ΚΑΤΗΧΗΣΕΙΣ ... ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ

ΚΑΤΗΧΗΣΕΙΣ 

ΕΚ ΤΩΝ ΔΙΔΑΧΩΝ ΤΟΥ ΚΑΤΗΧΗΤΟΥ ΤΩΝ ΠΑΤΡΩΝ 

ΓΕΩΡΓΙΟΥ ΞΕΝΟΦ. ΟΙΚΟΝΟΜΟΥ 


ΠΕΡΙ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ 

Ὁρατὸν μέρος τοῦ Μυστηρίου τῆς Εὐχαριστίας (συνέχεια). 

Ἐν ἐνζύμῳ ἄρτῳ ἐτελεῖτο ἡ Εὐχαριστία καὶ ἐν ταῖς, τῶν Ἀποστόλων, ἡμέραις (Πράξ. β΄ 42, κ΄ 7, Α΄ Κορ. ι΄ 16, ια΄ 20). Ἡ δευτέρα, πρὸς τὸ Μυστήριον τῆς Εὐχαριστίας, ὕλη, ὁμοῦ μετὰ τοῦ σιτίνου καὶ ἐνζύμου ἄρτου, οὐ δύναται εἶναι ἄλλη, ἢ ὁ ἀμπέλινος οἶνος, διότι ἐν ἀμπελίνῳ οἴνῳ ἐτέλεσεν Αὐτὸς ὁ Χριστὸς Σωτήρ, τὸ τῆς εὐχαριστίας Μυστήριον, μεταδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς τὸ ποτήριον, καὶ εἶπεν αὐτοῖς: "καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν" (Ματθ. κστ΄ 27-29), ἐπειδὴ ἐν Παλαιστίνῃ, ἐχρῶντο, συνήθως, ἐρυθρῷ ἐξ ἀμπέλου οἵνῳ (Γεν. μθ΄ 11, Δευτερον. λβ΄ 14). Περὶ τούτου μαρτυροῦσιν αἱ ἀρχαῖαι, αὐτῆς, Θεῖαι Λειτουργίαι, ὡς ἡ τοῦ ἁγίου Ἀποστόλου Ἰακώβου, ἡ ἐν ταῖς Ἀποστολικαῖς διατάξεσιν ἀπαντῶσα, καὶ ἡ τοῦ Μεγάλου Βασιλείου. 
Ἐν αὐταῖς ἁπάσαις, ὡς καὶ ἐν τῇ τοῦ ἱεροῦ Χρυσοστόμου, οἱ τοῦ Σωτῆρος λόγοι οἱ, κατ' αὐτὴν τὴν σύστασιν τῆς Εὐχαριστίας, λεχθέντες, ἐν τῇ πρὸς τὸν Θεὸν ἀναπεμπομένῃ εὐχῇ, καὶ δὴ μετὰ τῆς προσθήκης, τῆς τοῦ Χριστου ἐντολῆς: "τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν" (Λουκ. κβ΄ 19). 








Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου